Passage 7.2.8
Λέλεγες δὲ τοῦ Καρικοῦ μοῖρα καὶ Λυδῶν τὸ πολὺ οἱ νεμόμενοι τὴν χώραν ἦσαν· ᾤκουν δὲ καὶ περὶ τὸ ἱερὸν ἄλλοι τε ἱκεσίας ἕνεκα καὶ γυναῖκες τοῦ Ἀμαζόνων γένους. Ἄνδροκλος δὲ ὁ Κόδρου---οὗτος γὰρ δὴ ἀπεδέδεικτο Ἰώνων τῶν ἐς Ἔφεσον πλευσάντων βασιλεύς---Λέλεγας μὲν καὶ Λυδοὺς τὴν ἄνω πόλιν ἔχοντας ἐξέβαλεν ἐκ τῆς χώρας· τοῖς δὲ περὶ τὸ ἱερὸν οἰκοῦσι δεῖμα ἦν οὐδέν, ἀλλὰ Ἴωσιν ὅρκους δόντες καὶ ἀνὰ μέρος παρʼ αὐτῶν λαβόντες ἐκτὸς ἦσαν πολέμου. ἀφείλετο δὲ καὶ Σάμον Ἄνδροκλος Σαμίους, καὶ ἔσχον Ἐφέσιοι χρόνον τινὰ Σάμον καὶ τὰς προσεχεῖς νήσους·
The region was inhabited largely by Leleges, a division of the Carian people, and by Lydia’s people for the most part. Others also settled near the sanctuary, some seeking sanctuary, along with women of Amazon descent. Androclus, son of Codrus—who indeed had been named king of the Ionians who sailed to Ephesus—expelled from the territory the Leleges and Lydians, who held the upper city. Those who dwelt around the sanctuary, however, had nothing to fear; after exchanging oaths with the Ionians, they remained untouched by warfare. Androclus also took Samos from the Samians, and the Ephesians possessed for some time Samos and the nearby islands.