Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.9.1 | 1 | Θεογνήτῳ δὲ Αἰγινήτῃ πάλης μὲν στέφανον λαβεῖν ὑπῆρξεν ἐν παισί, τὸν δὲ ἀνδριάντα οἱ Πτόλιχος ἐποίησεν Αἰγινήτης. | Theognetus of Aegina won the crown for wrestling among boys, and his statue was made by Ptolichus the Aeginetan. | θεογνήτος δέ Αἰγινήτης πάλη μέν στέφανος λαμβάνω ὑπάρχω ἐν παῖς ὁ δέ ἀνδριάς ὁ πτόλις ποιέω Αἰγινήτης | 0 |
| 6.9.1 | 2 | διδάσκαλοι δὲ ἐγεγόνεσαν Πτολίχῳ μὲν Συννοῶν ὁ πατήρ, ἐκείνῳ δὲ Ἀριστοκλῆς Σικυώνιος, ἀδελφός τε Κανάχου καὶ οὐ πολὺ τὰ ἐς δόξαν ἐλασσούμενος. | The teacher of Ptolichus had been his father Synnoon, and Synnoon's teacher was Aristocles of Sicyon, a brother of Canachus and not much inferior to him in reputation. | διδάσκαλος δέ γίγνομαι πτολίεθρον μέν συννοέω ὁ πατήρ ἐκεῖνος δέ Ἀριστοκλῆς Σικυώνιος ἀδελφός τε Κανάχος καί οὐ πολύς ὁ εἰς δόξα ἐλασσόω | 0 |
| 6.9.1 | 3 | ἐφʼ ὅτῳ δὲ ὁ Θεόγνητος πίτυος τῆς γʼ ἡμέρου καὶ ῥοιᾶς φέρει καρπόν, ἐμοὶ μὲν οὐχ οἷά τε ἦν συμβαλέσθαι, τάχα δʼ ἂν Αἰγινήταις τισὶν ἐπιχώριος ἐς αὐτὰ ἂν εἴη λόγος. | But why the statue of Theognetus holds the fruit of a cultivated pine and a pomegranate, I was unable to conjecture; perhaps for certain Aeginetans some local story relates to this matter. | ἐπί ὅστις δέ ὁ θεόγνητος πίτυς ὁ γέ ἡμερός καί ῥοιά φέρω καρπός ἐγώ μέν οὐ οἷος τε εἰμί συμβάλλω τάχα δέ ἄν Αἰγινήτης τις ἐπιχώριος εἰς αὐτός ἄν εἴην λόγος | 0 |
| 6.9.2 | 1 | μετὰ δὲ τὴν εἰκόνα τοῦ ἀνδρὸς ὃν Ἠλεῖοί φασιν οὐ γραφῆναι μετὰ τῶν ἄλλων, ὅτι ἐπὶ κάλπης ἀνηγορεύθη δρόμῳ, μετὰ τούτου τὴν εἰκόνα Ξενοκλῆς τε Μαινάλιος ἕστηκε παλαιστὰς καταβαλὼν παῖδας καὶ Ἄλκετος Ἀλκίνου κρατήσας πυγμῇ παῖδας, Ἀρκὰς καὶ οὗτος ἐκ Κλείτορος· | Next to the statue of the man whom the Eleans claim was not recorded alongside the others because he was proclaimed as victor in the foot-race by drawing lots after a tied result, stands the image of Xenokles of Maenalus, who defeated his competitors in boys' wrestling; beside him is Alketos, son of Alkinous, of Cleitor, who gained victory in boys' boxing. | μετά δέ ὁ εἰκών ὁ ἀνήρ ὅς ἠλεῖοι φημί οὐ γράφω μετά ὁ ἄλλος ὅτι ἐπί κάλπη ἀνηγορεύω δρόμος μετά οὗτος ὁ εἰκών ξενοκλῆς τε Μαίναλος ἵστημι παλαιστής καταβάλλω παῖς καί ἀλκητός Ἀλκίνοος κρατέω πυγμή παῖς Ἀρκάς καί οὗτος ἐκ Κλείτωρ | 0 |
| 6.9.2 | 2 | καὶ τοῦ μὲν Κλέων , Ξενοκλέους δὲ τὸν ἀνδριάντα Πολύκλειτός ἐστιν εἰργασμένος. | Alketos' statue was made by Cleon, while that of Xenokles was executed by Polycleitus. | καί ὁ μέν Κλέων ξενοκλέης δέ ὁ ἀνδριάς Πολύκλειτος εἰμί ἐργάζομαι | 0 |
| 6.9.3 | 1 | Ἀριστεὺς δὲ Ἀργεῖος δολίχου μὲν νίκην ἔσχεν αὐτός, πάλης δὲ ὁ πατὴρ τοῦ Ἀριστέως Χείμων· | Aristeus, an Argive, himself gained the victory in the dolichos, while his father, Cheimon, was victorious in wrestling. | Ἀριστεύς δέ Ἀργεῖος δολιχός μέν νίκη ἔχω αὐτός πάλη δέ ὁ πατήρ ὁ Ἀριστεύς χείμων | 0 |
| 6.9.3 | 2 | ἑστήκασι μὲν δὴ ἐγγὺς ἀλλήλων, | Their statues stand near one another. | ἵστημι μέν δή ἐγγύς ἀλλήλων | 0 |
| 6.9.3 | 3 | ἐποίησε δὲ τὸν μὲν Παντίας Χῖος παρὰ τῷ πατρὶ δεδιδαγμένος Σωστράτῳ, αἱ δὲ εἰκόνες τοῦ Χείμωνος ἔργον ἐστὶν ἐμοὶ δοκεῖν τῶν δοκιμωτάτων Ναυκύδους , ἥ τε ἐν Ὀλυμπίᾳ καὶ ἡ ἐς τὸ ἱερὸν τῆς Εἰρήνης τὸ ἐν Ῥώμῃ κομισθεῖσα ἐξ Ἄργους. | The statue of Aristeus was made by Pantias of Chios, who had learned his craft from his father Sostratos, while the statues of Cheimon are, in my opinion, among the best works of Naucydes—both the one at Olympia and the one brought from Argos to Rome, placed in the sanctuary of Peace. | ποιέω δέ ὁ μέν Παντίας Χῖος παρά ὁ πατήρ διδάσκω Σωστράτος ὁ δέ εἰκών ὁ χειμών ἔργον εἰμί ἐγώ δοκέω ὁ δόκιμος Ναυκύδης ὅς τε ἐν Ὀλυμπία καί ὁ εἰς ὁ ἱερός ὁ εἰρήνη ὁ ἐν ῥώμη κομίζω ἐκ Ἄργος | 0 |
| 6.9.3 | 4 | λέγεται δὲ ὡς Ταυροσθένην καταπαλαίσειεν ὁ Χείμων τὸν Αἰγινήτην καὶ ὡς Ταυροσθένης τῇ Ὀλυμπιάδι τῇ ἐφεξῆς καταβάλοι τοὺς ἐσελθόντας ἐς τὴν πάλην | It is said that Cheimon defeated Taurosthenes of Aegina in wrestling, and that at the following Olympiad Taurosthenes overcame all who entered the wrestling competition. | λέγω δέ ὡς Ταυροσθένης καταπαλαίω ὁ χείμων ὁ Αἰγινήτης καί ὡς Ταυροσθένης ὁ Ὀλυμπιάς ὁ ἐφεξῆς καταβάλλω ὁ εἰσέρχομαι εἰς ὁ πάλη | 0 |
| 6.9.3 | 5 | καὶ ὡς ἐοικὸς Ταυροσθένει φάσμα ἐπʼ ἐκείνης τῆς ἡμέρας ἐν Αἰγίνῃ φανὲν ἀπαγγείλειε τὴν νίκην. | It is also told that on that same day a phantom resembling Taurosthenes appeared in Aegina and announced his victory. | καί ὡς ἔοικα Ταυροσθένης φάσμα ἐπί ἐκεῖνος ὁ ἡμέρα ἐν Αἴγινα φαίνω ἀπαγγέλλω ὁ νίκη | 0 |
| 6.9.4 | 1 | Φίλλην δὲ Ἠλεῖον κρατήσαντα παῖδας πάλῃ Σπαρτιάτης Κρατῖνος ἐποίησε. | The statue of Phillis, the Elean who defeated boys in wrestling, was made by the Spartan Cratinus. | φίλλος δέ Ἠλεῖος κρατέω παῖς πάλῃ Σπαρτιάτης Κρατῖνος ποιέω | 0 |
| 6.9.4 | 2 | τὰ δὲ ἐς τὸ ἅρμα τὸ Γέλωνος οὐ κατὰ ταὐτὰ δοξάζειν ἐμοί τε παρίστατο καὶ τοῖς πρότερον ἢ ἐγὼ τὰ ἐς αὐτὸ εἰρηκόσιν, οἳ Γέλωνος τοῦ ἐν Σικελίᾳ τυραννήσαντός φασιν ἀνάθημα εἶναι τὸ ἅρμα. | Regarding Gelon's chariot, my own view differs from that of earlier writers who have mentioned this matter before me. | ὁ δέ εἰς ὁ ἅρμα ὁ Γέλων οὐ κατά αὐτός δοξάζω ἐγώ τε παρίστημι καί ὁ πρότερον ἤ ἐγώ ὁ εἰς αὐτός εἴρηκα ὅς Γέλων ὁ ἐν Σικελία τυραννέω φημί ἀνάθημα εἰμί ὁ ἅρμα | 0 |
| 6.9.4 | 3 | ἐπίγραμμα μὲν δή ἐστιν αὐτῷ Γέλωνα Δεινομένους ἀναθεῖναι Γελῷον, καὶ ὁ χρόνος τούτῳ τῷ Γέλωνί ἐστι τῆς νίκης τρίτη πρὸς τὰς ἑβδομήκοντα Ὀλυμπιάδας· | These earlier authors claim the chariot was a dedication by Gelon, who ruled as tyrant in Sicily. | ἐπίγραμμα μέν δή εἰμί αὐτός γέλων δεινός ἀνατίθημι γελοῖος καί ὁ χρόνος οὗτος ὁ γελῶς εἰμί ὁ νίκη τρίτος πρός ὁ ἑβδομήκοντα Ὀλυμπιάς | 0 |
| 6.9.5 | 1 | Γέλων δὲ ὁ Σικελίας τυραννήσας Συρακούσας ἔσχεν Ὑβριλίδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἣν Τισικράτης ἐνίκα Κροτωνιάτης στάδιον. | Gelo, who became tyrant over Sicily, ruled Syracuse when Hybrilides was archon in Athens, in the second year of the seventy-second Olympiad, when Tisicrates of Croton won the stadion. | γέλων δέ ὁ Σικελία τυραννέω Συράκουσαι ἔχω ὑβριλίδης μέν Ἀθήνησι ἄρχων δεύτερος δέ ἔτος ὁ δεύτερος καί ἑβδομηκοστός Ὀλυμπιάς ὅς Τισικράτης νικάω Κροτωνιάτης στάδιον | 0 |
| 6.9.5 | 2 | δῆλα οὖν ὡς Συρακούσιον ἤδη καὶ οὐ Γελῷον ἀναγορεύειν αὑτὸν ἔμελλεν· | Clearly, therefore, he was already about to proclaim himself of Syracuse rather than of Gela. | δῆλος οὖν ὡς Συρακούσιος ἤδη καί οὐ γελοῖος ἀναγορεύω ἑαυτοῦ μέλλω | 0 |
| 6.9.5 | 3 | ἀλλὰ γὰρ ἰδιώτης εἴη ἄν τις ὁ Γέλων οὗτος, πατρός τε ὁμωνύμου τῷ τυράννῳ καὶ αὐτὸς ὁμώνυμος. | Yet indeed, this Gelo might have been a private citizen, having the same name as the tyrant and the same patronymic as his father. | ἀλλά γάρ ἰδιώτης εἴην ἄν τις ὁ γέλων οὗτος πατήρ τε ὁμώνυμος ὁ τύραννος καί αὐτός ὁμώνυμος | 0 |
| 6.9.5 | 4 | Γλαυκίας δὲ Αἰγινήτης τό τε ἅρμα καὶ αὐτῷ τῷ Γέλωνι ἐποίησε τὴν εἰκόνα. | Glaukias of Aegina made both the chariot and the statue of Gelo himself. | Γλαυκίας δέ Αἰγινήτης ὁ τε ἅρμα καί αὐτός ὁ γέλων ποιέω ὁ εἰκών | 0 |
| 6.9.6 | 1 | τῇ δὲ Ὀλυμπιάδι τῇ πρὸ ταύτης Κλεομήδην φασὶν Ἀστυπαλαιέα ὡς Ἴκκῳ πυκτεύων ἀνδρὶ Ἐπιδαυρίῳ τὸν Ἴκκον ἀποκτείνειεν ἐν τῇ μάχῃ. | In the Olympiad preceding this, they say Kleomedes of Astypalaia, boxing against Ikkos, a man from Epidaurus, killed Ikkos in the match. | ὁ δέ Ὀλυμπιάς ὁ πρό οὗτος Κλεομήδης φημί Ἀστυπαλαιεύς ὡς ἴκκος πυκτεύω ἀνήρ ἐπιδαύριος ὁ ἴκκος ἀποκτείνω ἐν ὁ μάχη | 0 |
| 6.9.6 | 2 | καταγνωσθεὶς δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν ἄδικα εἰργάσθαι καὶ ἀφῃρημένος τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆς λύπης καὶ ἀνέστρεψε μὲν ἐς Ἀστυπάλαιαν. | After the judges declared his actions illegal and stripped him of his victory, Kleomedes, driven mad by grief, returned to Astypalaia. | καταγιγνώσκω δέ ὑπό ὁ Ἑλλανοδίκης ἄδικος ἐργάζομαι καί ἀφαιρεῖν ὁ νίκη ἔκφρων γίγνομαι ὑπό ὁ λύπη καί ἀναστρέφω μέν εἰς Ἀστυπάλαια | 0 |
| 6.9.6 | 3 | διδασκαλείῳ δʼ ἐπιστὰς ἐνταῦθα ὅσον ἑξήκοντα ἀριθμὸν παίδων ἀνατρέπει τὸν κίονα ὃς τὸν ὄροφον ἀνεῖχεν. | There, entering a school, he overturned the pillar supporting the ceiling, crushing about sixty children. | διδασκαλεῖον δέ ἐφίστημι ἐνταῦθα ὅσος ἑξήκοντα ἀριθμός παῖς ἀνατρέπω ὁ κίων ὅς ὁ ὄροφος ἀνέχω | 0 |
| 6.9.7 | 1 | ἐμπεσόντος δὲ τοῦ ὀρόφου τοῖς παισί, καταλιθούμενος ὑπὸ τῶν ἀστῶν κατέφυγεν ἐς Ἀθηνᾶς ἱερόν· | But when the roof collapsed upon the children, he was stoned by the citizens and took refuge in the sanctuary of Athena. | ἐμπίπτω δέ ὁ ὀροφή ὁ παῖς καταλιθόομαι ὑπό ὁ ἄστυ καταφεύγω εἰς Ἀθηνᾶ ἱερόν | 0 |
| 6.9.7 | 2 | ἐσβάντος δὲ ἐς κιβωτὸν κειμένην ἐν τῷ ἱερῷ καὶ ἐφελκυσαμένου τὸ ἐπίθημα, κάματον ἐς ἀνωφελὲς οἱ Ἀστυπαλαιεῖς ἔκαμνον ἀνοίγειν τὴν κιβωτὸν πειρώμενοι· τέλος δὲ τὰ ξύλα τῆς κιβωτοῦ καταρρήξαντες, ὡς οὔτε ζῶντα Κλεομήδην οὔτε τεθνεῶτα εὕρισκον, ἀποστέλλουσιν ἄνδρας ἐς Δελφοὺς ἐρησομένους ὁποῖα ἐς Κλεομήδην τὰ συμβάντα ἦν. | Entering a chest lying in the temple and pulling down the lid upon himself, the people of Astypalaea wearied themselves in vain attempting to open the chest; finally, after breaking apart the wood of the chest, when they found neither the living nor the dead body of Kleomedes, they sent men to Delphi to ask the oracle about the fate of Kleomedes. | ἐμβαίνω δέ εἰς κιβωτός κεῖμαι ἐν ὁ ἱερός καί ἐφελκύω ὁ ἐπίθημα κάματος εἰς ἀνωφελής ὁ Ἀστυπαλαιεύς κάμνω ἀνοίγω ὁ κιβωτός πειράω τέλος δέ ὁ ξύλον ὁ κιβωτός καταρρήγνυμι ὡς οὔτε ζάω Κλεομήδης οὔτε θνῄσκω εὑρίσκω ἀποστέλλω ἀνήρ εἰς Δελφοί ἐρέομαι οἷος εἰς Κλεομήδης ὁ συμβαίνω εἰμί | 0 |
| 6.9.8 | 1 | τούτοις χρῆσαι τὴν Πυθίαν φασίν· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶ θʼ ἅ τε μηκέτι θνητὸν ἐόντα. | They say that the Pythia gave them this oracle: "Last of heroes is Kleomedes of Astypalaia, whom honor with sacrifices as one no longer mortal." | οὗτος χράομαι ὁ Πυθία φημί ὕστατος ἥρως Κλεομήδης Ἀστυπαλαιεύς ὅς θυσία τιμάω τε ὅς τε μηκέτι θνητός εἰμί | 0 |
| 6.9.8 | 2 | Κλεομήδει μὲν οὖν Ἀστυπαλαιεῖς ἀπὸ τούτου τιμὰς ὡς ἥρωι νέμουσι· | From that time onward, therefore, the people of Astypalaia have given Kleomedes the honors due to a hero. | Κλεομήδης μέν οὖν Ἀστυπαλαιεύς ἀπό οὗτος τιμή ὡς ἥρως νέμω | 0 |
| 6.9.9 | 1 | παρὰ δὲ τοῦ Γέλωνος τὸ ἅρμα ἀνάκειται Φίλων, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου. | Beside the chariot of Gelon stands the dedication of Philon, a work of art by Glaukias of Aegina. | παρά δέ ὁ Γέλων ὁ ἅρμα ἀνάκειμαι φίλος τέχνη ὁ Αἰγινήτης γλαυκίης | 0 |
| 6.9.9 | 2 | τούτῳ τῷ Φίλωνι Σιμωνίδης ὁ Λεωπρέπους ἐλεγεῖον δεξιώτατον ἐποίησε· | For this Philon, Simonides, son of Leoprepes, composed a most graceful elegiac couplet: | οὗτος ὁ φίλων Σιμωνίδης ὁ λεωπρεπής ἐλεγεῖον δεξιώτατος ποιέω | 0 |
| 6.9.9 | 3 | πατρὶς μὲν Κόρκυρα, Φίλων δʼ ὄνομʼ· | "My homeland is Corcyra, Philon my name. | πατρίς μέν Κόρκυρα φίλος δέ ὄνομα | 0 |
| 6.9.9 | 4 | εἰμὶ δὲ Γλαύκου υἱὸς καὶ νικῶ πὺξ δύʼ Ὀλυμπιάδας. | I am the son of Glaucus, and I won victories twice in boxing at Olympia." | εἰμί δέ Γλαῦκος υἱός καί νικάω πύξ δύο Ὀλυμπιάς | 0 |
| 6.9.9 | 5 | ἀνάκειται καὶ Μαντινεὺς Ἀγαμήτωρ, κρατήσας πυγμῇ παῖδας. | Also dedicated here is Agametor of Mantinea, who prevailed in boxing among the boys. | ἀνάκειμαι καί Μαντινεύς ἀγαμήτωρ κρατέω πυγμή παῖς | 0 |