Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.27.1 | 1 | τούτων δὲ ἀντικρὺ τῶν κατειλεγμένων ἔστιν ἄλλα ἀναθήματα ἐπὶ στοίχου, τετραμμένα μὲν πρὸς μεσημβρίαν, τοῦ τεμένους δὲ ἐγγύτατα ὃ τῷ Πέλοπι ἀνεῖται. | Directly opposite the dedications I have just listed are some other offerings arranged in a row, facing south, situated closest to the precinct dedicated to Pelops. | οὗτος δέ ἀντικρύ ὁ καταλέγω εἰμί ἄλλος ἀνάθημα ἐπί στοῖχος τρέπω μέν πρός μεσημβρία ὁ τέμενος δέ ἐγγύτατα ὅς ὁ Πέλοψ ἀνίημι | 0 |
| 5.27.1 | 2 | ἐν δὲ αὐτοῖς καὶ τὰ ἀνατεθέντα ἐστὶν ὑπὸ τοῦ Μαιναλίου Φόρμιδος, ὃς ἐκ Μαινάλου διαβὰς ἐς Σικελίαν παρὰ Γέλωνα τὸν Δεινομένους καὶ ἐκείνῳ τε αὐτῷ καὶ Ἱέρωνι ὕστερον ἀδελφῷ τοῦ Γέλωνος ἐς τὰς στρατείας ἀποδεικνύμενος λαμπρὰ ἔργα ἐς τοσοῦτο προῆλθεν εὐδαιμονίας, ὡς ἀναθεῖναι μὲν ταῦτα ἐς Ὀλυμπίαν, ἀναθεῖναι δὲ καὶ τῷ Ἀπόλλωνι δὲ ἄλλα ἐς Δελφούς. | Among them are the dedications set up by Phormis from Maenalus. | ἐν δέ αὐτός καί ὁ ἀνατίθημι εἰμί ὑπό ὁ Μαίναλος φόρμις ὅς ἐκ μαινάλιος διαβαίνω εἰς Σικελία παρά γέλων ὁ δεινός καί ἐκεῖνος τε αὐτός καί Ἱέρων ὕστερον ἀδελφός ὁ Γέλων εἰς ὁ στρατεία ἀποδείκνυμι λαμπρός ἔργον εἰς τοσοῦτος προέρχομαι εὐδαιμονία ὡς ἀνατίθημι μέν οὗτος εἰς Ὀλυμπία ἀνατίθημι δέ καί ὁ Ἀπόλλων δέ ἄλλος εἰς Δελφοί | 0 |
| 5.27.2 | 1 | τὰ δὲ ἐς Ὀλυμπίαν δύο τέ εἰσιν ἵπποι καὶ ἡνίοχοι δύο, ἑκατέρῳ τῶν ἵππων παρεστὼς ἀνὴρ ἡνίοχος· | The dedications at Olympia consist of two horses with two charioteers; next to each horse stands a charioteer. | ὁ δέ εἰς Ὀλυμπία δύο τε εἰμί ἵππος καί ἡνίοχος δύο ἑκάτερος ὁ ἵππος παρίστημι ἀνήρ ἡνίοχος | 0 |
| 5.27.2 | 2 | ὁ μὲν δὴ πρότερος τῶν ἵππων καὶ ὁ ἀνὴρ Διονυσίου τοῦ Ἀργείου, τὰ δεύτερα δὲ ἔργα ἐστὶν Αἰγινήτου Σίμωνος . | The first pair of horse and man were made by Dionysius of Argos, while the second are works by Simon the Aeginetan. | ὁ μέν δή πρότερος ὁ ἵππος καί ὁ ἀνήρ Διονύσιος ὁ Ἀργεῖος ὁ δεύτερος δέ ἔργον εἰμί Αἰγινήτης Σίμων | 0 |
| 5.27.2 | 3 | τῷ προτέρῳ δὲ τῶν ἵππων ἐπίγραμμα ἔπεστιν ἐπὶ τῇ πλευρᾷ, τὰ πρῶτα οὐ σὺν μέτρῳ· | On the flank of the first horse there is an inscription; the opening words are not in metrical form. | ὁ πρότερος δέ ὁ ἵππος ἐπίγραμμα ἔπειμι ἐπί ὁ πλευρά ὁ πρῶτος οὐ σύν μέτρον | 0 |
| 5.27.2 | 4 | λέγει γὰρ δὴ οὕτω· | It reads thus: | λέγω γάρ δή οὕτως | 0 |
| 5.27.2 | 5 | Φόρμις ἀνέθηκεν Ἀρκὰς Μαινάλιος, νῦν δὲ Συρακόσιος. | "Dedicated by Phormis, an Arcadian from Maenalus, but now of Syracuse." | φόρμιγξ ἀνατίθημι Ἀρκάς Μαίναλος νῦν δέ Συρακόσιος | 0 |
| 5.27.3 | 1 | οὗτός ἐστιν ὁ ἵππος ὅτῳ καὶ τὸ ἱππομανὲς λόγῳ τῷ Ἠλείων ἔγκειται· | This is the horse concerning which the legend of the "hippomanes" told by the Eleans is maintained. | οὗτος εἰμί ὁ ἵππος ὅστις καί ὁ ἱππομανής λόγος ὁ Ἠλεῖος ἔγκειμαι | 0 |
| 5.27.3 | 2 | δῆλα δὲ καὶ ἄλλως ἐστὶν ἀνδρὸς μάγου σοφίᾳ γενέσθαι τὰ συμβαίνοντα τῷ ἵππῳ. | Clearly in other respects also, what happened to the animal was due to the cunning of a magician. | δῆλος δέ καί ἄλλως εἰμί ἀνήρ μάγος σοφία γίγνομαι ὁ συμβαίνω ὁ ἵππος | 0 |
| 5.27.3 | 3 | μέγεθος μὲν ἢ εἶδος ἵππων ἀποδεῖ πολλῷ, ὅσοι τῆς Ἄλτεως ἐντὸς ἑστήκασι, πρὸς δὲ ἀποκέκοπταί τε τὴν οὐρὰν καὶ ἔστιν ἐπὶ τῷ τοιῷδε ἔτι αἰσχίων· | It falls far short in size and appearance of all the horses that stand within the Altis; moreover, its tail has been cut off, making it even more disgraceful in this state. | μέγεθος μέν ἤ εἶδος ἵππος ἀποδέω πολύς ὅσος ὁ ἄλσος ἐντός ἵστημι πρός δέ ἀποκόπτω τε ὁ οὐρά καί εἰμί ἐπί ὁ τοιοῦτος ἔτι Αἰσχίων | 0 |
| 5.27.3 | 4 | οἱ δὲ ἵπποι οἱ ἄρσενες οὔτι που τοῦ ἦρος μόνον ἀλλὰ καὶ ἀνὰ πᾶσαν ἐπʼ αὐτὸν ὀργῶσιν ἡμέραν. | Male horses, throughout the entire day and not merely in springtime, are madly attracted to it. | ὁ δέ ἵππος ὁ ἄρσην οὔτι πού ὁ ἔαρ μόνος ἀλλά καί ἀνά πᾶς ἐπί αὐτός ὀργάω ἡμέρα | 0 |
| 5.27.4 | 1 | καὶ γὰρ ἐσθέουσιν ἐς τὴν Ἄλτιν ἀπορρηγνύοντες τὰ δεσμὰ ἢ καὶ ἐκφεύγοντες τοὺς ἄγοντας καὶ ἐπιπηδῶσιν αὐτῷ πολλῷ δή τι ἐμμανέστερον ἢ ἐπὶ τὴν καλλίστην ἵππον ζῶσάν τε καὶ ἠθάδα ἀναβαίνεσθαι· | For indeed, they rush into the Altis either breaking their bonds or fleeing from those who lead them, and leap upon it with far greater frenzy than they would mount a living mare, even one most beautiful and gentle. | καί γάρ στέω εἰς ὁ ἄλτις ἀπορρηγνύω ὁ δεσμός ἤ καί ἐκφεύγω ὁ ἄγω καί ἐπιπηδάω αὐτός πολύς δή τις μάνης ἤ ἐπί ὁ καλλίστη ἵππος ζάω τε καί ἠθάδος ἀναβαίνω | 0 |
| 5.27.4 | 2 | ἀπολισθάνουσί τε δὴ αὐτοῖς αἱ ὁπλαὶ καὶ ὅμως οὐκ ἀπαγορεύουσι χρεμετίζοντές τε μᾶλλον καὶ ἐπιπηδῶντες μετὰ βιαιοτέρας τῆς ὁρμῆς, πρὶν ἂν ὑπὸ μαστίγων καὶ ἀνάγκης ἰσχυρᾶς ἀφελκυσθῶσι· | Their hooves slip upon it, yet nevertheless they do not desist, neighing all the louder and springing upon it with more vehement impulse, until finally they are drawn away by lashes and great force. | ἀπολισθάνω τε δή αὐτός ὁ ὁπλή καί ὅμως οὐ ἀπαγορεύω χρεμετίζω τε μᾶλλον καί ἐπιπηδάω μετά βίαιος ὁ ὁρμή πρίν ἄν ὑπό μάστιξ καί ἀνάγκη ἰσχυρός ἀφελκύω | 0 |
| 5.27.4 | 3 | πρότερον δὲ οὐκ ἔστιν ἀπαλλαγή σφισιν οὐδεμία ἀπὸ τοῦ χαλκοῦ. | And until that time there is for them no release whatsoever from the bronze. | πρότερον δέ οὐ εἰμί ἀπαλλαγή σφεῖς οὐδείς ἀπό ὁ χαλκός | 0 |
| 5.27.5 | 1 | καὶ ἄλλο ἐν Λυδίᾳ θεασάμενος οἶδα διάφορον μὲν θαῦμα ἢ κατὰ τὸν ἵππον τὸν Φόρμιδος, μάγων μέντοι σοφίας οὐδὲ αὐτὸ ἀπηλλαγμένον. | I have also personally seen something else in Lydia, different indeed in wonder from the horse of Phormis, yet likewise not free from the skill of magicians. | καί ἄλλος ἐν Λυδία θεάομαι οἶδα διάφορος μέν θαῦμα ἤ κατά ὁ ἵππος ὁ φόρμις μάγος μέντοι σοφία οὐδέ αὐτός ἀπαλλάσσω | 0 |
| 5.27.5 | 2 | ἔστι γὰρ Λυδοῖς ἐπίκλησιν Περσικοῖς ἱερὰ ἔν τε Ἱεροκαισαρείᾳ καλουμένῃ πόλει καὶ ἐν Ὑπαίποις, ἐν ἑκατέρῳ δὲ τῶν ἱερῶν οἴκημά τε καὶ ἐν τῷ οἰκήματί ἐστιν ἐπὶ βωμοῦ τέφρα· | For the Lydians called "Persians" have sanctuaries in a city named Hierocaesareia and in Hypaepa; and in each of these temples there is a chamber, and in the chamber on an altar there is ash. | εἰμί γάρ Λυδός ἐπίκλησις Περσικός ἱερός εἰμί τε Ἱεροκαισάρεια καλέω πόλις καί ἐν ὑπαίπω ἐν ἑκάτερος δέ ὁ ἱερός οἴκημα τε καί ἐν ὁ οἴκημα εἰμί ἐπί βωμός τέφρα | 0 |
| 5.27.5 | 3 | χρόα δὲ οὐ κατὰ τέφραν ἐστὶν αὐτῇ τὴν ἄλλην. | This ash, however, in its entire appearance is not like ordinary ash. | χρόα δέ οὐ κατά τέφρα εἰμί αὐτός ὁ ἄλλος | 0 |
| 5.27.6 | 1 | ἐσελθὼν δὲ ἐς τὸ οἴκημα ἀνὴρ μάγος καὶ ξύλα ἐπιφορήσας αὖα ἐπὶ τὸν βωμὸν πρῶτα μὲν τιάραν ἐπέθετο ἐπὶ τῇ κεφαλῇ, δεύτερα δὲ ἐπίκλησιν ὅτου δὴ θεῶν ἐπᾴδει βάρβαρα καὶ οὐδαμῶς συνετὰ Ἕλλησιν· | Entering the chamber, a magician brought dry sticks and placed them upon the altar; first he put a tiara upon his head, and then began to chant invocations to one of the gods—in a barbarous tongue entirely unintelligible to Greeks. | εἰσέρχομαι δέ εἰς ὁ οἴκημα ἀνήρ μάγος καί ξύλον ἐπιφορέω αὖος ἐπί ὁ βωμός πρῶτος μέν τιάρα ἐπιτίθημι ἐπί ὁ κεφαλή δεύτερος δέ ἐπίκλησις ὅστις δή θεός ἐπᾴδω βάρβαρος καί οὐδαμῶς συντός Ἕλλην | 0 |
| 5.27.6 | 2 | ἐπᾴδει δὲ ἐπιλεγόμενος ἐκ βιβλίου· | He recited the invocation, reading from a book. | ἐπᾴδω δέ ἐπιλέγω ἐκ βιβλίον | 0 |
| 5.27.6 | 3 | ἄνευ τε δὴ πυρὸς ἀνάγκη πᾶσα ἁφθῆναι τὰ ξύλα καὶ περιφανῆ φλόγα ἐξ αὐτῶν ἐκλάμψαι. | And immediately, without any fire, the sticks necessarily ignited, and a bright flame shone forth from them. | ἄνευ τε δή πῦρ ἀνάγκη πᾶς ἅπτομαι ὁ ξύλον καί περιφανής φλόξ ἐκ αὐτός ἐκλάμπω | 0 |
| 5.27.7 | 1 | τάδε μὲν ἐς τοσοῦτο ἡμῖν δεδηλώσθω· | Let these remarks suffice to clarify the matter. | ὅδε μέν εἰς τοσοῦτος ἐγώ δηλόω | 0 |
| 5.27.7 | 2 | ἔστι δὲ ἐν τοῖς ἀναθήμασι τούτοις καὶ αὐτὸς ὁ Φόρμις ἀνδρὶ ἀνθεστηκὼς πολεμίῳ, καὶ ἐφεξῆς ἑτέρῳ καὶ τρίτῳ γε αὖθις μάχεται. | Among these dedications, Phormis himself is depicted standing against an enemy warrior, and immediately afterward he is shown battling a second, and yet again a third opponent. | εἰμί δέ ἐν ὁ ἀνάθημα οὗτος καί αὐτός ὁ φόρμιγξ ἀνήρ ἀνθεστηκώς πολέμιος καί ἐφεξῆς ἕτερος καί τρίτος γε αὖθις μάχομαι | 0 |
| 5.27.7 | 3 | γέγραπται δὲ ἐπὶ τούτοις τὸν στρατιώτην μὲν τὸν μαχόμενον Φόρμιν εἶναι τὸν Μαινάλιον, τὸν δὲ ἀναθέντα Συρακόσιον Λυκόρταν· | The inscription on these figures states that the soldier engaged in combat is Phormis of Maenalus, and that the dedicator is Lycurtas of Syracuse. | γράφω δέ ἐπί οὗτος ὁ στρατιώτης μέν ὁ μάχομαι φόρμιγξ εἰμί ὁ Μαίναλον ὁ δέ ἀνατίθημι Συρακόσιος Λυκόρτας | 0 |
| 5.27.7 | 4 | δῆλα δὲ ὡς οὗτος ὁ Λυκόρτας κατὰ φιλίαν ἀναθείη τοῦ Φόρμιδος. | Clearly, this Lycurtas set up the dedication out of friendship toward Phormis. | δῆλος δέ ὡς οὗτος ὁ Λυκόρτας κατά φιλία ἀνατίθημι ὁ φόρμις | 0 |
| 5.27.7 | 5 | τὰ δὲ ἀναθήματα τοῦ Λυκόρτα καλεῖται Φόρμιδος καὶ ταῦτα ὑπὸ Ἑλλήνων. | Indeed, although the dedications were made by Lycurtas, even the Greeks themselves call them "the dedications of Phormis." | ὁ δέ ἀνάθημα ὁ λυκόρτα καλέω φόρμις καί οὗτος ὑπό Ἕλλην | 0 |
| 5.27.8 | 1 | ὁ δὲ Ἑρμῆς ὁ τὸν κριὸν φέρων ὑπὸ τῇ μασχάλῃ καὶ ἐπικείμενος τῇ κεφαλῇ κυνῆν καὶ χιτῶνά τε καὶ χλαμύδα ἐνδεδυκὼς οὐ τῶν Φόρμιδος ἔτι ἀναθημάτων ἐστίν, ὑπὸ δὲ Ἀρκάδων τῶν ἐκ Φενεοῦ δέδοται τῷ θεῷ· | The Hermes, who carries a ram beneath his arm and wears on his head a helmet, dressed in a tunic and cloak, is no longer among the votive offerings of Phormis; it was dedicated to the god by the Arcadians from Pheneus. | ὁ δέ Ἑρμῆς ὁ ὁ κριός φέρω ὑπό ὁ μασχάλη καί ἐπίκειμαι ὁ κεφαλή κυνή καί χιτών τε καί χλαμύς ἐνδύω οὐ ὁ φόρμις ἔτι ἀνάθημα εἰμί ὑπό δέ Ἀρκάς ὁ ἐκ Φενεός δίδωμι ὁ θεός | 0 |
| 5.27.8 | 2 | Ὀνάταν δὲ τὸν Αἰγινήτην, σὺν δὲ αὐτῷ Καλλιτέλην ἐργάσασθαι λέγει τὸ ἐπίγραμμα, δοκεῖν δέ μοι τοῦ Ὀνάτα μαθητὴς ἢ παῖς ὁ Καλλιτέλης ἦν. | The inscription states that it was made by Onatas the Aeginetan, and with him was Calliteles; it seems to me likely that Calliteles was a pupil or son of Onatas. | Ὀνάτας δέ ὁ Αἰγινήτης σύν δέ αὐτός Καλλιτέλης ἐργάζομαι λέγω ὁ ἐπίγραμμα δοκέω δέ ἐγώ ὁ ὀνάτα μαθητής ἤ παῖς ὁ Καλλιτέλης εἰμί | 0 |
| 5.27.8 | 3 | οὐ πόρρω δὲ τοῦ Φενεατῶν ἀναθήματος ἄλλο ἐστὶν ἄγαλμα, κηρυκεῖον Ἑρμῆς ἔχων· ἐπίγραμμα δὲ ἐπʼ αὐτῷ Γλαυκίαν ἀναθεῖναι γένος Ῥηγῖνον, ποιῆσαι δὲ Κάλλωνα Ἠλεῖον. | Not far from the Pheneatans' offering there is another statue of Hermes holding the herald's staff; according to the inscription upon it, Glaukias, a native of Rhegium, dedicated it, and it was sculpted by Callon of Elis. | οὐ πόρρω δέ ὁ Φενεάται ἀνάθημα ἄλλος εἰμί ἄγαλμα κηρυκεῖον Ἑρμῆς ἔχω ἐπίγραμμα δέ ἐπί αὐτός γλαυκίας ἀνατίθημι γένος Ῥηγῖνος ποιέω δέ καλλίων Ἠλεῖος | 0 |
| 5.27.9 | 1 | βοῶν δὲ τῶν χαλκῶν ὁ μὲν Κορκυραίων, ὁ δὲ ἀνάθημα Ἐρετριέων, τέχνη δὲ Ἐρετριέως ἐστὶ Φιλησίου · | Of the bronze oxen, one was dedicated by the Corcyraeans, and the other is an offering of the Eretrians, wrought by Philesius of Eretria. | βοῦς δέ ὁ χαλκός ὁ μέν Κορκυραῖος ὁ δέ ἀνάθημα ἐρετριεύς τέχνη δέ ἐρετριεύς εἰμί φιλήσιος | 0 |
| 5.27.9 | 2 | καὶ ἀνθʼ ὅτου μὲν οἱ Κορκυραῖοι τόν τε ἐν Ὀλυμπίᾳ καὶ ἕτερον βοῦν ἐς Δελφοὺς ἀνέθεσαν, δηλώσει μοι τὰ ἐς Φωκέας τοῦ λόγου, | Concerning the reason for which the Corcyraeans dedicated the ox at Olympia and another ox at Delphi, my account of the Phocaeans will make clear. | καί ἀντί ὅστις μέν ὁ Κορκυραῖος ὁ τε ἐν Ὀλυμπία καί ἕτερος βοῦς εἰς Δελφοί ἀνατίθημι δηλόω ἐγώ ὁ εἰς Φωκεύς ὁ λόγος | 0 |
| 5.27.9 | 3 | ἐπὶ δὲ τῷ Ὀλυμπίασιν αὐτῶν ἀναθήματι συμβῆναι τοιόνδε ἤκουσα. | But I have heard the following story about what happened concerning their dedication at Olympia. | ἐπί δέ ὁ Ὀλυμπιάς αὐτός ἀνάθημα συμβαίνω τοιόσδε ἀκούω | 0 |
| 5.27.10 | 1 | παῖς μικρὸς ὑπὸ τούτῳ καθήμενος τῷ βοῒ ἐς τὸ κάτω νενευκὼς ἔπαιζεν· | Under this ox, a small boy, seated and leaning downward, was playing. | παῖς μικρός ὑπό οὗτος κάθημαι ὁ βοάω εἰς ὁ κάτω νεύω παίζω | 0 |
| 5.27.10 | 2 | ἀνασχὼν δὲ ἐξαίφνης τὴν κεφαλὴν κατεάγη τε αὐτὴν πρὸς τὸν χαλκὸν καὶ ἐκ τοῦ τραύματος ἡμέραις ὕστερον ἀπέθανεν οὐ πολλαῖς. | Suddenly raising his head, he struck it against the bronze, and from this wound he died not many days afterward. | ἀνέχω δέ ἐξαίφνης ὁ κεφαλή καταγνύω τε αὐτός πρός ὁ χαλκός καί ἐκ ὁ τραῦμα ἡμέρα ὕστερον ἀποθνῄσκω οὐ πολύς | 0 |
| 5.27.10 | 3 | Ἠλεῖοι μὲν δὴ τὸν βοῦν ἅτε αἵματι ἔνοχον ἐβουλεύοντο ἐκκομίσαι τῆς Ἄλτεως· | The Eleans, considering the ox defiled with blood-guilt, intended to remove it from the Altis. | Ἠλεῖος μέν δή ὁ βοῦς ἅτε αἷμα ἔνοχος βουλεύω ἐκκομίζω ὁ ἄλσος | 0 |
| 5.27.10 | 4 | ὁ δὲ σφᾶς ὁ θεὸς ὁ ἐν Δελφοῖς κατὰ χώραν ἐᾶν τὸ ἀνάθημα καθάρσια ἔχρα ἐπʼ αὐτῷ ποιησαμένους, ὁπόσα Ἕλληνες ἐπὶ ἀκουσίῳ φόνῳ νομίζουσιν. | But the god at Delphi instructed them to leave the dedication in its place and to perform upon it the rites of purification customary among Greeks for involuntary homicide. | ὁ δέ σφεῖς ὁ θεός ὁ ἐν Δελφοί κατά χώρα ἐάω ὁ ἀνάθημα καθάρσιον χράω ἐπί αὐτός ποιέω ὁπόσος Ἕλλην ἐπί ἀκουσίως φόνος νομίζω | 0 |
| 5.27.11 | 1 | ἔστι δὲ ὑπὸ ταῖς ἐν τῇ Ἄλτει πλατάνοις κατὰ μέσον μάλιστά που τὸν περίβολον τρόπαιον χαλκοῦν καὶ ἐπίγραμμα ἐπὶ τοῦ τροπαίου τῇ ἀσπίδι, Ἠλείους ἀπὸ Λακεδαιμονίων ἀναστῆσαι. | There is beneath the plane trees in the Altis, almost precisely in the center of the enclosure, a bronze trophy, and upon the shield of this trophy is an inscription stating that the Eleans set it up as a dedication from their victory over the Lacedaemonians. | εἰμί δέ ὑπό ὁ ἐν ὁ ἄλσος πλάτανος κατά μέσος μάλιστα πού ὁ περίβολος τρόπαιον χαλκοῦς καί ἐπίγραμμα ἐπί ὁ τροπαῖον ὁ ἀσπίς Ἠλεῖος ἀπό Λακεδαιμόνιος ἀνίστημι | 0 |
| 5.27.11 | 2 | ἐν ταύτῃ τῇ μάχῃ καὶ τὸν ἄνδρα ἐπέλαβεν ἐκεῖνον ἀφεῖναι τὴν ψυχήν, ὃς τοῦ Ἡραίου τῆς ὀροφῆς κατʼ ἐμὲ ἀνασκευαζομένης ἐνταῦθα ὁμοῦ τοῖς ὅπλοις εὑρέθη κείμενος. | During this same battle, the man was overtaken by death who was later discovered, armed and still lying in this place, at the time when, as I have already mentioned, the roof of the Heraion was undergoing repairs. | ἐν οὗτος ὁ μάχη καί ὁ ἀνήρ ἐπιλαμβάνω ἐκεῖνος ἀφίημι ὁ ψυχή ὅς ὁ Ἡραῖος ὁ ὀροφή κατά ἐγώ ἀνασκευάζω ἐνταῦθα ὁμοῦ ὁ ὅπλον εὑρίσκω κεῖμαι | 0 |
| 5.27.12 | 1 | τῶν δὲ ἐν Θρᾴκῃ Μενδαίων τὸ ἀνάθημα ἐγγύτατα ἀφίκετο ἀπατῆσαί με ὡς ἀνδρὸς εἰκὼν εἴη πεντάθλου· καὶ κεῖται μὲν παρὰ τὸν Ἠλεῖον Ἀναυχίδαν, ἔχει δὲ ἁλτῆρας ἀρχαίους. | Of the offerings, the one dedicated by the Mendaeans in Thrace came closest to deceiving me into believing that it was an athlete's statue of a pentathlete; it stands near that of Anauchidas of Elis, and holds ancient jumping weights in its hands. | ὁ δέ ἐν Θρᾴκη Μενδαῖος ὁ ἀνάθημα ἐγγύτατα ἀφικνέομαι ἀπατάω ἐγώ ὡς ἀνήρ εἰκών εἴην πένταθλον καί κεῖμαι μέν παρά ὁ Ἠλεῖος ἀναυχίς ἔχω δέ ἁλτήρ ἀρχαῖος | 0 |
| 5.27.12 | 2 | ἐλεγεῖον δὲ ἐπʼ αὐτὸ γεγραμμένον ἐστὶν ἐπὶ τοῦ μηροῦ· | An elegiac inscription is written upon its thigh: | ἐλεγεῖον δέ ἐπί αὐτός γράφω εἰμί ἐπί ὁ μηρός | 0 |
| 5.27.12 | 3 | Ζηνὶ θεῶν βασιλεῖ μʼ ἀκροθίνιον ἐνθάδʼ ἔθηκαν Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι. | "To Zeus, king of the gods, the Mendaeans placed me here as a choice offering, Having subdued Sipte by force of arms." | ζηνί θεός βασιλεύς ἐγώ ἀκροθίνιον ἐνθάδε τίθημι Μενδαῖος Σίπτη χείρ βιάζομαι | 0 |
| 5.27.12 | 4 | τὸ μὲν δὴ Θρᾴκιόν τι εἶναι τεῖχος καὶ πόλις ἔοικεν, ἡ Σίπτη· | Sipte appears to have been a fortress and a city in Thrace; the Mendaeans themselves are of Greek descent and originated from Ionia. | ὁ μέν δή θράκιον τις εἰμί τεῖχος καί πόλις ἔοικα ὁ Σίπτη | 0 |
| 5.27.12 | 5 | Μενδαίοις δὲ αὐτοῖς γένος τε Ἑλληνικὸν καὶ ἀπὸ Ἰωνίας ἐστίν, οἰκοῦσι δὲ ἀπὸ θαλάσσης ἄνω τῆς πρὸς Αἴνῳ πόλει. | They live inland from the sea near the city of Ainos. | Μενδαῖος δέ αὐτός γένος τε Ἑλληνικός καί ἀπό Ἰωνία εἰμί οἰκέω δέ ἀπό θάλασσα ἄνω ὁ πρός αἶνος πόλις | 0 |