Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.2.1 | 1 | ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον Μέδων καὶ Νειλεὺς πρεσβύτατοι τῶν Κόδρου παίδων ἐστασίασαν ὑπὲρ τῆς ἀρχῆς, καὶ οὐκ ἔφασκεν ὁ Νειλεὺς ἀνέξεσθαι βασιλευόμενος ὑπὸ τοῦ Μέδοντος, ὅτι ὁ Μέδων τὸν ἕτερον ἦν τῶν ποδῶν χωλός· | Not many years later, Medon and Neileus, the eldest of Codrus' sons, became involved in a dispute over rulership. | ἔτος δέ οὐ πολύς ὕστερον Μέδων καί Νειλεύς πρεσβύτατος ὁ Κόδρος παῖς στασιάζω ὑπέρ ὁ ἀρχή καί οὐ φάσκω ὁ Νειλεύς ἀνέχομαι βασιλεύω ὑπό ὁ Μέδων ὅτι ὁ Μέδων ὁ ἕτερος εἰμί ὁ πούς χωλός | 0 |
| 7.2.1 | 2 | δόξαν δέ σφισιν ἀνενεγκεῖν ἐς τὸ χρηστήριον τὸ ἐν Δελφοῖς, δίδωσι Μέδοντι ἡ Πυθία βασιλείαν τὴν Ἀθηναίων. | Neileus declared he could not accept being ruled by Medon, since Medon was lame in one foot. | δόξα δέ σφεῖς ἀναφέρω εἰς ὁ χρηστήριον ὁ ἐν Δελφοί δίδωμι μέδω ὁ Πυθία βασιλεία ὁ Ἀθηναῖος | 0 |
| 7.2.1 | 3 | οὕτω δὴ ὁ Νειλεὺς καὶ οἱ λοιποὶ τῶν Κόδρου παίδων ἐς ἀποικίαν ἀπεστάλησαν, ἀγαγόντες μὲν καὶ αὐτῶν Ἀθηναίων τὸν βουλόμενον, τὸ δὲ πλεῖστόν σφισιν ἦσαν τοῦ στρατεύματος οἱ Ἴωνες. | Deciding to refer the matter to the oracle at Delphi, the Pythian priestess granted the sovereignty over Athens to Medon. | οὕτως δή ὁ Νειλεύς καί ὁ λοιπός ὁ Κόδρος παῖς εἰς ἀποικία ἀποστέλλω ἄγω μέν καί αὐτός Ἀθηναῖος ὁ βούλομαι ὁ δέ πλεῖστος σφεῖς εἰμί ὁ στράτευμα ὁ Ἴων | 0 |
| 7.2.2 | 1 | ἐκ δὲ τῆς Ἑλλάδος τρίτος δὴ οὗτος στόλος ὑπὸ βασιλεῦσιν ἀλλοίοις ὄχλοις τε ἀλλοίοις ἐστάλησαν. | This indeed was the third expedition sent from Greece, each under different leaders and composed of various groups. | ἐκ δέ ὁ Ἑλλάς τρίτος δή οὗτος στόλος ὑπό βασιλεύς ἀλλοῖος ὄχλος τε ἀλλοῖος στέλλω | 0 |
| 7.2.2 | 2 | τὰ μὲν γὰρ ἀρχαιότατα Ἰόλαος Θηβαῖος, ἀδελφιδοῦς ὁ Ἡρακλέους, Ἀθηναίοις ἐς Σαρδὼ καὶ Θεσπιεῦσιν ἡγήσατο· | In the most ancient times, Iolaus of Thebes, nephew of Heracles, led the Athenians and the Thespians to Sardinia. | ὁ μέν γάρ ἀρχαιότατος Ἰόλαος Θηβαῖος ἀδελφιδοῦς ὁ Ἡρακλῆς Ἀθηναῖος εἰς Σαρδώ καί Θεσπιεύς ἡγέομαι | 0 |
| 7.2.2 | 3 | γενεᾷ δὲ μιᾷ πρότερον ἢ ἐξέπλευσαν ἐξ Ἀθηνῶν Ἴωνες, Λακεδαιμονίους τε καὶ Μινύας τοὺς ἐκβληθέντας ὑπὸ Πελασγῶν ἐκ Λήμνου Θήρας ὁ Αὐτεσίωνος Θηβαῖος ἤγαγεν ἐς τὴν νῆσον τὴν νῦν μὲν ἀπὸ τοῦ Θήρα τούτου, πρότερον δὲ ὀνομαζομένην Καλλίστην. | A generation before the departure of the Ionians from Athens, Theras, son of Autesion, a Theban, conducted to the island then called Calliste—that which is now named Thera after himself—the Lacedaemonians and the Minyans expelled from Lemnos by the Pelasgians. | γενεά δέ εἷς πρότερον ἤ ἐκπλέω ἐκ Ἀθηνᾶ Ἴων Λακεδαιμόνιος τε καί Μινύας ὁ ἐκβάλλω ὑπό Πελασγοί ἐκ Λῆμνος θήρα ὁ αὐτεσίωνος Θηβαῖος ἄγω εἰς ὁ νῆσος ὁ νῦν μέν ἀπό ὁ θήρα οὗτος πρότερον δέ ὀνομάζω καλλίστη | 0 |
| 7.2.3 | 1 | τρίτον δὲ τότε οἱ Κόδρου παῖδες ἐπετάχθησαν Ἴωσιν ἄρχοντες, οὐδέν σφισι γένους τοῦ Ἴωνος μετόν, ἀλλὰ Μεσσήνιοι μὲν τῶν ἐκ Πύλου τὰ πρὸς Κόδρου καὶ Μελάνθου, Ἀθηναῖοι δὲ ὄντες τὰ πρὸς μητρός. | Then thirdly, the sons of Codrus were appointed rulers over the Ionians, although they themselves had no share in the lineage of Ion; rather, they were Messenians from Pylos on their father's side, descended from Codrus and Melanthus, and Athenians on their mother’s. | τρίτος δέ τότε ὁ Κόδρος παῖς ἐπιτάσσω ἴως ἄρχων οὐδείς σφεῖς γένος ὁ Ἴων μετά ἀλλά Μεσσήνιοι μέν ὁ ἐκ πύλος ὁ πρός Κόδρος καί Μελάνθιος Ἀθηναῖος δέ εἰμί ὁ πρός μήτηρ | 0 |
| 7.2.3 | 2 | Ἴωσι δὲ τοῦ στόλου μετασχόντες ἦσαν οἵδε Ἑλλήνων, Θηβαῖοί τε οἱ ὁμοῦ Φιλώτᾳ γεγονότι ἀπογόνῳ Πηνέλεω καὶ Ὀρχομένιοι Μινύαι συγγενείᾳ τῶν Κόδρου παίδων· | The following groups of Greeks participated alongside the Ionians in this expedition: the Thebans who joined with Philotas, a descendant of Peneleus; and the Minyan Orchomenians, who were related by blood to the sons of Codrus. | ἴως δέ ὁ στόλος μετέχω εἰμί ὅδε Ἕλλην θηβαῖος τε ὁ ὁμοῦ φιλώτης γίγνομαι ἀπόγονος Πηνέλεως καί ὀρχομένιος Μινύας συγγένεια ὁ Κόδρος παῖς | 0 |
| 7.2.4 | 1 | μετέσχον δὲ καὶ Φωκεῖς οἱ ἄλλοι πλὴν Δελφῶν καὶ Ἄβαντες ἐξ Εὐβοίας. | The rest of the Phokians also took part, except for the Delphians, and the Abantes from Euboea participated as well. | μετέχω δέ καί Φωκεύς ὁ ἄλλος πλήν Δελφοί καί Ἄβαντες ἐκ εὔβοια | 0 |
| 7.2.4 | 2 | τοῖς δὲ Φωκεῦσι Φιλογένης καὶ Δάμων οἱ Εὐκτήμονος Ἀθηναῖοι ναῦς τε διδόασιν ἐς τὸν πλοῦν καὶ αὐτοί σφισιν ἐς τὴν ἀποικίαν ἐγένοντο ἡγεμόνες· | To the Phokians, Philogenes and Damon, the sons of Euctemon, Athenians, supplied ships for the voyage and themselves acted as leaders for the settlers. | ὁ δέ Φωκεύς φιλογένης καί δάμων ὁ εὐκτήμων Ἀθηναῖος ναῦς τε δίδωμι εἰς ὁ πλοῦς καί αὐτός σφεῖς εἰς ὁ ἀποικία γίγνομαι ἡγεμών | 0 |
| 7.2.4 | 3 | ὡς δὲ ταῖς ναυσὶν ἐς τὴν Ἀσίαν κατῆραν, ἐπʼ ἄλλην ἐτρέποντο ἄλλοι τῶν ἐπὶ θαλάσσῃ πόλεων, Νειλεὺς δὲ καὶ ἡ σὺν αὐτῷ μοῖρα ἐς Μίλητον. | When the fleet made its landing in Asia, the various groups turned toward different coastal cities, Neileus and his contingent directing their course towards Miletus. | ὡς δέ ὁ ναῦς εἰς ὁ Ἀσία κατέρχομαι ἐπί ἄλλος τρέπομαι ἄλλος ὁ ἐπί θάλασσα πόλις Νειλεύς δέ καί ὁ σύν αὐτός μοῖρα εἰς Μίλητος | 0 |
| 7.2.5 | 1 | Μιλήσιοι δὲ αὐτοὶ τοιάδε τὰ ἀρχαιότατά σφισιν εἶναι λέγουσιν· | The Milesians themselves relate the following very ancient traditions concerning them: | Μιλήσιος δέ αὐτός τοιόσδε ὁ ἀρχαῖος σφεῖς εἰμί λέγω | 0 |
| 7.2.5 | 2 | ἐπὶ γενεὰς μὲν δύο Ἀνακτορίαν καλεῖσθαι τὴν γῆν Ἄνακτός τε αὐτόχθονος καὶ Ἀστερίου βασιλεύοντος τοῦ Ἄνακτος, | for two generations the land was called Anaktoria, when Anax, who was autochthonous, ruled, and after him Asterius, the son of Anax. | ἐπί γενεά μέν δύο ἀνακτορία καλέω ὁ γῆ ἄναξ τε αὐτόχθων καί Ἀστέριος βασιλεύω ὁ ἄναξ | 0 |
| 7.2.5 | 3 | Μιλήτου δὲ κατάραντος στόλῳ Κρητῶν ἥ τε γῆ τὸ ὄνομα μετέβαλεν ἀπὸ τοῦ Μιλήτου καὶ ἡ πόλις. | But when Miletos arrived leading an expedition of Cretans, both the land and the city changed their name after him. | Μίλητος δέ κατάραντος στόλος Κρῆτες ὅς τε γῆ ὁ ὄνομα μεταβάλλω ἀπό ὁ Μίλητος καί ὁ πόλις | 0 |
| 7.2.5 | 4 | ἀφίκετο δὲ ἐκ Κρήτης ὁ Μίλητος καὶ ὁ σὺν αὐτῷ στρατὸς Μίνω τὸν Εὐρώπης φεύγοντες, οἱ δὲ Κᾶρες οἱ πρότερον νεμόμενοι τὴν χώραν σύνοικοι τοῖς Κρησὶν ἐγένοντο· | Miletos and the army accompanying him had come from Crete, fleeing from Minos, the son of Europa; and the Carians, who formerly inhabited the region, coexisted with the Cretans. | ἀφικνέομαι δέ ἐκ Κρήτη ὁ Μίλητος καί ὁ σύν αὐτός στρατός Μίνως ὁ Εὐρώπη φεύγω ὁ δέ Καΐρης ὁ πρότερον νέμομαι ὁ χώρα σύνοικος ὁ Κρής γίγνομαι | 0 |
| 7.2.6 | 1 | τότε δὲ ὡς ἐκράτησαν τῶν ἀρχαίων Μιλησίων οἱ Ἴωνες, τὸ μὲν γένος πᾶν τὸ ἄρσεν ἀπέκτειναν πλὴν ὅσοι τῆς πόλεως ἁλισκομένης ἐκδιδράσκουσι, γυναῖκας δὲ καὶ θυγατέρας τὰς ἐκείνων γαμοῦσι. | At that time, after the Ionians had overcome the ancient Milesians, they slew all the males of the race except those who escaped when the city was captured, and married their wives and daughters. | τότε δέ ὡς κρατέω ὁ ἀρχαῖος Μιλήσιος ὁ Ἴων ὁ μέν γένος πᾶς ὁ ἄρσην ἀποκτείνω πλήν ὅσος ὁ πόλις ἁλίσκομαι ἐκδιδράσκω γυνή δέ καί θυγάτηρ ὁ ἐκεῖνος γαμέω | 0 |
| 7.2.6 | 2 | τοῦ δὲ Νειλέως ὁ τάφος ἰόντων ἐς Διδύμους ἐστὶν οὐ πόρρω τῶν πυλῶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ· | The tomb of Neileus is located on the left side of the road as one travels toward Didyma, not far from the city gates. | ὁ δέ Νείλος ὁ τάφος εἶμι εἰς δίδυμος εἰμί οὐ πόρρω ὁ πύλη ἐν ἀριστερός ὁ ὁδός | 0 |
| 7.2.6 | 3 | τὸ δὲ ἱερὸν τὸ ἐν Διδύμοις τοῦ Ἀπόλλωνος καὶ τὸ μαντεῖόν ἐστιν ἀρχαιότερον ἢ κατὰ τὴν Ἰώνων ἐσοίκησιν, πολλῷ δὲ πρεσβύτερα ἔτι ἢ κατὰ Ἴωνας τὰ ἐς τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν ἐστίν. | The sanctuary of Apollo at Didyma and its oracle existed before the settlement of the Ionians, and are still more ancient, by far, than even the rites practiced among the Ionians in honor of Artemis at Ephesus. | ὁ δέ ἱερός ὁ ἐν δίδυμος ὁ Ἀπόλλων καί ὁ μαντεῖον εἰμί ἀρχαῖος ἤ κατά ὁ Ἴων οἰκέω πολύς δέ πρεσβύτερος ἔτι ἤ κατά Ἴων ὁ εἰς ὁ Ἄρτεμις ὁ Ἐφέσιος εἰμί | 0 |
| 7.2.7 | 1 | οὐ μὴν πάντα γε τὰ ἐς τὴν θεὸν ἐπύθετο ἐμοὶ δοκεῖν Πίνδαρος, ὃς Ἀμαζόνας τὸ ἱερὸν ἔφη τοῦτο ἱδρύσασθαι στρατευομένας ἐπὶ Ἀθήνας τε καὶ Θησέα. | But Pindar, it seems to me, did not accurately learn all concerning the goddess when he asserted that the sanctuary was founded by the Amazons during their campaign against Athens and Theseus. | οὐ μήν πᾶς γε ὁ εἰς ὁ θεός πυνθάνομαι ἐγώ δοκέω Πίνδαρος ὅς Ἀμαζών ὁ ἱερός φημί οὗτος ἱδρύω στρατεύομαι ἐπί Ἀθήνη τε καί Θησεύς | 0 |
| 7.2.7 | 2 | αἱ δὲ ἀπὸ Θερμώδοντος γυναῖκες ἔθυσαν μὲν καὶ τότε τῇ Ἐφεσίᾳ θεῷ, ἅτε ἐπιστάμεναι τε ἐκ παλαιοῦ τὸ ἱερόν, καὶ ἡνίκα Ἡρακλέα ἔφυγον, αἱ δὲ καὶ Διόνυσον τὰ ἔτι ἀρχαιότερα, ἱκέτιδες ἐνταῦθα ἐλθοῦσαι. | Women from the Thermodon did indeed sacrifice then to the goddess of Ephesus, since they had long been familiar with the sanctuary; they did likewise when fleeing from Heracles, and earlier still, some had come as suppliants fleeing Dionysus. | ὁ δέ ἀπό θερμώδων γυνή θύω μέν καί τότε ὁ Ἐφέσιος θεός ἅτε ἐπίσταμαι τε ἐκ παλαιός ὁ ἱερόν καί ἡνίκα Ἡρακλῆς φεύγω ὁ δέ καί Διόνυσος ὁ ἔτι ἀρχαῖος ἱκέτις ἐνταῦθα ἔρχομαι | 0 |
| 7.2.7 | 3 | οὐ μὴν ὑπὸ Ἀμαζόνων γε ἱδρύθη, Κόρησος δὲ αὐτόχθων καὶ Ἔφεσος---Καΰστρου δὲ τοῦ ποταμοῦ τὸν Ἔφεσον παῖδα εἶναι νομίζουσιν---. | However, the founders were certainly not the Amazons, but rather the indigenous figures Coresus and Ephesus; the latter is believed to be the son of the river Cayster. | οὐ μήν ὑπό Ἀμαζών γε ἱδρύω κορησός δέ αὐτόχθων καί Ἔφεσος Καύστρος δέ ὁ ποταμός ὁ Ἔφεσος παῖς εἰμί νομίζω | 0 |
| 7.2.7 | 4 | οὗτοι τὸ ἱερόν εἰσιν οἱ ἱδρυσάμενοι, καὶ ἀπὸ τοῦ Ἐφέσου τὸ ὄνομά ἐστι τῇ πόλει. | These are the ones who founded the sanctuary, and from Ephesus the city takes its name. | οὗτος ὁ ἱερόν εἰμί ὁ ἱδρύω καί ἀπό ὁ φέζω ὁ ὄνομα εἰμί ὁ πόλις | 0 |
| 7.2.8 | 1 | Λέλεγες δὲ τοῦ Καρικοῦ μοῖρα καὶ Λυδῶν τὸ πολὺ οἱ νεμόμενοι τὴν χώραν ἦσαν· | The region was inhabited largely by Leleges, a division of the Carian people, and by Lydia’s people for the most part. | λέγω δέ ὁ καρικός μοῖρα καί Λυδός ὁ πολύς ὁ νέμομαι ὁ χώρα εἰμί | 0 |
| 7.2.8 | 2 | ᾤκουν δὲ καὶ περὶ τὸ ἱερὸν ἄλλοι τε ἱκεσίας ἕνεκα καὶ γυναῖκες τοῦ Ἀμαζόνων γένους. | Others also settled near the sanctuary, some seeking sanctuary, along with women of Amazon descent. | οἰκέω δέ καί περί ὁ ἱερός ἄλλος τε ἱκεσία ἕνεκα καί γυνή ὁ Ἀμαζών γένος | 0 |
| 7.2.8 | 3 | Ἄνδροκλος δὲ ὁ Κόδρου---οὗτος γὰρ δὴ ἀπεδέδεικτο Ἰώνων τῶν ἐς Ἔφεσον πλευσάντων βασιλεύς---Λέλεγας μὲν καὶ Λυδοὺς τὴν ἄνω πόλιν ἔχοντας ἐξέβαλεν ἐκ τῆς χώρας· | Androclus, son of Codrus—who indeed had been named king of the Ionians who sailed to Ephesus—expelled from the territory the Leleges and Lydians, who held the upper city. | Ἄνδροκλος δέ ὁ Κόδρος οὗτος γάρ δή ἀποδείκνυμι Ἴων ὁ εἰς Ἔφεσος πλέω βασιλεύς λέλεγας μέν καί Λυδός ὁ ἄνω πόλις ἔχω ἐκβάλλω ἐκ ὁ χώρα | 0 |
| 7.2.8 | 4 | τοῖς δὲ περὶ τὸ ἱερὸν οἰκοῦσι δεῖμα ἦν οὐδέν, ἀλλὰ Ἴωσιν ὅρκους δόντες καὶ ἀνὰ μέρος παρʼ αὐτῶν λαβόντες ἐκτὸς ἦσαν πολέμου. | Those who dwelt around the sanctuary, however, had nothing to fear; after exchanging oaths with the Ionians, they remained untouched by warfare. | ὁ δέ περί ὁ ἱερός οἰκέω δεῖμα εἰμί οὐδείς ἀλλά ἴως ὅρκος δίδωμι καί ἀνά μέρος παρά αὐτός λαμβάνω ἐκτός εἰμί πόλεμος | 0 |
| 7.2.8 | 5 | ἀφείλετο δὲ καὶ Σάμον Ἄνδροκλος Σαμίους, καὶ ἔσχον Ἐφέσιοι χρόνον τινὰ Σάμον καὶ τὰς προσεχεῖς νήσους· | Androclus also took Samos from the Samians, and the Ephesians possessed for some time Samos and the nearby islands. | ἀφαιρέω δέ καί Σάμος Ἄνδροκλος Σάμιος καί ἔχω Ἐφέσιος χρόνος τις Σάμος καί ὁ προσεχής νῆσος | 0 |
| 7.2.9 | 1 | Σαμίων δὲ ἤδη κατεληλυθότων ἐπὶ τὰ οἰκεῖα Πριηνεῦσιν ἤμυνεν ἐπὶ τοὺς Κᾶρας ὁ Ἄνδροκλος, καὶ νικῶντος τοῦ Ἑλληνικοῦ ἔπεσεν ἐν τῇ μάχῃ. | Androclus aided the people of Priene against the Carians, after the Samians had already returned to their own lands, and while the Greeks were prevailing, he fell in battle. | Σάμιοι δέ ἤδη κατέρχομαι ἐπί ὁ οἰκεῖος Πριηνεύς ἀμύνω ἐπί ὁ κάρα ὁ Ἄνδροκλος καί νικάω ὁ Ἑλληνικός πίπτω ἐν ὁ μάχη | 0 |
| 7.2.9 | 2 | Ἐφέσιοι δὲ ἀνελόμενοι τοῦ Ἀνδρόκλου τὸν νεκρὸν ἔθαψαν τῆς σφετέρας ἔνθα δείκνυται καὶ ἐς ἐμὲ ἔτι τὸ μνῆμα κατὰ τὴν ὁδὸν τὴν ἐκ τοῦ ἱεροῦ παρὰ τὸ Ὀλυμπιεῖον καὶ ἐπὶ πύλας τὰς Μαγνήτιδας· | The Ephesians recovered Androclus' body and buried him in their own land, where even in my time his tomb is still shown along the road that leads from the sanctuary, past the Olympieion, towards the Magnesian Gates. | Ἐφέσιος δέ ἀναιρέω ὁ Ἄνδροκλος ὁ νεκρός θάπτω ὁ σφέτερος ἔνθα δείκνυμι καί εἰς ἐγώ ἔτι ὁ μνῆμα κατά ὁ ὁδός ὁ ἐκ ὁ ἱερόν παρά ὁ Ὀλύμπειον καί ἐπί πύλη ὁ Μαγνήτις | 0 |
| 7.2.9 | 3 | ἐπίθημα δὲ τῷ μνήματι ἀνήρ ἐστιν ὡπλισμένος. | The monument is surmounted by an armed warrior. | ἐπίθημα δέ ὁ μνῆμα ἀνήρ εἰμί ὁπλίζω | 0 |
| 7.2.10 | 1 | οἱ δὲ Ἴωνες οἱ Μυοῦντα ἐσοικισάμενοι καὶ Πριήνην, Κᾶρας μὲν καὶ οὗτοι τὰς πόλεις ἀφείλοντο· | The Ionians who settled Myus and Priene likewise seized these cities from the Carians. | ὁ δέ Ἴων ὁ μυέω ἐσοικίζομαι καί Πριήνη κάρα μέν καί οὗτος ὁ πόλις ἀφαιρέω | 0 |
| 7.2.10 | 2 | οἰκισταὶ δὲ Μυοῦντος μὲν Κυάρητος ἐγένετο ὁ Κόδρου, | The founder of Myus was Cyaretus, the son of Codrus. | οἰκιστής δέ μυέω μέν κυάρητος γίγνομαι ὁ Κόδρος | 0 |
| 7.2.10 | 3 | Πριηνεῖς δὲ Ἴωσιν ἀναμεμιγμένοι Θηβαῖοι Φιλώταν τε τὸν ἀπόγονον Πηνέλεω καὶ Αἴπυτον Νειλέως παῖδα ἔσχον οἰκιστάς. | As for the settlers of Priene, they were Thebans mingled with Ionians, and had as their founders Philotas, a descendant of Peneleus, and Aepytus, the son of Neileus. | Πριηνεύς δέ ἴως ἀναμίγνυμι Θηβαῖος φιλώτας τε ὁ ἀπόγονος Πηνέλεως καί αἴπυτος Νείλος παῖς ἔχω οἰκιστής | 0 |
| 7.2.10 | 4 | Πριηνεῖς μὲν δὴ ὑπὸ Ταβούτου τε τοῦ Πέρσου καὶ ὕστερον ὑπὸ Ἱέρωνος ἀνδρὸς ἐπιχωρίου κακωθέντες ἐς τὸ ἔσχατον ὅμως τελοῦσιν ἐς Ἴωνας· | The people of Priene suffered severely, first under the Persian Tabutus, and afterwards under Hiero, a native of the region; yet even at the extremity they remained part of the Ionian community. | Πριηνεύς μέν δή ὑπό Ταβούτος τε ὁ Πέρσης καί ὕστερον ὑπό Ἱέρων ἀνήρ ἐπιχώριος κακόω εἰς ὁ ἔσχατος ὅμως τελέω εἰς Ἴων | 0 |
| 7.2.10 | 5 | Μυοῦντος δὲ οἱ οἰκήτορες ἐπὶ τύχῃ τοιᾷδε ἐξέλιπον τὴν πόλιν. | The inhabitants of Myus, however, abandoned their city owing to the following misfortune. | μυέω δέ ὁ οἰκήτωρ ἐπί τύχη τοιόσδε ἐκλείπω ὁ πόλις | 0 |
| 7.2.11 | 1 | κατὰ τὴν Μυουσίαν χώραν θαλάσσης κόλπος ἐσεῖχεν οὐ μέγας· | In the territory of Myus, a small gulf once extended inland from the sea. | κατά ὁ Μυουσία χώρα θάλασσα κόλπος εἴκω οὐ μέγας | 0 |
| 7.2.11 | 2 | τοῦτον λίμνην ὁ ποταμὸς ἐποίησεν ὁ Μαίανδρος, ἀποτεμόμενος τὸν ἔσπλουν τῇ ἰλύι· ὡς δὲ ἐνόστησε τὸ ὕδωρ καὶ οὐκέτι ἦν θάλασσα, οἱ κώνωπες ἄπειρον πλῆθος ἐγίνοντο ἐκ τῆς λίμνης, ἐς ὃ τοὺς ἀνθρώπους ἠνάγκασαν ἐκλιπεῖν τὴν πόλιν. | The river Maeander, by blocking its entrance with mud, turned this gulf into a lake; when the water became stagnant and was no longer the sea, countless mosquitoes bred in the lake, compelling the local inhabitants to abandon their city. | οὗτος λίμνη ὁ ποταμός ποιέω ὁ Μαίανδρος ἀποτέμνω ὁ σπλέω ὁ ἴλυς ὡς δέ νοστέω ὁ ὕδωρ καί οὐκέτι εἰμί θάλασσα ὁ κώνωψ ἄπειρος πλῆθος γίγνομαι ἐκ ὁ λίμνη εἰς ὅς ὁ ἄνθρωπος ἀναγκάζω ἐκλείπω ὁ πόλις | 0 |
| 7.2.11 | 3 | ἀπεχώρησαν δὲ ἐς Μίλητον Μυούσιοι τά τε ἄλλα ἀγώγιμα καὶ τῶν θεῶν φερόμενοι τὰ ἀγάλματα, | Thus the people of Myus withdrew to Miletus, taking with them their movable possessions and the statues of their gods. | ἀποχωρέω δέ εἰς Μίλητος μυούσιος ὁ τε ἄλλος ἀγώγιμος καί ὁ θεός φέρομαι ὁ ἄγαλμα | 0 |
| 7.2.11 | 4 | καὶ ἦν κατʼ ἐμὲ οὐδὲν ἐν Μυοῦντι ὅτι μὴ Διονύσου ναὸς λίθου λευκοῦ· | By my time nothing was left in Myus except a temple of Dionysus made of white stone. | καί εἰμί κατά ἐγώ οὐδέν ἐν μυέω ὅτι μή Διόνυσος ναός λίθος λευκός | 0 |
| 7.2.11 | 5 | Μυουσίοις δέ γε κατέλαβεν ἐοικότα καὶ Ἀταρνείτας παθεῖν τοὺς ὑπὸ Περγάμῳ. | The inhabitants of Myus thus experienced a fate similar to that of the Atarneitai who dwelt beneath Pergamum. | Μυουσίοι δέ γε καταλαμβάνω ἔοικα καί Ἀταρνεύς πάσχω ὁ ὑπό Πέργαμος | 0 |