Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 6.17

PassageSentenceGreekEnglishLemma FormsMissing
6.17.1 1 ταῦτα μὲν δὴ τὰ ἀξιολογώτατα ἀνδρὶ ποιουμένῳ τὴν ἔφοδον ἐν τῇ Ἄλτει κατὰ τὰ ἡμῖν εἰρημένα· These, then, are the sights most worthy of note to a visitor making a tour through the Altis, according to my account. οὗτος μέν δή ὁ ἀξιολόγωτατα ἀνήρ ποιέω ὁ ἔφοδος ἐν ὁ ἄλσος κατά ὁ ἐγώ λέγω 0
6.17.1 2 εἰ δὲ ἀπὸ τοῦ Λεωνιδαίου πρὸς τὸν βωμὸν τὸν μέγαν ἀφικέσθαι τῇ δεξιᾷ θελήσειας, τοσάδε ἔστι σοι τῶν ἀνηκόντων ἐς μνήμην. If, however, you wish to proceed from the Leonidaeum toward the Great Altar by a road on your right, you will come across the following monuments worthy of remembrance. εἰ δέ ἀπό ὁ Λεωνίδειος πρός ὁ βωμός ὁ μέγας ἀφικνέομαι ὁ δεξιός θέλω τόσδε εἰμί σύ ὁ ἀνηκόος εἰς μνήμη 0
6.17.1 3 Δημοκράτης Τενέδιος καὶ Ἠλεῖος Κριάννιος, οὗτος μὲν ὅπλου λαβὼν νίκην, Δημοκράτης δὲ ἀνδρῶν πάλης· There are statues of Democrates of Tenedos, who won the men's wrestling, and of Criannius of Elis, victorious in the contest in armor. Δημοκράτης Τενέδιος καί ἠλεῖος Κριάννιος οὗτος μέν ὅπλον λαμβάνω νίκη Δημοκράτης δέ ἀνήρ πάλη 0
6.17.1 4 ἀνδριάντας δὲ τοῦ μὲν Μιλήσιος Διονυσικλῆς , τοῦ δὲ Κριαννίου Μακεδὼν Λῦσός ἐστιν ὁ ἐργασάμενος. The statue of Democrates was made by Dionysicles of Miletus, while that of Criannius was crafted by Lysus, a Macedonian. ἀνδριάς δέ ὁ μέν Μιλήσιος Διονυσικλῆς ὁ δέ Κριάννιος Μακεδών λῦσος εἰμί ὁ ἐργάζομαι 0
6.17.2 1 Κλαζομενίου δὲ Ἡροδότου καὶ Φιλίνου τοῦ Ἡγεπόλιδος Κῴου ἀνέθεσαν τὰς εἰκόνας αἱ πόλεις. The cities dedicated statues of Herodotus of Klazomenai and Philinos, the son of Hegepolis of Kos. Κλαζομένιος δέ Ἡρόδοτος καί φιλῖνος ὁ ἡγεπόλις Κώος ἀνατίθημι ὁ εἰκών ὁ πόλις 0
6.17.2 2 Κλαζομένιοι μὲν ὅτι ἐν Ὀλυμπίᾳ Κλαζομενίων πρῶτος ἀνηγορεύθη νικῶν Ἡρόδοτος, ἡ δέ οἱ νίκη σταδίου γέγονεν ἐν παισί. The Klazomenians set up the statue because Herodotus was the first from Klazomenai to be proclaimed victor at Olympia, having won in the boys' foot-race. Κλαζομένιος μέν ὅτι ἐν Ὀλυμπία Κλαζομένιοι πρῶτος ἀνηγορεύω νικάω Ἡρόδοτος ὁ δέ ὁ νίκη στάδιον γίγνομαι ἐν παῖς 0
6.17.2 3 Φιλῖνον δὲ οἱ Κῷοι δόξης ἕνεκα ἀνέθεσαν· ἐν μέν γε Ὀλυμπίᾳ δρόμου γεγόνασιν αὐτῷ νῖκαι πέντε, τέσσαρες δὲ Πυθοῖ καὶ ἴσαι Νεμείων, ἐν δὲ Ἰσθμῷ μία ἐπὶ ταῖς δέκα. The Koans set up the statue of Philinos in recognition of his fame; at Olympia he won five victories in running, four at Pytho, the same number at Nemea, and at the Isthmus one, making ten victories in all. φιλῖνος δέ ὁ Κῶος δόξα ἕνεκα ἀνατίθημι ἐν μέν γε Ὀλυμπία δρόμος γίγνομαι αὐτός νίκη πέντε τέσσαρες δέ Πυθώ καί ἴσος Νέμειος ἐν δέ Ἰσθμός εἷς ἐπί ὁ δέκα 0
6.17.3 1 Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ. Aristolaos, a Macedonian, dedicated the statue of Ptolemy, the son of Ptolemy Lagus. Πτολεμαῖος δέ ὁ Πτολεμαῖος ὁ λαγώς Ἀρίσταιος ἀνατίθημι Μακεδών ἀνήρ 0
6.17.3 2 ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος· There is also set up a statue of Boutas, son of Polyneices, a Milesian, who gained victory in boxing among the boys; Callicrates from Magnesia on the Lethaios is also represented there, who won two crowns in the race in armor. ἀνάκειμαι δέ καί πύκτης κρατέω ἐν παῖς βούτης Πολυνείκης Μιλήσιος καί Καλλικράτης ἀπό ὁ ἐπί Ληθαῖος Μαγνησία ἐπί ὁ ὁπλίτης δρόμος στέφανος δύο ἀναιρεμένος 0
6.17.3 3 Λυσίππου δὲ ἔργον ἡ τοῦ Καλλικράτους ἐστὶν εἰκών. The statue of Callicrates is the work of Lysippus. Λύσιππος δέ ἔργον ὁ ὁ Καλλικράτης εἰμί εἰκών 0
6.17.4 1 Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, Enation and Alexibius were victorious—the former won the boys' foot-race, and Alexibius the pentathlon. ἐνατίων δέ καί Ἀλεξίβιος ὁ μέν ἐν παῖς στάδιον Ἀλεξίβιος δέ πένταθλον γίγνομαι νίκη 0
6.17.4 2 καὶ Ἡραία τε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ ὁ τὴν εἰκόνα εἰργασμένος· Their homeland is Heraea in Arcadia, and Acestor was the sculptor who made the statue of Alexibius. καί Ἡραία τε Ἀρκάς εἰμί αὐτός πατρίς καί ἀκέστωρ ὁ ὁ εἰκών ἐργάζομαι 0
6.17.4 3 Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ. The inscription on Enation's image does not make clear whose son he was, but it does indicate that he, too, belonged to the Arcadian people. ἐνατίων δέ ὅστις εἰμί οὐ δηλόω ὁ ἐπίγραμμα ὅτι δέ ὁ Ἀρκάς εἰμί ἔθνος δηλόω 0
6.17.4 4 Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνου τε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, From Colophon came Hermesianax, son of Agoneus, and Eicasius, the son of Lycinus and the daughter of Hermesianax; both were winners among the boys in wrestling. Κολοφώνιος δέ Ἑρμησιάναξ ἀγονέω καί εἰκάσιος Λύκινος τε εἰμί καί ὁ Ἑρμησιάναξ θυγάτηρ καταπαλαίω μέν παῖς ἀμφότερος 0
6.17.4 5 Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα. Furthermore, Hermesianax was granted a statue dedicated by the entire community of Colophon. Ἑρμησιάναξ δέ καί ἀπό ὁ κοινός ὁ Κολοφώνιος ὑπάρχω ἀνατίθημι ὁ εἰκών 0
6.17.5 1 τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου· Near these statues stand Eleans who won victories in boxing matches for boys; one, the work of Sthennis the Olynthian, is Choerilus, and another, by Daetondas the Sicyonian, is Theotimus. οὗτος δέ εἰμί Ἠλεῖος πλησίον πυγμή παῖς κρατέω ὁ μέν σθέννις ἔργον ὁ Ὀλύνθιος Χοιρίλος θεότιμος δέ δαιτώνδης Σικυώνιος 0
6.17.5 2 παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος. This Theotimus was the son of Moschion, who took part with Alexander, the son of Philip, in the campaign against Darius and the Persians. παῖς δέ ὁ θεότιμος εἰμί μοσχίων Ἀλέξανδρος ὁ Φίλιππος ὁ ἐπί δαρεῖον καί Πέρσης στρατεία μετέχω 0
6.17.5 3 δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος· Next come two more Eleans: Archidamus, who won a victory with a four-horse chariot, and Eperastus, son of Theogonos, who gained victory in the hoplite race. δύο δέ αὖθις ἐκ Ἠλίς Ἀρχίδαμος τεθρίππον νικάω καί ἐπέραστος εἰμί ὁ θεογόνος ὅπλον νίκη ἀναιρεμένος 0
6.17.6 1 εἶναι δὲ καὶ μάντις ὁ Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ, τῶν δʼ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι μάντις, ἀπʼ ἰσοθέων αἷμα Μελαμποδιδᾶν. Eperastus was also a seer, according to the epitaph upon his tomb, which says: "I proudly claim descent from the priestly line of the Klytidae, a seer, a scion of the Melampodidae, descendants of godlike men." εἰμί δέ καί μάντις ὁ ἐπέραστος ὁ Κλυτιδάς γένος φημί ἐπί ὁ ἐπίγραμμα ὁ τελευτή ὁ δέ ἱερογλῶσσα Κλυτιδάς γένος εὔχομαι εἰμί μάντις ἀπό ἰσοθέος αἷμα μελαμποδίζω 0
6.17.6 2 Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους· For Mantius was the son of Melampus, son of Amythaon; from Mantius came Oicles, and from Oicles came Amphiaraus, whose son Alcmaeon was the father of Clytius. Μελάμπους γάρ εἰμί ὁ Ἀμυθάων μάντιος ὁ δέ Ὀίκλης Κλύτιος δέ Ἀλκμαίων ὁ Ἀμφιάραος ὁ Ὀϊκλῆς 0
6.17.6 3 ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον. This Clytius was born to Alcmaeon by the daughter of Phegeus, and migrated to Elis, fleeing to dwell with his mother's brothers, since he knew that they had slain his father Alcmaeon. γίγνομαι δέ ὁ Ἀλκμαίων ὁ Κλύτιος ἐκ ὁ φηγός θυγάτηρ καί εἰς ὁ Ἦλις μετοικέω ὁ ἀδελφός εἰμί ὁ μήτηρ σύνοικος φεύγω ἅτε ὁ Ἀλκμαίων ἐπίσταμαι σφεῖς ἔργάζομαι ὁ φόνος 0
6.17.7 1 ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφα νέ σιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόν τε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου , πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν· Among statues interspersed with dedications that are not overly conspicuous, one can see Alexinikos from Elis, who won a victory in wrestling among the boys, the work of Kantharos of Sicyon, and also Gorgias of Leontini. ἀνδριάς δέ ἀναμειγνύω οὐ ἐπιφα νά σίν ἄγαν ἀνάθημα ἀλεξίνικος τε Ἠλεῖος τέχνη ὁ Σικυώνιος κανθάρος πάλη ἐν παῖς ἀναιρέω νίκη καί ὁ Λεοντῖνος Γοργίας ὁράω εἰμί 0
6.17.7 2 ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου. Eumolpus, third in descent from Deïkrates, who had married Gorgias' sister, states that he was the one who dedicated the statue at Olympia. ἀνατίθημι δέ ὁ εἰκών εἰς Ὀλυμπία φημί Εὔμολπος ἀπόγονος τρίτος Δηικράτης συνοικέω ἀδελφή ὁ γόργιος 0
6.17.8 1 οὗτος ὁ Γοργίας πατρὸς μὲν ἦν Χαρμαντίδου, λέγεται δὲ ἀνασώσασθαι μελέτην λόγων πρῶτος ἠμελημένην τε ἐς ἅπαν καὶ ἐς λήθην ὀλίγου δεῖν ἥκουσαν ἀνθρώποις· This Gorgias was the son of Charmantides, and it is said that he was the first to restore to prominence the study of rhetoric, which had been entirely neglected and had nearly passed into oblivion among humanity. οὗτος ὁ Γοργίας πατήρ μέν εἰμί Χαρμαντίδης λέγω δέ ἀνασῴζω μελέτη λόγος πρῶτος ἀμελέω τε εἰς ἅπας καί εἰς λήθη ὀλίγος δέω ἥκω ἄνθρωπος 0
6.17.8 2 εὐδοκιμῆσαι δὲ Γοργίαν λόγων ἕνεκα ἔν τε πανηγύρει τῇ Ὀλυμπικῇ φασι καὶ ἀφικόμενον κατὰ πρεσβείαν ὁμοῦ Τισίᾳ παρʼ Ἀθηναίους. They say that Gorgias gained fame for his eloquence both at the Olympic festival and when he came, together with Tisias, on an embassy to Athens. εὐδοκιμέω δέ Γοργίας λόγος ἕνεκα εἰμί τε πανήγυρις ὁ Ὀλυμπικός φημί καί ἀφικνέομαι κατά πρεσβεία ὁμοῦ Τισίας παρά Ἀθηναῖος 0
6.17.8 3 καίτοι ἄλλα τε Τισίας ἐς λόγους ἐσηνέγκατο καὶ πιθανώτατα τῶν καθʼ αὑτὸν γυναικὶ Συρακουσίᾳ χρημάτων ἔγραψεν ἀμφισβήτησιν· Indeed, Tisias himself made numerous contributions to rhetoric, and among the most persuasive speeches of his time was a judicial argument he composed for a Syracusan woman concerning a dispute over property. καίτοι ἄλλος τε Τισίας εἰς λόγος εἰσφέρω καί πιθανός ὁ κατά ἑαυτοῦ γυνή Συρακούσιος χρῆμα γράφω ἀμφισβήτησις 0
6.17.9 1 ἀλλά γε ἐκείνου τε ἐς πλέον τιμῆς ἀφίκετο ὁ Γοργίας παρὰ Ἀθηναίοις, καὶ Ἰάσων ἐν Θεσσαλίᾳ τυραννήσας Πολυκράτους, οὐ τὰ ἔσχατα ἐνεγκαμένου διδασκαλείου τοῦ Ἀθήνῃσι, τούτου τοῦ ἀνδρὸς ἐπίπροσθεν αὐτὸν ὁ Ἰάσων ἐποιήσατο. But certainly Gorgias won even greater honor among the Athenians than he who taught him, and Jason, who ruled as tyrant in Thessaly, placed him ahead of Polycrates, whose rhetorical school in Athens was far from insignificant. ἀλλά γε ἐκεῖνος τε εἰς πλέον τιμή ἀφικνέομαι ὁ Γοργίας παρά Ἀθηναῖος καί Ἰάσων ἐν Θεσσαλία τυραννέω Πολυκράτης οὐ ὁ ἔσχατος ἐνέγκαμαι διδασκαλεῖον ὁ Ἀθήνη οὗτος ὁ ἀνήρ ἐπίπροσθεν αὐτός ὁ Ἰάσων ποιέω 0
6.17.9 2 βιῶναι δὲ ἔτη Γοργίαν πέντε φασὶν ἐπὶ τοῖς ἑκατόν· They say Gorgias lived to be one hundred and five years old. βιόω δέ ἔτος Γοργίας πέντε φημί ἐπί ὁ ἑκατόν 0
6.17.9 3 Λεοντίνων δὲ ἐρημωθεῖσάν ποτε ὑπὸ Συρακουσίων τὴν πόλιν κατʼ ἐμὲ αὖθις συνέβαινεν οἰκεῖσθαι. As for Leontini, once depopulated by the Syracusans, in my own day it happened to be inhabited again. Λεοντίνοι δέ ἐρημόω ποτε ὑπό Συρακούσιοι ὁ πόλις κατά ἐγώ αὖθις συμβαίνω οἰκέω 0