Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.19.1 | 1 | ἔστι δὲ λίθου πωρίνου κρηπὶς ἐν τῇ Ἄλτει πρὸς ἄρκτον τοῦ Ἡραίου, κατὰ νώτου δὲ αὐτῆς παρήκει τὸ Κρόνιον· | There is a foundation of porous stone in the Altis to the north of the temple of Hera, and behind it lies Mount Kronios. | εἰμί δέ λίθος πώρινος κρηπίς ἐν ὁ ἄλσος πρός ἄρκτος ὁ Ἡραῖος κατά νῶτον δέ αὐτός πάρειμι ὁ Κρόνιος | 0 |
| 6.19.1 | 2 | ἐπὶ ταύτης τῆς κρηπῖδός εἰσιν οἱ θησαυροί, καθὰ δὴ καὶ ἐν Δελφοῖς Ἑλλήνων τινὲς ἐποίησαν τῷ Ἀπόλλωνι θησαυρούς. | Upon this foundation are the treasuries, similar to those treasuries which at Delphi certain Greeks erected for Apollo. | ἐπί οὗτος ὁ κρηπίς εἰμί ὁ θησαυρός καθά δή καί ἐν Δελφοί Ἕλλην τις ποιέω ὁ Ἀπόλλων θησαυρός | 0 |
| 6.19.1 | 3 | ἔστι δὲ θησαυρὸς ἐν Ὀλυμπίᾳ Σικυωνίων καλούμενος, Μύρωνος δὲ ἀνάθημα τυραννήσαντος Σικυωνίων· | In Olympia there is a treasury called the Treasury of the Sicyonians, dedicated by Myron, who ruled as tyrant over Sicyon. | εἰμί δέ θησαυρός ἐν Ὀλυμπία Σικυώνιος καλέω Μύρων δέ ἀνάθημα τυραννέω Σικυώνιος | 0 |
| 6.19.2 | 1 | τοῦτον ᾠκοδόμησεν ὁ Μύρων νικήσας ἅρματι τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα. | This was built by Myron, who had won the chariot-race at the thirty-third Olympiad. | οὗτος οἰκοδομέω ὁ μύρον νικάω ἅρμα ὁ τρίτος καί τριακοστός Ὀλυμπιάς | 0 |
| 6.19.2 | 2 | ἐν δὲ τῷ θησαυρῷ καὶ θαλάμους δύο ἐποίησε, τὸν μὲν Δώριον, τὸν δὲ ἐργασίας τῆς Ἰώνων. | In this treasury he constructed two chambers, one in the Dorian style, the other in Ionian workmanship. | ἐν δέ ὁ θησαυρός καί θαλάμη δύο ποιέω ὁ μέν Δώριον ὁ δέ ἐργασία ὁ Ἴων | 0 |
| 6.19.2 | 3 | χαλκοῦ μὲν δὴ αὐτοὺς ἑώρων εἰργασμένους· εἰ δὲ καὶ Ταρτήσσιος χαλκὸς λόγῳ τῷ Ἠλείων ἐστίν, οὐκ οἶδα. | I saw myself that they were made of bronze; however, whether this bronze was the so-called Tartessian bronze, as claimed by the Eleans, I cannot say. | χαλκός μέν δή αὐτός ὁράω ἔργάζομαι εἰ δέ καί Ταρτήσσιος χαλκός λόγος ὁ Ἠλεῖος εἰμί οὐ οἶδα | 0 |
| 6.19.3 | 1 | Ταρτήσσιον δὲ εἶναι ποταμὸν ἐν χώρᾳ τῇ Ἰβήρων λέγουσι στόμασιν ἐς θάλασσαν κατερχόμενον δυσὶ καὶ ὁμώνυμον αὐτῷ πόλιν ἐν μέσῳ τοῦ ποταμοῦ τῶν ἐκβολῶν κειμένην. | They say that Tartessus is a river in the land of the Iberians, flowing into the sea through two mouths, and a city bearing the same name is situated between these mouths of the river. | Ταρτήσσιος δέ εἰμί ποταμός ἐν χώρα ὁ Ἴβηρ λέγω στόμα εἰς θάλασσα κατέρχομαι δύο καί ὁμώνυμος αὐτός πόλις ἐν μέσος ὁ ποταμός ὁ ἐκβολή κεῖμαι | 0 |
| 6.19.3 | 2 | τὸν δὲ ποταμὸν μέγιστόν τε ὄντα τῶν ἐν Ἰβηρίᾳ καὶ ἄμπωτιν παρεχόμενον Βαῖτιν ὠνόμασαν οἱ ὕστερον. | Later generations called this river—being both the largest in Iberia and tidal—the Baetis. | ὁ δέ ποταμός μέγιστος τε εἰμί ὁ ἐν Ἰβηρία καί ἄμπωτις παρέχομαι βαῖτις ὀνομάζω ὁ ὕστερον | 0 |
| 6.19.3 | 3 | εἰσὶ δʼ οἳ Καρπίαν Ἰβήρων πόλιν καλεῖσθαι νομίζουσι τὰ ἀρχαιότερα Ταρτησσόν. | There are some who believe that Carpía, an Iberian city, was known in earlier times as Tartessus. | εἰμί δέ ὅς καρπία Ἴβηρ πόλις καλέω νομίζω ὁ ἀρχαῖος Ταρτήσσιος | 0 |
| 6.19.4 | 1 | ἐν Ὀλυμπίᾳ δὲ ἐπιγράμματα ἐπὶ τῷ ἐλάσσονί ἐστι τῶν θαλάμων, ἐς μὲν τοῦ χαλκοῦ τὸν σταθμόν, ὅτι πεντακόσια εἴη τάλαντα, ἐς δὲ τοὺς ἀναθέντας, Μύρωνα εἶναι καὶ τὸν Σικυωνίων δῆμον. | At Olympia there are inscriptions on the smaller of the chambers, stating the weight of the bronze as five hundred talents, and naming the dedicators as Myron and the community of the Sicyonians. | ἐν Ὀλυμπία δέ ἐπίγραμμα ἐπί ὁ ἐλάσσων εἰμί ὁ θαλάμη εἰς μέν ὁ χαλκός ὁ σταθμός ὅτι πεντακόσιοι εἴην τάλαντον εἰς δέ ὁ ἀνατίθημι μύρων εἰμί καί ὁ Σικυώνιος δῆμος | 0 |
| 6.19.4 | 2 | ἐν τούτῳ τῷ θησαυρῷ δίσκοι τὸν ἀριθμὸν ἀνάκεινται τρεῖς, ὅσους ἐς τοῦ πεντάθλου τὸ ἀγώνισμα ἐσκομίζουσι· καὶ ἀσπίς ἐστιν ἐπίχαλκος γραφῇ τὰ ἐντὸς πεποικιλμένη καὶ κράνος τε καὶ κνημῖδες ὁμοῦ τῇ ἀσπίδι· | In this treasury lie three discuses, corresponding to the number they use in the contest of the pentathlon; there is also a bronze-plated shield, the inner surface decorated with painted designs, along with a helmet and greaves placed with it. | ἐν οὗτος ὁ θησαυρός δίσκος ὁ ἀριθμός ἀνάκειμαι τρεῖς ὅσος εἰς ὁ πένταθλον ὁ ἀγώνισμα κομίζω καί ἀσπίς εἰμί ἐπίχαλκος γραφή ὁ ἐντός ποικίλλω καί κράνος τε καί κνημίς ὁμοῦ ὁ ἀσπίς | 0 |
| 6.19.4 | 3 | ἐπίγραμμα δὲ ἐπὶ τοῖς ὅπλοις, ἀκροθίνιον τῷ Διὶ ὑπὸ Μυάνων ἀνα τεθῆναι. | An inscription on these arms states they were set up by the Myanians as a gift of first fruits to Zeus. | ἐπίγραμμα δέ ἐπί ὁ ὅπλον ἀκροθίνιον ὁ Ζεύς ὑπό Μύαννος ἀνά τίθημι | 0 |
| 6.19.4 | 4 | οἵτινες δὲ οὗτοι ἦσαν, οὐ κατὰ τὰ αὐτὰ παρίστατο ἅπασιν εἰκάζειν· | But who these Myanians were, not everyone was able equally to conjecture. | ὅστις δέ οὗτος εἰμί οὐ κατά ὁ αὐτός παρίστημι ἅπας εἰκάζω | 0 |
| 6.19.5 | 1 | ἐμὲ δὲ ἐσῆλθεν ἀνάμνησις ὡς Θουκυδίδης ποιήσειεν ἐν τοῖς λόγοις Λοκρῶν τῶν πρὸς τῇ Φωκίδι καὶ ἄλλας πόλεις, ἐν δὲ αὐταῖς εἶναι καὶ Μυονέας. | Then I recalled how Thucydides in his account mentioned the Locrians neighboring Phocis, and certain other cities among which he cites Myonia. | ἐγώ δέ εἰσέρχομαι ἀνάμνησις ὡς Θουκυδίδης ποιέω ἐν ὁ λόγος Λοκρός ὁ πρός ὁ Φωκίς καί ἄλλος πόλις ἐν δέ αὐτός εἰμί καί Μυονεύς | 0 |
| 6.19.5 | 2 | οἱ Μυᾶνες οὖν οἱ ἐπὶ τῇ ἀσπίδι κατά γε ἡμετέραν γνώμην ἄνθρωποι μέν εἰσιν οἱ αὐτοὶ καὶ Μυονεῖς οἱ ἐν τῇ Λοκρίδι ἠπείρῳ· τὰ δὲ ἐπὶ τῇ ἀσπίδι γράμματα παρῆκται μὲν ἐπὶ βραχύ, πέπονθε δὲ αὐτὸ διὰ τοῦ ἀναθήματος τὸ ἀρχαῖον. | In my view, these Myanes whose name is inscribed upon the shield are the same people as the Myonians in mainland Locris; but the inscribed letters on the shield have been slightly altered, a change brought about through the great age of the dedication itself. | ὁ μυᾶνες οὖν ὁ ἐπί ὁ ἀσπίς κατά γε ἡμέτερος γνώμη ἄνθρωπος μέν εἰμί ὁ αὐτός καί Μυονεύς ὁ ἐν ὁ Λοκρίς Ἤπειρος ὁ δέ ἐπί ὁ ἀσπίς γράμμα πάρειμι μέν ἐπί βραχύς πάσχω δέ αὐτός διά ὁ ἀνάθημα ὁ ἀρχαῖος | 0 |
| 6.19.6 | 1 | κεῖνται δὲ καὶ ἄλλα ἐνταῦθα ἄξια ἐπιμνησθῆναι, μάχαιρα ἡ Πέλοπος χρυσοῦ τὴν λαβὴν πεποιημένη, καὶ εἰργασμένον ἐλέφαντος κέρας τὸ Ἀμαλθείας, ἀνάθημα Μιλτιάδου τοῦ Κίμωνος, ὃς τὴν ἀρχὴν ἔσχεν ἐν χερρονήσῳ τῇ Θρᾷκίᾳ πρῶτος τῆς οἰκίας ταύτης· | There are also other objects placed here worth mentioning: a sword of Pelops, whose handle is made of gold, and the horn of Amaltheia fashioned from ivory—the offering of Miltiades son of Cimon, who first ruled in the Thracian Chersonese from this family. | κεῖμαι δέ καί ἄλλος ἐνταῦθα ἄξιος ἐπιμιμνῄσκω μάχαιρα ὁ Πέλοψ χρυσός ὁ λαβή ποιέω καί ἐργάζομαι ἐλέφας κέρας ὁ Ἀλθαία ἀνάθημα Μιλτιάδης ὁ Κίμων ὅς ὁ ἀρχή ἔχω ἐν χερρόνησος ὁ θράκιον πρῶτος ὁ οἰκία οὗτος | 0 |
| 6.19.6 | 2 | καὶ ἐπίγραμμα ἐπὶ τῷ κέρατί ἐστιν ἀρχαίοις Ἀττικοῖς γράμμασι, Ζηνί μʼ ἄγαλμʼ ἀνέθηκαν Ὀλυμπίῳ ἐκ χερονήσου τεῖχος ἑλόντες Ἀράτου· ἐπῆρχε δὲ Μιλτιάδης σφίν. | Upon the horn is an epigram inscribed in ancient Attic letters: "To Olympian Zeus they dedicated me as a gift, having captured Aratus' stronghold from the Chersonese; Miltiades led them." | καί ἐπίγραμμα ἐπί ὁ κέρας εἰμί ἀρχαῖος Ἀττικός γράμμα ζήν ἐγώ ἄγαλμα ἀνατίθημι Ὀλύμπιος ἐκ χερρόνησος τεῖχος αἱρέω Ἄρατος ἐπάρχω δέ Μιλτιάδης σφεῖς | 0 |
| 6.19.6 | 3 | κεῖται δὲ καὶ ἄγαλμα πύξινον Ἀπόλλωνος ἐπιχρύσου τὴν κεφαλήν· | There is also an image of Apollo made from boxwood, whose head is covered with gold; | κεῖμαι δέ καί ἄγαλμα πυξίνος Ἀπόλλων ἐπιχρύσσω ὁ κεφαλή | 0 |
| 6.19.6 | 4 | ἀνατεθῆναι δὲ ὑπὸ Λοκρῶν φησι τῶν πρὸς Ζεφυρίῳ τῇ ἄκρᾳ, Πατροκλέα δὲ εἶναι Κατίλλου Κροτωνιάτην τὸν εἰργασμένον. | He says it was dedicated by the Locrians near the promontory of Zephyrium, and that the artist was Patrocles of Croton, son of Catillus. | ἀνατίθημι δέ ὑπό Λοκρός φημί ὁ πρός Ζεφυρίος ὁ ἄκρος Πατροκλῆς δέ εἰμί κατίλλω Κροτωνιάτης ὁ ἐργάζομαι | 0 |
| 6.19.7 | 1 | ἐφεξῆς δὲ τῷ Σικυωνίων ἐστὶν ὁ Καρχηδονίων θησαυρός, Ποθαίου τέχνη καὶ Ἀντιφίλου τε καὶ Μεγακλέους · ἀναθήματα δὲ ἐν αὐτῷ Ζεὺς μεγέθει μέγας καὶ θώρακες λινοῖ τρεῖς ἀριθμόν, | Next to the treasury of the Sicyonians stands that of the Carthaginians, a work by Pothaios, Antiphilos, and Megakles; its dedications include a statue of Zeus of great size, and three linen breastplates. | ἐφεξῆς δέ ὁ Σικυώνιος εἰμί ὁ Καρχηδόνιος θησαυρός ποθαῖος τέχνη καί Ἀντίφιλος τε καί Μεγακλέης ἀνάθημα δέ ἐν αὐτός Ζεύς μέγεθος μέγας καί θώραξ λίνον τρεῖς ἀριθμός | 0 |
| 6.19.7 | 2 | Γέλωνος δὲ ἀνάθημα καὶ Συρακοσίων Φοίνικας ἤτοι τριήρεσιν ἢ καὶ πεζῇ μάχῃ κρατησάντων. | There is also an offering by Gelon and the Syracusans, who defeated the Phoenicians either in a naval or in a land battle. | Γέλων δέ ἀνάθημα καί Συρακόσιος φοῖνιξ ἤτοι τριήρης ἤ καί πεζῇ μάχη κρατέω | 0 |
| 6.19.8 | 1 | ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος ἀνάθημά ἐστιν Ἐπιδαμνίων ἔχει μὲν πόλον ἀνεχόμενον ὑπὸ Ἄτλαντος, ἔχει δὲ Ἡρακλέα καὶ δένδρον τὸ παρὰ Ἑσπερίσι, τὴν μηλέαν, καὶ περι ελ ειλιγμένον τῇ μηλέᾳ τὸν δράκοντα, κέδρου μὲν καὶ ταῦτα, Θεοκλέους δὲ ἔργα τοῦ Ἡγύλου· | The third and the fourth treasuries are offerings from the Epidamnians. | ὁ δέ τρίτος ὁ θησαυρός καί ὁ τέταρτος ἀνάθημα εἰμί ἐπιδάμνιος ἔχω μέν πόλος ἀνέχομαι ὑπό Ἄτλας ἔχω δέ Ἡρακλῆς καί δένδρον ὁ παρά ἑσπέριος ὁ μηλέα καί περί ἐλ εἰλιγμένος ὁ μηλέα ὁ δράκων κέδρος μέν καί οὗτος Θεοκλῆς δέ ἔργον ὁ ἦλος | 0 |
| 6.19.8 | 2 | ποιῆσαι δὲ αὐτὸν ὁμοῦ τῷ παιδί φησι τὰ ἐπὶ τοῦ πόλου γράμματα. | They contain a carved representation of Atlas holding up the heavens, as well as Heracles and the tree of the Hesperides, the apple-tree, around which is coiled the dragon. | ποιέω δέ αὐτός ὁμοῦ ὁ παῖς φημί ὁ ἐπί ὁ πόλος γράμμα | 0 |
| 6.19.8 | 3 | αἱ δὲ Ἑσπερίδες ---μετεκινήθησαν γὰρ ὑπὸ Ἠλείων---αὗται μὲν ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐν τῷ Ἡραίῳ· | These too are made of cedar-wood and are the work of Theocles, the son of Hegylus. | ὁ δέ Ἑσπερίς μετακινέω γάρ ὑπό Ἠλεῖος οὗτος μέν ἔτι καί εἰς ἐγώ εἰμί ἐν ὁ Ἡραῖος | 0 |
| 6.19.8 | 4 | τὸν δὲ θησαυρὸν τοῖς Ἐπιδαμνίοις Πύρρος καὶ οἱ παῖδες Λακράτης τε καὶ Ἕρμων ἐποίησαν. | An inscription upon the heavens says that he made it together with his son. | ὁ δέ θησαυρός ὁ ἐπιδάμνιος πύρρος καί ὁ παῖς Λακράτης τε καί ἕρμα ποιέω | 0 |
| 6.19.9 | 1 | ᾠκοδόμησαν δὲ καὶ Συβαρῖται θησαυρὸν ἐχόμενον τοῦ Βυζαντίων· | The Sybarites also built a treasury next to that of the Byzantines. | οἰκοδομέω δέ καί Συβαρίτης θησαυρός κεῖμαι ὁ βυζάντιον | 0 |
| 6.19.9 | 2 | ὁπόσοι δὲ περὶ Ἰταλίας καὶ πόλεων ἐπολυπραγμόνησαν τῶν ἐν αὐτῇ, Λουπίας φασὶ κειμένην Βρεντεσίου τε μεταξὺ καὶ Ὑδροῦντος μεταβεβληκέναι τὸ ὄνομα, Σύβαριν οὖσαν τὸ ἀρχαῖον· | Those who have carefully studied Italy and its cities say that Lupiae, located between Brundisium and Hydrus, had changed its name from what was originally Sybaris. | ὁπόσος δέ περί Ἰταλία καί πόλις πολυπραγμονέω ὁ ἐν αὐτός λουπίας φημί κεῖμαι βρεντέσιον τε μεταξύ καί ὑδροῦς μεταβάλλω ὁ ὄνομα Σύβαρις εἰμί ὁ ἀρχαῖος | 0 |
| 6.19.9 | 3 | ὁ δὲ ὅρμος ταῖς ναυσὶ χειροποίητος καὶ Ἀδριανοῦ βασιλέως ἐστὶν ἔργον. | The harbor there, which serves as a port for ships, was artificially constructed through the efforts of Emperor Hadrian. | ὁ δέ ὅρμος ὁ ναῦς χειροποίητος καί Ἀδριανός βασιλεύς εἰμί ἔργον | 0 |
| 6.19.10 | 1 | πρὸς δὲ τῷ Συβαριτῶν Λιβύων ἐστὶ τῶν ἐν Κυρήνῃ θησαυρός· | Near the treasury of the Sybarites stands the treasury of the Libyans from Cyrene. | πρός δέ ὁ Συβαρίτης Λίβυς εἰμί ὁ ἐν Κυρήνη θησαυρός | 0 |
| 6.19.10 | 2 | κεῖνται δὲ βασιλεῖς ἐν αὐτῷ Ῥωμαίων. | Within it lie Roman kings. | κεῖμαι δέ βασιλεύς ἐν αὐτός Ῥωμαῖος | 0 |
| 6.19.10 | 3 | Σικελιώτας δὲ Σελινουντίους ἀνέστησαν μὲν Καρχηδόνιοι πολέμῳ· | The Selinuntians, Sicilian inhabitants, were driven from their homes by war against the Carthaginians. | Σικελιώτης δέ Σελινούς ἀνίστημι μέν Καρχηδόνιος πόλεμος | 0 |
| 6.19.10 | 4 | πρὶν δὲ ἢ τὴν συμφορὰν γενέσθαι σφίσι, θησαυρὸν τῷ ἐν Ὀλυμπίᾳ Διὶ ἐποίησαν. | Yet prior to their misfortune they dedicated a treasury to Zeus in Olympia. | πρίν δέ ἤ ὁ συμφορά γίγνομαι σφεῖς θησαυρός ὁ ἐν Ὀλυμπία Ζεύς ποιέω | 0 |
| 6.19.10 | 5 | Διόνυσος δέ ἐστιν ἐνταῦθα πρόσωπον καὶ ἄκρους πόδας καὶ τὰς χεῖρας ἐλέφαντος εἰργασμένος. | Inside it stands a Dionysus, whose face, as well as hands and feet, are made of ivory. | Διόνυσος δέ εἰμί ἐνταῦθα πρόσωπον καί ἄκρος πούς καί ὁ χείρ ἐλέφας ἐργάζομαι | 0 |
| 6.19.11 | 1 | ἐν δὲ τῷ Μεταποντίνων θησαυρῷ---προσεχὴς γὰρ τῷ Σελινουντίων ἐστὶν οὗτος---ἐν τούτῳ πεποιημένος ἐστὶν Ἐνδυμίων· | In the treasury of the Metapontines—this treasury is next to that of the Selinuntians—there is a statue of Endymion made there. | ἐν δέ ὁ Μεταπόντιος θησαυρός προσεχής γάρ ὁ Σελινούς εἰμί οὗτος ἐν οὗτος ποιέω εἰμί Ἐνδυμίων | 0 |
| 6.19.11 | 2 | πλὴν δὲ ἐσθῆτός ἐστι τὰ λοιπὰ καὶ τῷ Ἐνδυμίωνι ἐλέφαντος. | Apart from his garment, the rest of Endymion’s figure is of ivory. | πλήν δέ ἐσθής εἰμί ὁ λοιπός καί ὁ Ἐνδυμίων ἐλέφας | 0 |
| 6.19.11 | 3 | Μεταποντίνους δὲ ἥτις μὲν ἐπέλαβεν ἀπολέσθαι πρόφασις, οὐκ οἶδα· | I do not know what circumstance befell the Metapontines causing their destruction; | Μεταπόντιος δέ ὅστις μέν ἐπιλαμβάνω ἀπόλλυμι πρόφασις οὐ οἶδα | 0 |
| 6.19.11 | 4 | ἐπʼ ἐμοῦ δὲ ὅτι μὴ θέατρον καὶ περίβολοι τείχους ἄλλο ἐλείπετο οὐδὲν Μεταποντίου. | but in my day nothing remained of Metapontum except a theater and the circuit walls. | ἐπί ἐγώ δέ ὅτι μή θέατρον καί περίβολος τεῖχος ἄλλος λείπω οὐδέν Μεταπόντιος | 0 |
| 6.19.12 | 1 | Μεγαρεῖς δὲ οἱ πρὸς τῇ Ἀττικῇ θησαυρόν τε ᾠκοδομήσαντο καὶ ἀναθήματα ἀνέθεσαν ἐς τὸν θησαυρὸν κέδρου ζῴδια χρυσῷ διηνθισμένα, τὴν πρὸς Ἀχελῷον Ἡρακλέους μάχην· Ζεὺς δὲ ἐνταῦθα καὶ ἡ Δηιάνειρα καὶ Ἀχελῷος καὶ Ἡρακλῆς ἐστιν, Ἄρης τε τῷ Ἀχελῴῳ βοηθῶν. | The Megarians who border Attica built a treasury, dedicating therein certain votive offerings, carved figures of cedar wood adorned with gold, depicting the battle between Heracles and Achelous. | Μεγαρεύς δέ ὁ πρός ὁ Ἀττική θησαυρός τε οἰκοδομέω καί ἀνάθημα ἀνατίθημι εἰς ὁ θησαυρός κέδρος ζῴδιον χρυσός διηνθισμένος ὁ πρός Ἀχελῷος Ἡρακλῆς μάχη Ζεύς δέ ἐνταῦθα καί ὁ Δηιάνειρα καί Ἀχελώιος καί Ἡρακλῆς εἰμί Ἄρης τε ὁ Ἀχελῷος βοάω | 0 |
| 6.19.12 | 2 | εἱστήκει δὲ καὶ Ἀθηνᾶς ἄγαλμα ἅτε οὖσα τῷ Ἡρακλεῖ σύμμαχος· αὕτη παρὰ τὰς Ἑσπερίδας ἀνάκειται νῦν τὰς ἐν τῷ Ἡραίῳ. | Zeus appears here, as do Deianeira, Achelous and Heracles himself, and also Ares supporting Achelous. | ἵστημι δέ καί Ἀθηνᾶ ἄγαλμα ἅτε εἰμί ὁ Ἡρακλῆς σύμμαχος οὗτος παρά ὁ Ἑσπερίς ἀνάκειμαι νῦν ὁ ἐν ὁ Ἡραῖος | 0 |
| 6.19.13 | 1 | τοῦ θησαυροῦ δὲ ἐπείργασται τῷ ἀετῷ ὁ γιγάντων καὶ θεῶν πόλεμος· ἀνάκειται δὲ καὶ ἀσπὶς ὑπὲρ τοῦ ἀετοῦ, τοὺς Μεγαρέας ἀπὸ Κορινθίων ἀναθεῖναι τὸν θησαυρὸν λέγουσα. | On the treasury is carved the battle of gods and giants, as decoration for the pediment; and placed above the pediment is also a shield, declaring that the Megarians dedicated the treasury from spoils taken from the Corinthians. | ὁ θησαυρός δέ ἐπεργάζομαι ὁ ἀετός ὁ γίγας καί θεός πόλεμος ἀνάκειμαι δέ καί ἀσπίς ὑπέρ ὁ ἀετός ὁ Μεγαρεύς ἀπό Κορινθιος ἀνατίθημι ὁ θησαυρός λέγουσα | 0 |
| 6.19.13 | 2 | ταύτην Μεγαρεῦσιν ἡγοῦμαι τὴν νίκην Ἀθήνῃσιν ἄρχοντος γενέσθαι Φόρβαντος, ἄρχοντος δὲ διὰ τοῦ αὑτοῦ βίου παντός· | I hold that this victory of the Megarians occurred when Phorbas was archon at Athens, an archon who held office throughout his entire lifetime. | οὗτος Μεγαρεύς ἡγέομαι ὁ νίκη Ἀθήνησι ἄρχων γίγνομαι φόρβανος ἄρχων δέ διά ὁ ἑαυτοῦ βίος πᾶς | 0 |
| 6.19.13 | 3 | ἐνιαύσιαι γὰρ οὐκ ἦσάν πω τότε Ἀθηναίοις αἱ ἀρχαί, οὐ μὴν οὐδὲ ὑπὸ Ἠλείων ἀνεγράφοντό πω τηνικαῦτα αἱ Ὀλυμπιάδες. | At that time, the Athenians had not yet established annual magistracies, nor had the Olympiads yet begun to be recorded by the Eleans. | ἐνιαύσιος γάρ οὐ εἰμί πω τότε Ἀθηναῖος ὁ ἀρχή οὐ μήν οὐδέ ὑπό Ἠλεῖος ἀναγράφω πω τηνικαῦτα ὁ Ὀλυμπιάς | 0 |
| 6.19.14 | 1 | λέγονται δὲ καὶ Ἀργεῖοι μετασχεῖν πρὸς τοὺς Κορινθίους Μεγαρεῦσι τοῦ ἔργου. | It is said that the Argives also took part with the Corinthians in this deed against the Megarians. | λέγω δέ καί Ἀργεῖος μετέχω πρός ὁ Κορίνθιος Μεγαρεύς ὁ ἔργον | 0 |
| 6.19.14 | 2 | τὸν δὲ ἐν Ὀλυμπίᾳ θησαυρὸν ἔτεσιν ὕστερον τῆς μάχης ἐποίησαν οἱ Μεγαρεῖς· | As for the treasury in Olympia, the Megarians built it some years after the battle. | ὁ δέ ἐν Ὀλυμπία θησαυρός ἔτος ὕστερον ὁ μάχη ποιέω ὁ Μεγαρεύς | 0 |
| 6.19.14 | 3 | τὰ δὲ ἀναθήματα ἐκ παλαιοῦ σφᾶς ἔχειν εἰκός, ἅ γε ὁ Λακεδαιμόνιος †Δόντας Διποίνου καὶ Σκύλλιδος μαθητὴς ἐποίησε. | But the offerings contained within it are likely to have been theirs from earlier times, works made by the Lacedaemonian Dontas, a pupil of Dipoenus and Scyllis. | ὁ δέ ἀνάθημα ἐκ παλαιός σφεῖς ἔχω εἰκός ὅς γε ὁ λακεδαιμόνιος δίδωμι δίποινος καί Σκύλλιδος μαθητής ποιέω | 0 |
| 6.19.15 | 1 | τελευταῖος δὲ τῶν θησαυρῶν πρὸς αὐτῷ μέν ἐστιν ἤδη τῷ σταδίῳ, Γελῴων δὲ ἀνάθημα τόν τε θησαυρὸν καὶ τὰ ἀγάλματα εἶναι τὰ ἐν αὐτῷ λέγει τὸ ἐπίγραμμα· | The last of the treasuries stands already next to the stadium itself. | τελευταῖος δέ ὁ θησαυρός πρός αὐτός μέν εἰμί ἤδη ὁ στάδιον γελάω δέ ἀνάθημα ὁ τε θησαυρός καί ὁ ἄγαλμα εἰμί ὁ ἐν αὐτός λέγω ὁ ἐπίγραμμα | 0 |
| 6.19.15 | 2 | οὐ μέντοι ἀνακείμενά γε ἔτι ἀγάλματά ἐστιν. | The inscription says that this treasury, as well as the statues within it, was dedicated by the Geloans. | οὐ μέντοι ἀνακείμενος γε ἔτι ἄγαλμα εἰμί | 0 |