Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.7.1 | 1 | ταῦτα μὲν δὴ ἐς τοσοῦτο εἰρήσθω· | Let this suffice as regards these matters. | οὗτος μέν δή εἰς τοσοῦτος εἴρω | 0 |
| 6.7.1 | 2 | μετὰ δὲ τὸν ἀνδριάντα τοῦ Εὐθύμου Πύθαρχός τε ἕστηκε Μαντινεὺς σταδιοδρόμος καὶ πύκτης Ἠλεῖος Χαρμίδης, λαβόντες νίκας ἐπὶ παισί. | After the statue of Euthymus, there stands Pytharchus of Mantinea, a runner in the stadion, and Charmides of Elis, a boxer; both had won victories as boys. | μετά δέ ὁ ἀνδριάς ὁ εὔθυμος πύθαρχος τε ἵστημι Μαντινεύς σταδιοδρόμος καί πύκτης ἠλεῖος Χαρμίδης λαμβάνω νίκη ἐπί παῖς | 0 |
| 6.7.1 | 3 | θεασάμενος δὲ καὶ τούτους ἐπὶ τῶν Ῥοδίων ἀθλητῶν ἀφίξῃ τὰς εἰκόνας, Διαγόραν καὶ τὸ ἐκείνου γένος· | After observing these figures, you reach the images of the Rhodian athletes, Diagoras and his family. | θεάομαι δέ καί οὗτος ἐπί ὁ Ῥόδιος ἀθλητής ἀφικνέομαι ὁ εἰκών Διαγόρας καί ὁ ἐκεῖνος γένος | 0 |
| 6.7.1 | 4 | οἱ δὲ συνεχεῖς τε ἀλλήλοις καὶ ἐν κόσμῳ τοιῷδε ἀνέκειντο, Ἀκουσίλαος μὲν λαβὼν πυγμῆς ἐν ἀνδράσι στέφανον, Δωριεὺς δὲ ὁ νεώτατος παγκρατίῳ νικήσας Ὀλυμπιάσιν ἐφεξῆς τρισί. | They are placed together in a continuous group, in the following order: Acusilaus, who gained a crown in boxing among men, and next the youngest, Dorieus, who won the pankration at Olympia three consecutive times. | ὁ δέ συνεχής τε ἀλλήλων καί ἐν κόσμος τοιοῦτος ἀνακεῖμαι Ἀκουσίλαος μέν λαμβάνω πυγμή ἐν ἀνήρ στέφανος Δωριεύς δέ ὁ νεώτατος παγκράτιον νικάω Ὀλυμπιάς ἐφεξῆς τρισί | 0 |
| 6.7.1 | 5 | πρότερον δὲ ἔτι τοῦ Δωριέως ἐκράτησε καὶ Δαμάγητος τοὺς ἐσελθόντας ἐς τὸ παγκράτιον. | Even before Dorieus, Damagetus had also triumphed over all who entered the pankration. | πρότερον δέ ἔτι ὁ Δωριεύς κρατέω καί δαμάγητος ὁ εἰσέρχομαι εἰς ὁ παγκράτιον | 0 |
| 6.7.2 | 1 | οὗτοι μὲν ἀδελφοί τέ εἰσι καὶ Διαγόρου παῖδες, ἐπὶ δὲ αὐτοῖς κεῖται καὶ ὁ Διαγόρας, πυγμῆς ἐν ἀνδράσιν ἀνελόμενος νίκην· | These men are brothers, sons of Diagoras, and upon them stands Diagoras himself, who gained victory in boxing among men. | οὗτος μέν ἀδελφός τε εἰμί καί Διάγορας παῖς ἐπί δέ αὐτός κεῖμαι καί ὁ Διαγόρας πυγμή ἐν ἀνήρ ἀναιρέω νίκη | 0 |
| 6.7.2 | 2 | τοῦ Διαγόρου δὲ τὴν εἰκόνα Μεγαρεὺς εἰργάσατο Καλλικλῆς Θεοκόσμου τοῦ ποιήσαντος τὸ ἄγαλμα ἐν Μεγάροις τοῦ Διός. | The statue of Diagoras was made by Kallikles the Megarian, son of Theokosmos, who also fashioned the statue of Zeus at Megara. | ὁ Διάγορας δέ ὁ εἰκών Μεγαρεύς ἐργάζομαι Καλλικλῆς θεόκοσμος ὁ ποιέω ὁ ἄγαλμα ἐν μέγαρον ὁ Ζεύς | 0 |
| 6.7.2 | 3 | Διαγόρου δὲ καὶ οἱ τῶν θυγατέρων παῖδες πύξ τε ἤσκησαν καὶ ἔσχον Ὀλυμπικὰς νίκας, ἐν μὲν ἀνδράσιν Εὐκλῆς Καλλιάνακτός τε ὢν καὶ Καλλιπατείρας τῆς Διαγόρου, Πεισίροδος δὲ ἐν παισίν, ὃν ἡ μήτηρ ἀνδρὸς ἐπιθεμένη γυμναστοῦ σχῆμα ἐπὶ τῶν Ὀλυμπίων αὐτὴ τὸν ἀγῶνα ἤγαγεν· | The sons of Diagoras’ daughters also trained in boxing and achieved Olympic victories: Eukles, son of Kallianax and Callipateira, daughter of Diagoras, among men; and Peisirodus among boys, whose mother herself accompanied him to Olympia disguised as a male trainer and attended the contest. | Διάγορας δέ καί ὁ ὁ θυγάτηρ παῖς πύξ τε ἀσκέω καί ἔχω Ὀλυμπικός νίκη ἐν μέν ἀνήρ εὐκλῆς Καλλιάναξ τε εἰμί καί Καλλιπάτειρα ὁ Διάγορας Πεισίροδος δέ ἐν πούς ὅς ὁ μήτηρ ἀνήρ ἐπιτίθημι γυμναστής σχῆμα ἐπί ὁ Ὀλύμπιοι αὐτός ὁ ἀγών ἄγω | 0 |
| 6.7.3 | 1 | οὗτος δὲ ὁ Πεισίροδος καὶ ἐν τῇ Ἄλτει παρὰ τῆς μητρὸς τὸν πατέρα ἕστηκε. | This same Peisirodos stands also in the Altis near his father, dedicated there by his mother. | οὗτος δέ ὁ Πεισίροδος καί ἐν ὁ ἄλσος παρά ὁ μήτηρ ὁ πατήρ ἵστημι | 0 |
| 6.7.3 | 2 | Διαγόραν δὲ καὶ ὁμοῦ τοῖς παισὶν Ἀκουσιλάῳ καὶ Δαμαγήτῳ λέγουσιν ἐς Ὀλυμπίαν ἐλθεῖν· | They say that Diagoras came to Olympia accompanied by his sons, Akousilaos and Damagetos. | Διαγόρας δέ καί ὁμοῦ ὁ παῖς Ἀκουσίλαος καί δαμαγήτης λέγω εἰς Ὀλυμπία ἔρχομαι | 0 |
| 6.7.3 | 3 | νικήσαντες δὲ οἱ νεανίσκοι διὰ τῆς πανηγύρεως τὸν πατέρα ἔφερον βαλλόμενόν τε ὑπὸ τῶν Ἑλλήνων ἄνθεσι καὶ εὐδαίμονα ἐπὶ τοῖς παισὶ καλούμενον. | After the young men achieved victory, they carried their father through the assembly, and the Greeks showered him with flowers, calling him blessed for his sons' triumph. | νικάω δέ ὁ νεανίσκος διά ὁ πανήγυρις ὁ πατήρ φέρω βάλλω τε ὑπό ὁ Ἕλλην ἄνθος καί εὐδαίμων ἐπί ὁ παῖς καλέω | 0 |
| 6.7.3 | 4 | γένος δὲ ὁ Διαγόρας τὸ ἐξ ἀρχῆς Μεσσήνιος πρὸς γυναικῶν ἦν καὶ ἀπὸ τῆς Ἀριστομένους ἐγεγόνει θυγατρός. | By descent Diagoras was originally of Messenian stock on his mother's side, being descended from a daughter of Aristomenes. | γένος δέ ὁ Διαγόρας ὁ ἐκ ἀρχή Μεσσήνιος πρός γυνή εἰμί καί ἀπό ὁ Ἀριστομένης γίγνομαι θυγάτηρ | 0 |
| 6.7.4 | 1 | Δωριεῖ δὲ τῷ Διαγόρου παρὲξ ἢ Ὀλυμπίασιν Ἰσθμίων μὲν γεγόνασιν ὀκτὼ νῖκαι, Νεμείων δὲ ἀποδέουσαι μιᾶς ἐς τὰς ὀκτώ· | Dorieus, the son of Diagoras, besides his Olympian victory, won eight victories at the Isthmian games, and at the Nemean games he had seven victories, one short of eight. | Δωριεύς δέ ὁ Διάγορας πάρειμι ἤ Ὀλυμπιάς Ἰσθμός μέν γίγνομαι ὀκτώ νίκη Νέμειος δέ ἀποδέω εἷς εἰς ὁ ὀκτώ | 0 |
| 6.7.4 | 2 | λέγεται δὲ καὶ ὡς Πύθια ἀνέλοιτο ἀκονιτί. | It is also said that he gained a victory in the Pythian games without competition. | λέγω δέ καί ὡς Πύθια ἀναιρέω ἀκονιτί | 0 |
| 6.7.4 | 3 | ἀνηγορεύοντο δὲ οὗτός τε καὶ ὁ Πεισίροδος Θούριοι, διωχθέντες ὑπὸ τῶν ἀντιστασιωτῶν ἐκ τῆς Ῥόδου καὶ ἐς Ἰταλίαν παρὰ Θουρίους ἀπελθόντες. | He and Peisirodus, both of Thurii, were announced as such because they had been driven from Rhodes by their political opponents and had gone to Thurii in Italy. | ἀνηγορέω δέ οὗτος τε καί ὁ Πεισίροδος θούριος διώκω ὑπό ὁ ἀντιστασιώτης ἐκ ὁ Ῥόδος καί εἰς Ἰταλία παρά θούριος ἀπέρχομαι | 0 |
| 6.7.4 | 4 | χρόνῳ δὲ ὕστερον κατῆλθεν ὁ Δωριεὺς ἐς Ῥόδον· καὶ φανερώτατα δὴ ἁπάντων ἀνὴρ εἷς φρονήσας οὗτος τὰ Λακεδαιμονίων φαίνεται, ὥστε καὶ ἐναυμάχησεν ἐναντία Ἀθηναίων ναυσὶν οἰκείαις, ἐς ὃ τριήρων ἁλοὺς Ἀττικῶν ἀνήχθη ζῶν παρὰ Ἀθηναίους. | Later, after some time had passed, Dorieus returned to Rhodes, and of all men he appears most clearly to have shown great loyalty toward the Spartans, so much so that he even fought at sea with his own ships against the Athenians, until, captured by Attic triremes, he was brought alive to Athens. | χρόνος δέ ὕστερον κατέρχομαι ὁ Δωριεύς εἰς ῥόδον καί φανερός δή ἁπᾶς ἀνήρ εἷς φρονέω οὗτος ὁ Λακεδαιμόνιος φαίνω ὥστε καί ναυμαχέω ἐναντίος Ἀθηναῖος ναῦς οἰκεῖος εἰς ὅς τριήρης ἁλίσκομαι Ἀττικός ἀνάγω ζάω παρά Ἀθηναῖος | 0 |
| 6.7.5 | 1 | οἱ δὲ Ἀθηναῖοι πρὶν μὲν ἢ Δωριέα παρὰ σφᾶς ἀναχθῆναι θυμῷ τε ἐς αὐτὸν καὶ ἀπειλαῖς ἐχρῶντο· | Before Dorieus was brought before them, the Athenians were filled with anger and threats against him. | ὁ δέ Ἀθηναῖος πρίν μέν ἤ Δωριεύς παρά σφεῖς ἀνάγω θυμός τε εἰς αὐτός καί ἀπειλή χράομαι | 0 |
| 6.7.5 | 2 | ὡς δὲ ἐς ἐκκλησίαν συνελθόντες ἄνδρα οὕτω μέγαν καὶ δόξης ἐς τοσοῦτο ἥκοντα ἐθεάσαντο ἐν σχήματι αἰχμαλώτου, μεταπίπτει σφίσιν ἐς αὐτὸν ἡ γνώμη καὶ ἀπελθεῖν ἀφιᾶσιν οὐδὲ ἔργον οὐδὲν ἄχαρι ἐργάζονται, παρόν σφισι πολλά τε καὶ σὺν τῷ δικαίῳ δρᾶσαι. | But when they assembled in the assembly and saw a man so great, whose reputation had reached such heights, reduced to the state of a prisoner, their opinion toward him changed: they let him depart and committed no harsh act, although many lawful actions were in their power. | ὡς δέ εἰς ἐκκλησία συνέρχομαι ἀνήρ οὕτως μέγας καί δόξα εἰς τοσοῦτος ἥκω θεάομαι ἐν σχῆμα αἰχμάλωτος μεταπίπτω σφεῖς εἰς αὐτός ὁ γνώμη καί ἀπέρχομαι ἀφίημι οὐδέ ἔργον οὐδέν ἄχαρις ἐργάζομαι παρών σφεῖς πολύς τε καί σύν ὁ δίκαιος δράω | 0 |
| 6.7.6 | 1 | τὰ δὲ ἐς τοῦ Δωριέως τὴν τελευτήν ἐστιν ἐν τῇ συγγραφῇ τῇ Ἀτθίδι Ἀνδροτίωνι εἰρημένα. | The events surrounding the death of Dorieus are recorded in the Attic History by Androtion. | ὁ δέ εἰς ὁ Δωριεύς ὁ τελευτή εἰμί ἐν ὁ συγραφή ὁ Ἀτθίς Ἀνδροτίων λέγω | 0 |
| 6.7.6 | 2 | εἶναι μὲν τηνικαῦτα ἐν Καύνῳ τὸ βασιλέως ναυτικὸν καὶ Κόνωνα ἐπʼ αὐτῷ στρατηγόν. | He writes that at that time the Persian king's fleet was at Caunus, and Conon was its commander. | εἰμί μέν τηνικαῦτα ἐν καύω ὁ βασιλεύς ναυτικός καί Κόνων ἐπί αὐτός στρατηγός | 0 |
| 6.7.6 | 3 | Ῥοδίων δὲ τὸν δῆμον πεισθέντα ὑπὸ τοῦ Κόνωνος ἀπὸ Λακεδαιμονίων μεταβαλέσθαι σφᾶς ἐς τὴν βασιλέως καὶ Ἀθηναίων συμμαχίαν, Δωριέα δὲ ἀποδημεῖν μὲν τότε ἐκ Ῥόδου περὶ τὰ ἐντὸς Πελοποννήσου χωρία. | He relates that the democratic party among the Rhodians was persuaded by Conon to abandon alliance with the Lacedaemonians and shift their support to the king and the Athenians, and that Dorieus was then abroad from Rhodes, traveling among the coastal lands within the Peloponnese. | Ῥόδιος δέ ὁ δῆμος πείθω ὑπό ὁ Κόνων ἀπό Λακεδαιμόνιος μεταβάλλω σφεῖς εἰς ὁ βασιλεύς καί Ἀθηναῖος συμμαχία Δωριεύς δέ ἀποδημέω μέν τότε ἐκ Ῥόδος περί ὁ ἐντός Πελοπόννησος χωρίον | 0 |
| 6.7.6 | 4 | συλληφθέντα δὲ ὑπὸ ἀνδρῶν Λακεδαιμονίων αὐτὸν καὶ ἀναχθέντα ἐς Σπάρτην ἀδικεῖν τε ὑπὸ Λακεδαιμονίων καταγνωσθῆναι καὶ ἐπιβληθῆναί οἱ θάνατον ζημίαν. | He was captured by the Lacedaemonians, taken back to Sparta, found guilty by them of wrongdoing, and sentenced to death. | συλλαμβάνω δέ ὑπό ἀνήρ Λακεδαιμόνιος αὐτός καί ἀνάγω εἰς Σπάρτη ἀδικέω τε ὑπό Λακεδαιμόνιος καταγιγνώσκω καί ἐπιβάλλω ὁ θάνατος ζημία | 0 |
| 6.7.7 | 1 | εἰ δὲ τὸν ὄντα εἶπεν Ἀνδροτίων λόγον, ἐθέλειν μοι φαίνεται Λακεδαιμονίους ἐς τὸ ἴσον ἔτι Ἀθηναίοις καταστῆσαι, ὅτι καὶ Ἀθηναίοις ἐς Θράσυλλον καὶ τοὺς ἐν Ἀργινούσαις ὁμοῦ τῷ Θρασύλλῳ στρατηγήσαντας προπετείας ἐστὶν ἔγκλημα. | But if Androtion has told the true story, it seems clear to me that the Lacedaemonians were eager to put themselves back on equal footing with the Athenians, since even the Athenians themselves accused Thrasyllus and those generals who served with him at Arginusae of reckless haste. | εἰ δέ ὁ εἰμί εἶπον Ἀνδροτίων λόγος ἐθέλω ἐγώ φαίνω Λακεδαιμόνιος εἰς ὁ ἴσος ἔτι Ἀθηναῖος καθίστημι ὅτι καί Ἀθηναῖος εἰς θράσυλλος καί ὁ ἐν Ἀργινοῦσαι ὁμοῦ ὁ Θράσυλλος στρατηγέω προπέτεια εἰμί ἔγκλημα | 0 |
| 6.7.7 | 2 | Διαγόρας μὲν δὴ καὶ τὸ ἀπʼ αὐτοῦ γένος δόξης ἐς τοσοῦτο ἀφίκοντο· | As for Diagoras himself and his descendants, they attained great renown. | Διαγόρας μέν δή καί ὁ ἀπό αὐτός γένος δόξα εἰς τοσοῦτος ἀφικνέομαι | 0 |
| 6.7.8 | 1 | ἐγένοντο δὲ καὶ Ἀλκαινέτῳ τῷ Θεάντου Λεπρεάτῃ καὶ αὐτῷ καὶ τοῖς παισὶν Ὀλυμπικαὶ νῖκαι. | Alcainetos, son of Theantos, a man from Lepreum, himself achieved Olympic victories, as did his sons. | γίγνομαι δέ καί Ἀλκαινέτης ὁ θεάντης Λεπρεάτης καί αὐτός καί ὁ παῖς Ὀλυμπικός νίκη | 0 |
| 6.7.8 | 2 | αὐτὸς μέν γε πυκτεύων ὁ Ἀλκαίνετος ἔν τε ἀνδράσι καὶ πρότερον ἔτι ἐπεκράτησεν ἐν παισίν· | Alcainetos was victorious in boxing among the men and had previously prevailed as a boy. | αὐτός μέν γε πυκτεύω ὁ Ἀλκαίνετος εἰμί τε ἀνήρ καί πρότερον ἔτι ἐπικρατέω ἐν πούς | 0 |
| 6.7.8 | 3 | Ἑλλάνικον δὲ τὸν Ἀλκαινέτου καὶ Θέαντον ἐπὶ πυγμῇ παίδων ἀναγορευθῆναι τὸν μὲν ἐνάτῃ πρὸς ταῖς ὀγδοήκοντα Ὀλυμπιάδι, τὸν δὲ τῇ ἐφεξῆς ταύτῃ συνέβη τὸν Θέαντον· | Hellanicus and Theantos, sons of Alcainetos, were proclaimed victors in boys' boxing, the former in the eighty-ninth Olympiad, and the latter in the subsequent Olympiad. | Ἑλλάνικος δέ ὁ Ἀλκαινέτος καί Θέαντος ἐπί πυγμή παῖς ἀναγορεύω ὁ μέν ἔνατος πρός ὁ ὀγδοήκοντα Ὀλυμπιάς ὁ δέ ὁ ἐφεξῆς οὗτος συμβαίνω ὁ Θέαντος | 0 |
| 6.7.8 | 4 | καί σφισιν ἀνδριάντες ἅπασιν ἐν Ὀλυμπίᾳ κεῖνται. | Statues of all these men stand in Olympia. | καί σφεῖς ἀνδριάς ἅπας ἐν Ὀλυμπία κεῖμαι | 0 |
| 6.7.9 | 1 | ἐπὶ δὲ τοῦ Ἀλκαινέτου τοῖς υἱοῖς Γνάθων τε Διπαιεὺς τῆς Μαιναλέων χώρας καὶ Λυκῖνος ἕστηκεν Ἠλεῖος· | Beside the sons of Alcainetos stand Gnathon, from Dipaia in the territory of Maenalus, and Lycinos, an Elean; | ἐπί δέ ὁ Ἀλκαινέτος ὁ υἱός γνάθων τε Διπαεύς ὁ Μαίναλος χώρα καί Λυκῖνος ἵστημι ἠλεῖος | 0 |
| 6.7.9 | 2 | κρατῆσαι δὲ Ὀλυμπίασι πυγμῇ παῖδας ὑπῆρξε καὶ τούτοις. | these two also achieved victories at Olympia in boys' boxing contests. | κρατέω δέ Ὀλυμπία πυγμή παῖς ὑπάρχω καί οὗτος | 0 |
| 6.7.9 | 3 | Γνάθωνα δὲ καὶ ἐς τὰ μάλιστα, ὅτε ἐνίκησεν, εἶναι νέον τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησί· | An epigram composed about Gnathon says that he was particularly young when he won his victory. | γνάθων δέ καί εἰς ὁ μάλιστα ὅτε νικάω εἰμί νέος ὁ ἐπίγραμμα ὁ ἐπί αὐτός φημί | 0 |
| 6.7.9 | 4 | Καλλικλέους δὲ τοῦ Μεγαρέως ποίημα ὁ ἀνδριάς ἐστιν. | The statue of Gnathon is the work of Kallikles of Megara. | Καλλικλῆς δέ ὁ Μεγαρεύς ποίημα ὁ ἀνδριάς εἰμί | 0 |
| 6.7.10 | 1 | ἀνὴρ δὲ ἐκ Στυμφήλου Δρομεὺς ὄνομα, καὶ δὴ καὶ ἔργον τοῦτο ἐπὶ δολίχῳ παρεσχημένος, δύο μὲν ἔσχεν ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ Ἰσθμίων τε τρεῖς καὶ ἐν Νεμέᾳ πέντε. | A man from Stymphalos named Dromeus, whose very name, Dromeus ("Runner"), matched his accomplishment in the long-distance race, won two victories at Olympia, the same number at Pytho, three at the Isthmian games, and five at Nemea. | ἀνήρ δέ ἐκ Στύμφηλος δρομεύς ὄνομα καί δή καί ἔργον οὗτος ἐπί δολιχός παρέχω δύο μέν ἔχω ἐν Ὀλυμπία νίκη τοσοῦτος δέ ἄλλος Πυθώ καί Ἰσθμός τε τρεῖς καί ἐν Νεμέα πέντε | 0 |
| 6.7.10 | 2 | λέγεται δὲ ὡς καὶ κρέας ἐσθίειν ἐπινοήσειε· τέως δὲ τοῖς ἀθληταῖς σιτία τυρὸν ἐκ τῶν ταλάρων εἶναι. | It is said that he was also the first to think of eating meat; previously, athletes relied on cheese from baskets for their nourishment. | λέγω δέ ὡς καί κρέας ἐσθίω ἐπινοέω τέως δέ ὁ ἀθλητής σίτος τυρός ἐκ ὁ τάλαρος εἰμί | 0 |
| 6.7.10 | 3 | τούτου μὲν δὴ Πυθαγόρας τὴν εἰκόνα, τὴν δὲ ἐφεξῆς ταύτῃ, πένταθλον Ἠλεῖον Πυθοκλέα, Πολύκλειτός ἐστιν εἰργασμένος. | His statue was made by Pythagoras, while the one next to it, representing the Elean pentathlete Pythocles, was crafted by Polycleitus. | οὗτος μέν δή Πυθαγόρας ὁ εἰκών ὁ δέ ἐφεξῆς οὗτος πένταθλον Ἠλεῖος Πυθοκλῆς Πολύκλειτος εἰμί ἐργάζομαι | 0 |