Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.19.1 | 1 | ἔστι δὲ ἐν τῷ μεταξὺ τοῦ ναοῦ τε τῆς Λαφρίας καὶ τοῦ βωμοῦ πεποιημένον μνῆμα Εὐρυπύλου. | Between the temple of Artemis Laphria and her altar there is a constructed tomb of Eurypylus. | εἰμί δέ ἐν ὁ μεταξύ ὁ ναός τε ὁ Λαφρία καί ὁ βωμός ποιέω μνῆμα Εὐρύπυλος | 0 |
| 7.19.1 | 2 | τὰ δὲ ὅστις τε ὢν καὶ καθʼ ἥντινα αἰτίαν ἀφίκετο ἐς τὴν γῆν ταύτην, δηλώσει μοι καὶ ταῦτα ὁ λόγος προδιηγησαμένῳ πρότερον ὁποῖα ὑπὸ τοῦ Εὐρυπύλου τὴν ἐπιδημίαν τοῖς ἐνταῦθα ἦν τὰ παρόντα τοῖς ἀνθρώποις. | Who this man was, and for what reason he came into this land, will be made clear in my account, after I first recount the sufferings that his coming brought upon the inhabitants here. | ὁ δέ ὅστις τε εἰμί καί κατά ὅστις αἰτία ἀφικνέομαι εἰς ὁ γῆ οὗτος δηλόω ἐγώ καί οὗτος ὁ λόγος προδιηγέομαι πρότερον οἷος ὑπό ὁ Εὐρύπυλος ὁ ἐπιδημία ὁ ἐνταῦθα εἰμί ὁ παρών ὁ ἄνθρωπος | 0 |
| 7.19.1 | 3 | Ἰώνων τοῖς Ἀρόην καὶ Ἄνθειαν καὶ Μεσάτιν οἰκοῦσιν ἦν ἐν κοινῷ τέμενος καὶ ναὸς Ἀρτέμιδος Τρικλαρίας ἐπίκλησιν, καὶ ἑορτὴν οἱ Ἴωνες αὐτῇ καὶ παννυχίδα ἦγον ἀνὰ πᾶν ἔτος. | The Ionians inhabiting Aroe, Antheia, and Mesatis possessed in common a sacred precinct and temple dedicated to Artemis, surnamed Triklaria, and each year the Ionians celebrated a festival and all-night rites in her honour. | Ἴων ὁ ἀρόω καί Ἄνθεια καί Μέσᾱτις οἰκέω εἰμί ἐν κοινός τέμενος καί ναός Ἄρτεμις Τρικλαρία ἐπίκλησις καί ἑορτή ὁ Ἴων αὐτός καί παννυχίς ἄγω ἀνά πᾶς ἔτος | 0 |
| 7.19.1 | 4 | ἱερωσύνην δὲ εἶχε τῆς θεοῦ παρθένος, ἐς ὃ ἀποστέλλεσθαι παρὰ ἄνδρα ἔμελλε. | The priesthood of the goddess was held by a virgin, until the time came for her to be sent to a husband. | ἱερωσύνη δέ ἔχω ὁ θεός παρθένος εἰς ὅς ἀποστέλλω παρά ἀνήρ μέλλω | 0 |
| 7.19.2 | 1 | λέγουσιν οὖν συμβῆναί ποτε ὡς ἱερᾶσθαι μὲν τῆς θεοῦ Κομαιθὼ τὸ εἶδος καλλίστην παρθένον, τυγχάνειν δὲ αὐτῆς ἐρῶντα Μελάνιππον, τά τε ἄλλα τοὺς ἡλικιώτας καὶ ὄψεως εὐπρεπείᾳ μάλιστα ὑπερηρκότα. | They say, therefore, that it once happened that the priestess of the goddess was Comaetho, a maiden most beautiful in form, and that Melanippus fell in love with her, a youth who surpassed his contemporaries especially in the beauty of his appearance. | λέγω οὖν συμβαίνω ποτε ὡς ἱεράομαι μέν ὁ θεός Κομαιθώ ὁ εἶδος καλλίστη παρθένος τυγχάνω δέ αὐτός ἐράω Μελάνιππος ὁ τε ἄλλος ὁ ἡλικιώτης καί ὄψις εὐπρέπεια μάλιστα ὑπερήρκα | 0 |
| 7.19.2 | 2 | ὡς δὲ ὁ Μελάνιππος ἐς τὸ ἴσον τοῦ ἔρωτος ὑπηγάγετο τὴν παρθένον, ἐμνᾶτο αὐτὴν παρὰ τοῦ πατρός. | When Melanippus led the maiden equally into passion for him, he asked her in marriage from her father. | ὡς δέ ὁ Μελάνιππος εἰς ὁ ἴσος ὁ ἔρως ὑπάγω ὁ παρθένος μιμνήσκω αὐτός παρά ὁ πατήρ | 0 |
| 7.19.2 | 3 | ἕπεται δέ πως τῷ γήρᾳ τά τε ἄλλα ὡς τὸ πολὺ ἐναντιοῦσθαι νέοις καὶ οὐχ ἥκιστα ἐς τοὺς ἐρῶντας τὸ ἀνάλγητον, ὅπου καὶ Μελανίππῳ τότε ἐθέλοντι ἐθέλουσαν ἄγεσθαι Κομαιθὼ οὔτε παρὰ τῶν ἑαυτοῦ γονέων οὔτε παρὰ τῶν Κομαιθοῦς ἥμερον ἀπήντησεν οὐδέν. | Now it happens often that old age, generally opposing the young, becomes particularly harsh toward lovers. | ἕπομαι δέ πῶς ὁ γῆρας ὁ τε ἄλλος ὡς ὁ πολύς ἐναντιόομαι νέος καί οὐ ἥκιστα εἰς ὁ ἐράω ὁ ἀνάλγητος ὅπου καί Μελάνιππος τότε ἐθέλω ἐθέλω ἄγω Κομαιθώ οὔτε παρά ὁ ἑαυτοῦ γονεύς οὔτε παρά ὁ κομαιθούς ἥμερος ἀπαντάω οὐδείς | 0 |
| 7.19.3 | 1 | ἐπέδειξε δὲ ἐπὶ πολλῶν τε δὴ ἄλλων καὶ ἐν τοῖς Μελανίππου παθήμασιν, ὡς μέτεστιν ἔρωτι καὶ ἀνθρώπων συγχέαι νόμιμα καὶ ἀνατρέψαι θεῶν τιμάς, | He demonstrated, by many other examples and particularly through the sufferings of Melanippus, how love has the power to confound human customs and overturn the honors due the gods. | ἐπιδείκνυμι δέ ἐπί πολύς τε δή ἄλλος καί ἐν ὁ Μελανίων πάθημα ὡς μέτεστι ἔρως καί ἀνήρ συγχέω νόμιμον καί ἀνατρέπω θεός τιμή | 0 |
| 7.19.3 | 2 | ὅπου καὶ τότε ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ Κομαιθὼ καὶ Μελάνιππος καὶ ἐξέπλησαν τοῦ ἔρωτος τὴν ὁρμήν. | For it was there, in the sanctuary of Artemis, that Comaetho and Melanippus yielded to the full force of their passion. | ὅπου καί τότε ἐν ὁ ὁ Ἄρτεμις ἱερός Κομαιθώ καί Μελάνιππος καί ἐκπλήσσω ὁ ἔρως ὁ ὁρμή | 0 |
| 7.19.3 | 3 | καὶ οἱ μὲν ἔμελλον τῷ ἱερῷ καὶ ἐς τὸ ἔπειτα ἴσα καὶ θαλάμῳ χρήσεσθαι· | Thus, thenceforth the temple was destined to become to them no different from a bridal chamber. | καί ὁ μέν μέλλω ὁ ἱερός καί εἰς ὁ ἔπειτα ἴσος καί θαλάμη χράομαι | 0 |
| 7.19.3 | 4 | τοὺς δὲ ἀνθρώπους αὐτίκα ἐξ Ἀρτέμιδος μήνιμα ἔφθειρε, τῆς τε γῆς καρπὸν οὐδένα ἀποδιδούσης καὶ νόσοι σφίσιν οὐ κατὰ τὰ εἰωθότα καὶ ἀπʼ αὐτῶν θάνατοι πλείονες ἢ τὰ πρότερα ἐγίνοντο. | But immediately the wrath of Artemis brought ruin upon the people, since the earth yielded no produce and diseases beyond those ordinarily known came upon them, causing deaths among them in greater number than before. | ὁ δέ ἄνθρωπος αὐτίκα ἐκ Ἄρτεμις μήνιμα φθείρω ὁ τε γῆ καρπός οὐδείς ἀποδίδωμι καί νόσος σφεῖς οὐ κατά ὁ εἰώθα καί ἀπό αὐτός θάνατος πλείων ἤ ὁ πρότερος γίγνομαι | 0 |
| 7.19.4 | 1 | καταφυγόντων δὲ αὐτῶν ἐπὶ χρηστήριον τὸ ἐν Δελφοῖς, ἤλεγχεν ἡ Πυθία Μελάνιππον καὶ Κομαιθώ· | When they sought refuge at the oracle at Delphi, the Pythia revealed the guilt of Melanippus and Comaetho. | καταφεύγω δέ αὐτός ἐπί χρηστήριον ὁ ἐν Δελφοί ἐλέγχω ὁ Πυθία Μελάνιππος καί Κομαιθώ | 0 |
| 7.19.4 | 2 | καὶ ἐκείνους τε αὐτοὺς μάντευμα ἀφίκετο θῦσαι τῇ Ἀρτέμιδι καὶ ἀνὰ πᾶν ἔτος παρθένον καὶ παῖδα οἳ τὸ εἶδος εἶεν κάλλιστοι τῇ θεῷ θύειν. | An oracle came to these people themselves, commanding them to sacrifice to Artemis and, every year thereafter, to offer the goddess as sacrifice a maiden and a youth who were most beautiful in appearance. | καί ἐκεῖνος τε αὐτός μάντευμα ἀφικνέομαι θύω ὁ Ἄρτεμις καί ἀνά πᾶς ἔτος παρθένος καί παῖς ὅς ὁ εἶδος εἰμί καλός ὁ θεός θύω | 0 |
| 7.19.4 | 3 | ταύτης μὲν δὴ τῆς θυσίας ἕνεκα ὁ ποταμὸς ὁ πρὸς τῷ ἱερῷ τῆς Τρικλαρίας Ἀμείλιχος ἐκλήθη· | Indeed, because of this sacrifice, the river near the temple of Triclaria received the name Ameilichus ("Relentless"). | οὗτος μέν δή ὁ θυσία ἕνεκα ὁ ποταμός ὁ πρός ὁ ἱερός ὁ Τρικλαρία ἀμείλιχος καλέω | 0 |
| 7.19.5 | 1 | τέως δὲ ὄνομα εἶχεν οὐδέν. | Until then it had no name. | τέως δέ ὄνομα ἔχω οὐδείς | 0 |
| 7.19.5 | 2 | παίδων δὲ καὶ παρθένων ὁπόσοι μὲν ἐς τὴν θεὸν οὐδὲν εἰργασμένοι Μελανίππου καὶ Κομαιθοῦς ἕνεκα ἀπώλλυντο, αὐτοί τε οἰκτρότατα καὶ οἱ προσήκοντές σφισιν ἔπασχον, Μελάνιππον δὲ καὶ Κομαιθὼ συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι· | But concerning those youths and maidens who had committed no offense against the goddess yet nevertheless perished on account of Melanippus and Comaetho, both they themselves suffered most miserably, as did their relatives; on the other hand, Melanippus and Comaetho, I hold, escaped calamity. | παῖς δέ καί παρθένος ὁπόσος μέν εἰς ὁ θεός οὐδέν ἐργάζομαι Μελανίων καί κομαιθούς ἕνεκα ἀπόλλυμι αὐτός τε οἰκτρός καί ὁ προσήκω σφεῖς πάσχω Μελάνιππος δέ καί Κομαιθώ συμφορά ἐκτός γίγνομαι τίθημι | 0 |
| 7.19.5 | 3 | μόνον γὰρ δὴ ἀνθρώπῳ ψυχῆς ἐστιν ἀντάξιον κατορθῶσαί τινα ἐρασθέντα. | Indeed, for a human being, the only thing truly worth one's life is to succeed in love. | μόνος γάρ δή ἄνθρωπος ψυχή εἰμί ἀντάξιος κατορθόω τις ἐράω | 0 |
| 7.19.6 | 1 | παύσασθαι δὲ οὕτω λέγονται θύοντες τῇ Ἀρτέμιδι ἀνθρώπους. | They are said to have ceased in this way from the sacrifice of humans to Artemis. | παύω δέ οὕτως λέγω θύω ὁ Ἄρτεμις ἄνθρωπος | 0 |
| 7.19.6 | 2 | ἐκέχρητο δὲ αὐτοῖς πρότερον ἔτι ἐκ Δελφῶν ὡς βασιλεὺς ξένος παραγενόμενός σφισιν ἐπὶ τὴν γῆν, ξενικὸν ἅμα ἀγόμενος δαίμονα, τὰ ἐς τὴν θυσίαν τῆς Τρικλαρίας παύσει. | For previously, an oracle had come to them from Delphi, stating that a foreign king would arrive upon their land, bringing with him a foreign divinity, and he would bring an end to the sacrifice offered to Artemis Triklaria. | χράομαι δέ αὐτός πρότερον ἔτι ἐκ Δελφοί ὡς βασιλεύς ξένος παραγίγνομαι σφεῖς ἐπί ὁ γῆ ξενικός ἅμα ἄγω δαίμων ὁ εἰς ὁ θυσία ὁ Τρικλαρία παύω | 0 |
| 7.19.6 | 3 | Ἰλίου δὲ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα τῶν Ἑλλήνων, Εὐρύπυλος ὁ Εὐαίμονος λαμβάνει λάρνακα· Διονύσου δὲ ἄγαλμα ἦν ἐν τῇ λάρνακι, ἔργον μὲν ὥς φασιν Ἡφαίστου , δῶρον δὲ ὑπὸ Διὸς ἐδόθη Δαρδάνῳ. | When Ilium was taken and the Greeks were distributing its spoils, Eurypylus, son of Euaemon, received a chest; in it was an image of Dionysus, said to be fabricated by Hephaestus and given by Zeus as a gift to Dardanus. | Ἴλιον δέ ἁλίσκομαι καί νέμω ὁ λάφυρον ὁ Ἕλλην Εὔρυπυλος ὁ εὐαίμων λαμβάνω λάρναξ Διόνυσος δέ ἄγαλμα εἰμί ἐν ὁ λάρναξ ἔργον μέν ὡς φημί Ἥφαιστος δῶρον δέ ὑπό Ζεύς δίδωμι Δάρδανος | 0 |
| 7.19.7 | 1 | λέγονται δὲ καὶ ἄλλοι λόγοι δύο ἐς αὐτήν, ὡς ὅτε ἔφυγεν Αἰνείας, ἀπολίποι ταύτην τὴν λάρνακα· | Two other stories are also told regarding this chest. One is that when Aeneas fled, he left behind this chest; | λέγω δέ καί ἄλλος λόγος δύο εἰς αὐτός ὡς ὅτε φεύγω Αἰνείας ἀπολείπω οὗτος ὁ λάρναξ | 0 |
| 7.19.7 | 2 | οἱ δὲ ῥιφῆναί φασιν αὐτὴν ὑπὸ Κασσάνδρας συμφορὰν τῷ εὑρόντι Ἑλλήνων. | others say it was deliberately cast aside by Cassandra as a curse upon whichever Greek should find it. | ὁ δέ ῥίπτω φημί αὐτός ὑπό Κασσάνδρα συμφορά ὁ εὑρίσκω Ἕλλην | 0 |
| 7.19.7 | 3 | ἤνοιξε δʼ οὖν ὁ Εὐρύπυλος τὴν λάρνακα καὶ εἶδε τὸ ἄγαλμα καὶ αὐτίκα ἦν ἔκφρων μετὰ τὴν θέαν· | Eurypylus, then, opened the chest, saw the image, and immediately lost his senses at the sight of it. | ἀνοίγω δέ οὖν ὁ Εὔρυπυλος ὁ λάρναξ καί ὁράω ὁ ἄγαλμα καί αὐτίκα εἰμί ἔκφρων μετά ὁ θέα | 0 |
| 7.19.7 | 4 | τὰ μὲν δὴ πλείονα ἐμαίνετο, ὀλιγάκις δὲ ἐγίνετο ἐν ἑαυτῷ. | He was thereafter mostly mad, rarely returning to sanity. | ὁ μέν δή πλείων μαίνομαι ὀλιγάκις δέ γίγνομαι ἐν ἑαυτοῦ | 0 |
| 7.19.7 | 5 | ἅτε δὲ οὕτω διακείμενος οὐκ ἐς τὴν Θεσσαλίαν τὸν πλοῦν ἐποιεῖτο, ἀλλʼ ἐπί τε Κίρραν καὶ ἐς τὸν ταύτῃ κόλπον· | In this condition, he failed to sail toward Thessaly, but rather to Cirrha and the bay there; | ἅτε δέ οὕτως διάκειμαι οὐ εἰς ὁ Θεσσαλία ὁ πλοῦς ποιέω ἀλλά ἐπί τε Κίρρα καί εἰς ὁ οὗτος κόλπος | 0 |
| 7.19.7 | 6 | ἀναβὰς δὲ ἐς Δελφοὺς ἐχρᾶτο ὑπὲρ τῆς νόσου. | having landed, he went up to Delphi and consulted the oracle about his affliction. | ἀναβαίνω δέ εἰς Δελφοί χράομαι ὑπέρ ὁ νόσος | 0 |
| 7.19.8 | 1 | καὶ αὐτῷ γενέσθαι λέγουσι μάντευμα, ἔνθα ἂν ἐπιτύχῃ θύουσιν ἀνθρώποις θυσίαν ξένην, ἐνταῦθα ἱδρύσασθαί τε τὴν λάρνακα καὶ αὐτὸν οἰκῆσαι. | They say that he received an oracle instructing him to establish the chest and dwell himself wherever he found people offering a foreign sacrifice. | καί αὐτός γίγνομαι λέγω μάντευμα ἔνθα ἄν ἐπιτυγχάνω θύω ἄνθρωπος θυσία ξένη ἐνταῦθα ἱδρύω τε ὁ λάρναξ καί αὐτός οἰκέω | 0 |
| 7.19.8 | 2 | ὁ μὲν δὴ ἄνεμος τὰς ναῦς τοῦ Εὐρυπύλου κατήνεγκεν ἐπὶ τὴν πρὸς τῇ Ἀρόῃ θάλασσαν· | The wind indeed drove Eurypylus' ships to the sea near Aroe. | ὁ μέν δή ἄνεμος ὁ ναῦς ὁ Εὐρύπυλος καταφέρω ἐπί ὁ πρός ὁ ἀρόη θάλασσα | 0 |
| 7.19.8 | 3 | ἐκβὰς δὲ ἐς τὴν γῆν καταλαμβάνει παῖδα καὶ παρθένον ἐπὶ τὸν βωμὸν τῆς Τρικλαρίας ἠγμένους. | Disembarking onto the land, he encountered a boy and a maiden being led to the altar of Triklaria. | ἐκβαίνω δέ εἰς ὁ γῆ καταλαμβάνω παῖς καί παρθένος ἐπί ὁ βωμός ὁ Τρικλαρία ἄγω | 0 |
| 7.19.8 | 4 | καὶ ὁ μὲν ἔμελλεν οὐ χαλεπῶς συνήσειν τὰ ἐς τὴν θυσίαν· | It was not difficult for him to comprehend the nature of the sacrifice. | καί ὁ μέν μέλλω οὐ χαλεπῶς συνίημι ὁ εἰς ὁ θυσία | 0 |
| 7.19.8 | 5 | ἀφίκοντο δὲ ἐς μνήμην καὶ οἱ ἐπιχώριοι τοῦ χρησμοῦ, βασιλέα τε ἰδόντες ὃν οὔπω πρότερον ἑωράκεσαν καὶ ἐς τὴν λάρνακα ὑπενόησαν ὡς εἴη τις ἐν αὐτῇ θεός. | The inhabitants also remembered the oracle; and when they saw the king, whom they had never before beheld, and observed the chest, they conjectured that within it was some deity. | ἀφικνέομαι δέ εἰς μνήμη καί ὁ ἐπιχώριος ὁ χρησμός βασιλεύς τε ὁράω ὅς οὔπω πρότερον ὁράω καί εἰς ὁ λάρναξ ὑπονοέω ὡς εἴην τις ἐν αὐτός θεός | 0 |
| 7.19.9 | 1 | καὶ οὕτω τῷ Εὐρυπύλῳ τε ἡ νόσος καὶ τοῖς ἐνταῦθα ἀνθρώποις τὰ ἐς τὴν θυσίαν ἐπαύσθη, τό τε ὄνομα ἐτέθη τὸ νῦν τῷ ποταμῷ Μείλιχος. | Thus both Eurypylus' malady and the suffering of the inhabitants concerning the sacrifices ceased, and the river received the name by which it is now called, Meilichos ("Gentle"). | καί οὕτως ὁ Εὐρύπυλος τε ὁ νόσος καί ὁ ἐνταῦθα ἄνθρωπος ὁ εἰς ὁ θυσία παύω ὁ τε ὄνομα τίθημι ὁ νῦν ὁ ποταμός μειλίχιος | 0 |
| 7.19.9 | 2 | ἔγραψαν δὲ ἤδη τινὲς οὐ τῷ Θεσσαλῷ συμβάντα Εὐρυπύλῳ τὰ εἰρημένα, ἀλλὰ Εὐρύπυλον Δεξαμενοῦ παῖδα τοῦ ἐν Ὠλένῳ βασιλεύσαντος ἐθέλουσιν ἅμα Ἡρακλεῖ στρατεύσαντα ἐς Ἴλιον λαβεῖν παρὰ τοῦ Ἡρακλέους τὴν λάρνακα· | However, some writers have claimed that the circumstances described did not happen to Eurypylus the Thessalian, but to another Eurypylus, the son of Dexamenos, who reigned in Olenus. They maintain that this Eurypylus joined Heracles in his expedition against Ilium and received the chest from Heracles. | γράφω δέ ἤδη τις οὐ ὁ Θεσσαλός συμβαίνω Εὐρύπυλος ὁ λέγω ἀλλά Εὔρυπυλος δεξαμενή παῖς ὁ ἐν ὠλένη βασιλεύω ἐθέλω ἅμα Ἡρακλῆς στρατεύω εἰς Ἴλιον λαμβάνω παρά ὁ Ἡρακλῆς ὁ λάρναξ | 0 |
| 7.19.9 | 3 | τὰ δὲ ἄλλα κατὰ τὰ αὐτὰ εἰρήκασι καὶ οὗτοι. | In all other respects, their account agrees with the previously mentioned tradition. | ὁ δέ ἄλλος κατά ὁ αὐτός εἴρηκα καί οὗτος | 0 |
| 7.19.10 | 1 | ἐγὼ δὲ οὔτε Ἡρακλέα ἀγνοῆσαι τὰ ἐς τὴν λάρνακα εἰ δὴ τοιαῦτα ἦν πείθομαι οὔτε τὰ ἐς αὐτὴν ἐπιστάμενος δοκεῖ μοί ποτε ἂν δοῦναι δῶρον συμμαχήσαντι ἀνδρί· | I am not persuaded either that Heracles was ignorant of matters concerning the chest, if indeed such events occurred, nor, had he known them, do I believe he would ever have given it as a gift to a man who was his ally. | ἐγώ δέ οὔτε Ἡρακλῆς ἀγνοέω ὁ εἰς ὁ λάρναξ εἰ δή τοιοῦτος εἰμί πείθομαι οὔτε ὁ εἰς αὐτός ἐπίσταμαι δοκέω ἐγώ ποτε ἄν δίδωμι δῶρον συμμαχέω ἀνήρ | 0 |
| 7.19.10 | 2 | οὔτε μὴν οἱ Πατρεῖς ἄλλον τινὰ ἢ τὸν Εὐαίμονος ἔχουσιν Εὐρύπυλον ἐν μνήμῃ, καί οἱ καὶ ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος, ἐπειδὰν τῷ Διονύσῳ τὴν ἑορτὴν ἄγωσι. | Moreover, the people of Patrae have no other Eurypylus in memory but the son of Euaemon; to him they even offer worship with annual sacrifices at the festival they celebrate in honor of Dionysus. | οὔτε μήν ὁ πατήρ ἄλλος τις ἤ ὁ εὐαίμων ἔχω Εὔρυπυλος ἐν μνήμη καί ὁ καί ἐναγίζω ἀνά πᾶς ἔτος ἐπειδάν ὁ Διόνυσος ὁ ἑορτή ἄγω | 0 |