Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.24.1 | 1 | Αἰγιεῦσι δὲ ἔστι μὲν πρὸς τῇ ἀγορᾷ ναὸς Ἀπόλλωνι καὶ Ἀρτέμιδι ἐν κοινῷ, ἔστι δὲ ἐν τῇ ἀγορᾷ ἱερὸν Ἀρτέμιδος, τοξευούσῃ δὲ εἴκασται, καὶ Ταλθυβίου τοῦ κήρυκος τάφος· | The Aegians have beside their agora a sanctuary shared by Apollo and Artemis, and within the agora itself is a temple of Artemis, where she is represented as shooting an arrow; also there is the tomb of the herald Talthybius. | αἰγιεύς δέ εἰμί μέν πρός ὁ ἀγορά ναός Ἀπόλλων καί Ἄρτεμις ἐν κοινός εἰμί δέ ἐν ὁ ἀγορά ἱερός Ἄρτεμις τοξεύω δέ εἰκάζω καί Ταλθύβιος ὁ κήρυξ τάφος | 0 |
| 7.24.1 | 2 | κέχωσται δὲ τῷ Ταλθυβίῳ καὶ ἄλλο μνῆμα ἐν Σπάρτῃ, καὶ αὐτῷ αἱ πόλεις ἐναγίζουσιν ἀμφότεραι. | However, there is another burial place set up for Talthybius in Sparta, and both cities offer sacrifices in his honor. | κέχωσμαι δέ ὁ Ταλθύβιος καί ἄλλος μνῆμα ἐν Σπάρτη καί αὐτός ὁ πόλις ἐναγίζω ἀμφότερος | 0 |
| 7.24.2 | 1 | πρὸς θαλάσσῃ δὲ Ἀφροδίτης ἱερὸν ἐν Αἰγίῳ καὶ μετʼ αὐτὸ Ποσειδῶνος, Κόρης τε πεποίηται τῆς Δήμητρος καὶ τέταρτον Ὁμαγυρίῳ Διί. | By the seaside in Aigion there is a sanctuary of Aphrodite, and after it one of Poseidon; likewise one dedicated to Kore, the daughter of Demeter, and a fourth for Zeus Homagyrios. | πρός θάλασσα δέ Ἀφροδίτη ἱερός ἐν Αἴγιος καί μετά αὐτός Ποσειδῶν κόρη τε ποιέω ὁ Δημήτηρ καί τέταρτος ὁμαγυρίον Ζεύς | 0 |
| 7.24.2 | 2 | ἐνταῦθα Διὸς καὶ Ἀφροδίτης ἐστὶ καὶ Ἀθηνᾶς ἀγάλματα· | In this place there are statues of Zeus, Aphrodite, and Athena. | ἐνταῦθα Ζεύς καί Ἀφροδίτη εἰμί καί Ἀθηνᾶ ἄγαλμα | 0 |
| 7.24.2 | 3 | Ὁμαγύριος δὲ ἐγένετο τῷ Διὶ ἐπίκλησις, ὅτι Ἀγαμέμνων ἤθροισεν ἐς τοῦτο τὸ χωρίον τοὺς λόγου μάλιστα ἐν τῇ Ἑλλάδι ἀξίους, μεθέξοντας ἐν κοινῷ βουλῆς καθʼ ὅντινα χρὴ τρόπον ἐπὶ ἀρχὴν τὴν Πριάμου στρατεύεσθαι. | Zeus acquired the surname Homagyrios ("Gatherer"), because it was here that Agamemnon assembled those who were deemed most esteemed in Greece, that they might jointly deliberate regarding the manner in which war should be waged against Priam's realm. | ὁμάγυρις δέ γίγνομαι ὁ Ζεύς ἐπίκλησις ὅτι Ἀγαμέμνων ἀθροίζω εἰς οὗτος ὁ χωρίον ὁ λόγος μάλιστα ἐν ὁ Ἑλλάς ἄξιος μετέχω ἐν κοινός βουλή κατά ὅστις χρή τρόπος ἐπί ἀρχή ὁ Πρίαμος στρατεύομαι | 0 |
| 7.24.2 | 4 | Ἀγαμέμνονι δὲ καὶ ἄλλα ἐστὶν ἐς ἔπαινον καὶ ὅτι τοῖς ἐξ ἀρχῆς ἀκολουθήσασι καὶ οὐδεμιᾶς ἐπελθούσης ὕστερον στρατιᾶς τήν τε Ἴλιον ἐπόρθησε καὶ ὅσαι περίοικοι πόλεις ἦσαν. | Additional praise for Agamemnon includes that he conquered Troy, as well as all the neighboring cities, with only that army which accompanied him from the beginning, without any later reinforcements joining him. | Ἀγαμέμνων δέ καί ἄλλος εἰμί εἰς ἔπαινος καί ὅτι ὁ ἐκ ἀρχή ἀκολουθέω καί οὐδείς ἔπειμι ὕστερον στρατιά ὁ τε Ἴλιον πορθέω καί ὅσος περίοικος πόλις εἰμί | 0 |
| 7.24.3 | 1 | ἐφεξῆς δὲ τῷ Ὁμαγυρίῳ Διὶ Παναχαιᾶς ἐστι Δήμητρος. | Next to Zeus Homagyrios is a temple of Panachaean Demeter. | ἐφεξῆς δέ ὁ ὁμαγυρίον Ζεύς Παναχαιά εἰμί Δημήτηρ | 0 |
| 7.24.3 | 2 | παρέχεται δὲ ὁ αἰγιαλός, ἐν ᾧ καὶ τὰ ἱερὰ Αἰγιεῦσίν ἐστι τὰ εἰρημένα, ὕδωρ ἄφθονον θεάσασθαί τε καὶ πιεῖν ἐκ πηγῆς ἡδύ. | The seashore, on which stand the sanctuaries already mentioned that belong to the people of Aigion, provides abundant fresh water from a spring, pleasant both to see and to drink. | παρέχω δέ ὁ αἰγιαλός ἐν ὅς καί ὁ ἱερός Αἰγιεύς εἰμί ὁ λέγω ὕδωρ ἄφθονος θεάομαι τε καί πίνω ἐκ πηγή ἡδύς | 0 |
| 7.24.3 | 3 | ἔστι δέ σφισι καὶ Σωτηρίας ἱερόν. | They have also a sanctuary of Soteria (“Salvation”). | εἰμί δέ σφεῖς καί σωτηρία ἱερόν | 0 |
| 7.24.3 | 4 | ἰδεῖν μὲν δὴ τὸ ἄγαλμα οὐδενὶ πλὴν τῶν ἱερωμένων ἔστι, δρῶσι δὲ ἄλλα τοιαῦτα· λαμβάνοντες παρὰ τῆς θεοῦ πέμματα ἐπιχώρια ἀφιᾶσιν ἐς θάλασσαν, πέμπειν δὲ τῇ ἐν Συρακούσαις Ἀρεθούσῃ φασὶν αὐτά. | The image there may be viewed by no one except the priests, and they observe other customs of this kind as well: when they receive from the goddess local cakes, they cast them into the sea, claiming that these are sent to Arethousa in Syracuse. | ὁράω μέν δή ὁ ἄγαλμα οὐδείς πλήν ὁ ἱερόομαι εἰμί δράω δέ ἄλλος τοιοῦτος λαμβάνω παρά ὁ θεός πέμμα ἐπιχώριος ἀφίημι εἰς θάλασσα πέμπω δέ ὁ ἐν Συρακούσαι Ἀρέθουσα φημί αὐτός | 0 |
| 7.24.4 | 1 | ἔστι δὲ καὶ ἄλλα Αἰγιεῦσιν ἀγάλματα χαλκοῦ πεποιημένα, Ζεύς τε ἡλικίαν παῖς καὶ Ἡρακλῆς, οὐδὲ οὗτος ἔχων πω γένεια, Ἀγελάδα τέχνη τοῦ Ἀργείου. | The people of Aigion also have other bronze statues: Zeus as a child in age, and Heracles, who also does not yet have a beard; both are works of Ageladas of Argos. | εἰμί δέ καί ἄλλος Αἰγιεύς ἄγαλμα χαλκός ποιέω Ζεύς τε ἡλικία παῖς καί Ἡρακλῆς οὐδέ οὗτος ἔχω πω γένειον ἀγελάς τέχνη ὁ Ἀργεῖος | 0 |
| 7.24.4 | 2 | τούτοις κατὰ ἔτος ἱερεῖς αἱρετοὶ γίνονται, καὶ ἑκάτερα τῶν ἀγαλμάτων ἐπὶ ταῖς οἰκίαις μένει τοῦ ἱερωμένου. | Each year priests are chosen for these statues, and each image remains in the house of its respective priest during his term of priesthood. | οὗτος κατά ἔτος ἱερεύς αἱρετός γίγνομαι καί ἑκάτερος ὁ ἄγαλμα ἐπί ὁ οἰκία μένω ὁ ἱερόομαι | 0 |
| 7.24.4 | 3 | τὰ δὲ ἔτι παλαιότερα προεκέκριτο ἐκ τῶν παίδων ἱερᾶσθαι τῷ Διὶ ὁ νικῶν κάλλει· | In even older times, it was customary to appoint the boy most distinguished for his beauty as priest of Zeus. | ὁ δέ ἔτι παλαιός προεκκρίνω ἐκ ὁ παῖς ἱεράομαι ὁ Ζεύς ὁ νικάω κάλλος | 0 |
| 7.24.4 | 4 | ἀρχομένων δὲ αὐτῷ γενείων ἐς ἄλλον παῖδα ἡ ἐπὶ τῷ κάλλει μετῄει τιμή. | When he began to grow a beard, this honor of beauty passed on to another boy. | ἄρχω δέ αὐτός γένειον εἰς ἄλλος παῖς ὁ ἐπί ὁ κάλλος μετάγω τιμή | 0 |
| 7.24.4 | 5 | ταῦτα μὲν οὕτως ἐνομίζετο· | These customs, then, were observed thus. | οὗτος μέν οὕτως νομίζω | 0 |
| 7.24.4 | 6 | ἐς δὲ Αἴγιον καὶ ἐφʼ ἡμῶν ἔτι συνέδριον τὸ Ἀχαιῶν ἀθροίζεται, καθότι ἐς Θερμοπύλας τε καὶ ἐς Δελφοὺς οἱ Ἀμφικτύονες. | Even in our own time, the council of the Achaeans still meets at Aigion, just as the Amphictyons gather at Thermopylae and at Delphi. | εἰς δέ Αἴγιον καί ἐπί ἐγώ ἔτι συνέδριον ὁ Ἀχαιός ἀθροίζω καθότι εἰς Θερμοπύλαι τε καί εἰς Δελφοί ὁ ἀμφικτύων | 0 |
| 7.24.5 | 1 | ἰόντι δὲ ἐς τὸ πρόσω Σελινοῦς τε ποταμὸς καὶ ἀπωτέρω τεσσαράκοντα Αἰγίου σταδίοις ἐπὶ θαλάσσῃ χωρίον ἐστὶν Ἑλίκη. | As one proceeds forward, one reaches the river Selinous, and forty stadia further from Aigion along the seashore is the place Helice. | εἶμι δέ εἰς ὁ πρόσω Σελινοῦς τε ποταμός καί ἀπωτέρω τεσσαράκοντα Αἰγίος στάδιον ἐπί θάλασσα χωρίον εἰμί Ἑλίκη | 0 |
| 7.24.5 | 2 | ἐνταῦθα ᾤκητο Ἑλίκη πόλις καὶ Ἴωσιν ἱερὸν ἁγιώτατον Ποσειδῶνος ἦν Ἑλικωνίου. | Here was situated the city Helice, and the most sacred sanctuary of Poseidon Helikonios revered by the Ionians. | ἐνταῦθα οἰκέω Ἑλίκη πόλις καί ἴως ἱερός ἅγιος Ποσειδῶν εἰμί Ἑλικώνιος | 0 |
| 7.24.5 | 3 | διαμεμένηκε δέ σφισι, καὶ ὡς ὑπὸ Ἀχαιῶν ἐκπεσόντες ἐς Ἀθήνας καὶ ὕστερον ἐξ Ἀθηνῶν ἐς τὰ παραθαλάσσια ἀφίκοντο τῆς Ἀσίας, σέβεσθαι Ποσειδῶνα Ἑλικώνιον· | They maintained this worship even when, having been expelled by the Achaeans into Athens, they afterward moved from Athens to the coastal region of Asia; and Poseidon Helikonios continued to be honored among them. | διαμενέω δέ σφεῖς καί ὡς ὑπό Ἀχαιός ἐκπίπτω εἰς Ἀθήνη καί ὕστερον ἐκ Ἀθηνᾶ εἰς ὁ παραθαλάσσιος ἀφικνέομαι ὁ Ἀσία σέβομαι Ποσειδῶν Ἑλικώνιος | 0 |
| 7.24.5 | 4 | καὶ Μιλησίοις τε ἰόντι ἐπὶ τὴν πηγὴν τὴν Βιβλίδα Ποσειδῶνος πρὸ τῆς πόλεώς ἐστιν Ἑλικωνίου βωμὸς καὶ ὡσαύτως ἐν Τέῳ περίβολός τε καὶ βωμός ἐστι τῷ Ἑλικωνίῳ θέας ἄξιος. | Thus, among the Milesians as one goes toward the spring called Biblis, there is an altar of Poseidon Helikonios in front of the city; likewise at Teos there is a precinct and an altar dedicated to Helikonios, which is worthy of viewing. | καί Μιλήσιος τε εἶμι ἐπί ὁ πηγή ὁ βιβλίς Ποσειδῶν πρό ὁ πόλις εἰμί Ἑλικώνιος βωμός καί ὡσαύτως ἐν τέως περίβολος τε καί βωμός εἰμί ὁ Ἑλικωνίος θέα ἄξιος | 0 |
| 7.24.6 | 1 | ἔστι δὲ καὶ Ὁμήρῳ πεποιημένα ἐς Ἑλίκην καὶ τὸν Ἑλικώνιον Ποσειδῶνα. | Homer also makes references to Helice and to Poseidon Heliconius. | εἰμί δέ καί Ὅμηρος ποιέω εἰς ἑλίκη καί ὁ Ἑλικώνιος Ποσειδῶν | 0 |
| 7.24.6 | 2 | χρόνῳ δὲ ὕστερον Ἀχαιοῖς τοῖς ἐνταῦθα, ἱκέτας ἄνδρας ἀποστήσασιν ἐκ τοῦ ἱεροῦ καὶ ἀποκτείνασιν, οὐκ ἐμέλλησε τὸ μήνιμα ἐκ τοῦ Ποσειδῶνος, ἀλλὰ σεισμὸς ἐς τὴν χώραν σφίσιν αὐτίκα κατασκήψας τῶν τε οἰκοδομημάτων τὴν κατασκευὴν καὶ ὁμοῦ τῇ κατασκευῇ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἀφανὲς ἐς τοὺς ἔπειτα ἐποίησε. | Later, the Achaeans living there drove some suppliants out from the sanctuary and slew them; the vengeance from Poseidon did not delay—immediately afterwards, an earthquake struck their land, destroying the buildings, and along with the structures, causing even the very ground of the city to disappear from the sight of future generations. | χρόνος δέ ὕστερον Ἀχαιός ὁ ἐνταῦθα ἱκέτης ἀνήρ ἀφίστημι ἐκ ὁ ἱερόν καί ἀποκτείνω οὐ μέλλω ὁ μήνιμα ἐκ ὁ Ποσειδῶν ἀλλά σεισμός εἰς ὁ χώρα σφεῖς αὐτίκα κατασκήπτω ὁ τε οἰκοδόμημα ὁ κατασκευή καί ὁμοῦ ὁ κατασκευή καί αὐτός ὁ πόλις ὁ ἔδαφος ἀφανής εἰς ὁ ἔπειτα ποιέω | 0 |
| 7.24.7 | 1 | τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς, ὅσοι μεγέθει τε ὑπερήρκασι καὶ ἐπὶ μήκιστον διικνοῦνται τῆς γῆς, προσημαίνειν ὁ θεὸς κατὰ τὰ αὐτὰ ὡς τὸ ἐπίπαν εἴωθεν---ἢ γὰρ ἐπομβρίαι συνεχεῖς ἢ αὐχμοὶ πρὸ τῶν σεισμῶν συμβαίνουσιν ἐπὶ χρόνον πλείονα, καὶ ὁ ἀὴρ παρὰ τὴν ἑκάστοτε τοῦ ἔτους ὥραν χειμῶνός τε γίνεται καυματωδέστερος καὶ ἐν θέρει μετὰ ἀχλύος μᾶλλον ὁ κύκλος παρέχεται τοῦ ἡλίου τὴν χρόαν παρὰ τὸ εἰωθὸς ἤτοι ἐς τὸ ἐρυθρότερον ἢ καὶ ἡσυχῇ ῥέπουσαν ἐς τὸ μελάντερον· | In general, therefore, when great earthquakes are about to occur—those that surpass others in their magnitude and extend over a very large portion of the world—the god commonly gives warning in ways he most often employs: either continuous rains or droughts occur for a considerable time beforehand, and the atmosphere, according to the particular season of the year, becomes hotter in winter, while in summer the disk of the sun is usually seen dimly through mist, changing its accustomed color either toward red or quietly inclining toward darkness. | ὁ μέν οὖν ἄλλος ἐπί ὁ σεισμός ὅσος μέγεθος τε ὑπερήρκα καί ἐπί μήκιστος διικνέομαι ὁ γῆ προσημαίνω ὁ θεός κατά ὁ αὐτός ὡς ὁ ἐπίπαν εἴωθα ἤ γάρ ἐπομβρία συνεχής ἤ αὐχμός πρό ὁ σεισμός συμβαίνω ἐπί χρόνος πλείων καί ὁ ἀήρ παρά ὁ ἑκάστοτε ὁ ἔτος ὥρα χείμων τε γίγνομαι καυματώδης καί ἐν θέρος μετά ἀχλύς μᾶλλον ὁ κύκλος παρέχω ὁ ἥλιος ὁ χρώα παρά ὁ εἰώθα ἤτοι εἰς ὁ ἐρυθρός ἤ καί ἡσυχῇ ῥέπω εἰς ὁ μελάντερος | 0 |
| 7.24.8 | 1 | τῶν τε ὑδάτων ὡς τὸ πολὺ ἐπιλείπουσιν αἱ πηγαί, καὶ ἀνέμων ἔστιν οἷς ἐνέπεσον ἐς τὴν χώραν ἐμβολαὶ περιτρέπουσαι τὰ δένδρα, | For springs of water largely fail, and some winds, sweeping through the land, overturn the trees. | ὁ τε ὕδωρ ὡς ὁ πολύς ἐπιλείπω ὁ πηγή καί ἄνεμος εἰμί ὅς ἐμπίπτω εἰς ὁ χώρα ἐμβολή περιτρέπω ὁ δένδρον | 0 |
| 7.24.8 | 2 | καί που καὶ ἐν τῷ οὐρανῷ διαδρομαὶ σὺν πολλῇ τῇ φλογί, τὰ δὲ καὶ ἀστέρων ὤφθη σχήματα οὔτε ἐγνωσμένα ὑπὸ τῶν πρότερον καὶ μεγάλην τοῖς ὁρῶσιν ἐμποιοῦντα ἔκπληξιν, | Even sometimes fiery trails are seen in the sky, and also shapes of stars have appeared unknown to former generations, causing great astonishment to those who behold them. | καί πού καί ἐν ὁ οὐρανός διαδρομή σύν πολύς ὁ φλόξ ὁ δέ καί ἀστήρ ὁράω σχῆμα οὔτε γιγνώσκω ὑπό ὁ πρότερον καί μέγας ὁ ὁράω ἐμποιέω ἔκπληξις | 0 |
| 7.24.8 | 3 | ἔτι δὲ καὶ τῆς γῆς κάτω πνευμάτων ὑπήχησις ἰσχυρά, ἄλλα τε πολλὰ ὁ θεὸς ἐπὶ τοῖς βιαίοις τῶν σεισμῶν ἐθέλει προενδείκνυσθαι· | Moreover, there is an intense subterranean roaring of winds beneath the earth, and many other signs which the god customarily manifests as preliminary warnings of violent earthquakes. | ἔτι δέ καί ὁ γῆ κάτω πνεῦμα ὑπήχησις ἰσχυρός ἄλλος τε πολύς ὁ θεός ἐπί ὁ βίαιος ὁ σεισμός ἐθέλω προενδείκνυμι | 0 |
| 7.24.9 | 1 | ---τῆς δὲ κινήσεως αὐτῆς καθέστηκεν οὐχ εἷς τρόπος, ἀλλʼ οἱ φροντίσαντες τὰ τοιαῦτα ἐξ ἀρχῆς καὶ οἱ παρʼ ἐκείνων διδαχθέντες ἰδέας καταμαθεῖν ἐδυνήθησαν τοσάσδε ἐπὶ τοῖς σεισμοῖς. | As regards the earthquake itself, its movement does not follow a single pattern; rather, those who have examined such phenomena from the beginning, as well as those instructed by them, have been able to discern several distinct forms of earthquakes. | ὁ δέ κίνησις αὐτός καθίστημι οὐ εἷς τρόπος ἀλλά ὁ φροντίζω ὁ τοιοῦτος ἐκ ἀρχή καί ὁ παρά ἐκεῖνος διδάσκω ἰδέα καταμανθάνω δύναμαι τοσόσδε ἐπί ὁ σεισμός | 0 |
| 7.24.9 | 2 | ἠπιώτατος μέν ἐστιν αὐτῶν, ἢν δὴ ἐν κακῷ γε τοσούτῳ ῥᾳστώνην ἐνεῖναί τινα ἡγησώμεθα, ἐπειδὰν ὁμοῦ τῇ κινήσει τῇ ἀρξαμένῃ τὸ πρῶτον καὶ τῇ ἐς τὸ ἔδαφος τροπῇ τῶν οἰκοδομημάτων ἀντιστᾶσα ἐναντία κίνησις ἐξεγείρῃ τὰ ἤδη τραπέντα, | The mildest among them—if indeed we can consider any relief possible amid so great a calamity—is when, simultaneously with the first onset of the earthquake and the initial tilting downwards of buildings, a contrary motion, opposing the fall, arises and sets upright again those structures already tipped. | ἠπιώτατος μέν εἰμί αὐτός ἐάν δή ἐν κακός γε τοσοῦτος ῥᾳστώνη ἐνίημι τις ἡγέομαι ἐπειδάν ὁμοῦ ὁ κίνησις ὁ ἄρχομαι ὁ πρῶτος καί ὁ εἰς ὁ ἔδαφος τροπή ὁ οἰκοδόμημα ἀνθίστημι ἐναντίος κίνησις ἐξεγείρω ὁ ἤδη τρέπω | 0 |
| 7.24.9 | 3 | ---καὶ ἐν τῇ τοιᾷδε ἰδέᾳ | Of this kind is the motion described above. | καί ἐν ὁ τοιόσδε ἰδέα | 0 |
| 7.24.10 | 1 | τοῦ σεισμοῦ κίονας ὁρᾶν ἔστιν ἀνορθουμένους οἳ ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι, καὶ ὁπόσα διέστη τοίχων συνερχόμενα ἐς τὸ ἐξ ἀρχῆς· | It is possible to see columns being straightened up after the earthquake, columns which had nearly fallen down entirely; likewise, walls that had separated, returning again into their original positions. | ὁ σεισμός κίων ὁράω εἰμί ἀνορθόω ὅς ὀλίγος δέομαι εἰς ἅπας ἐκρίπτω καί ὁπόσος διίστημι τοῖχος ἔρχομαι εἰς ὁ ἐκ ἀρχή | 0 |
| 7.24.10 | 2 | δοκοὶ δέ, ὅσας ἐκτὸς ὀλισθεῖν ἐποίησεν ἡ κίνησις, ἐπανίασιν αὖθις ἐς τὰς ἕδρας· | Furthermore, beams displaced outward by the shocks move back again into their proper places. | δοκός δέ ὅσος ἐκτός ὀλισθαίνω ποιέω ὁ κίνησις ἐπανίημι αὖθις εἰς ὁ ἕδρα | 0 |
| 7.24.10 | 3 | ὡσαύτως δὲ καὶ ὀχετῶν κατασκευῆς καὶ εἰ δή τι ἄλλο ἐπὶ ὕδατος ῥοαῖς προάγει, καὶ τούτων συνδεῖ τὰ διεσπασμένα μᾶλλον ἢ ἀνθρώπων τεκτόνων· | Similarly, this same force reconnects disrupted channels for water and any other construction established to guide flowing currents, bringing their severed parts together more effectively than human craftsmen. | ὡσαύτως δέ καί ὀχετός κατασκευή καί εἰ δή τις ἄλλος ἐπί ὕδωρ ῥοά προάγω καί οὗτος συνδέω ὁ διασπάω μᾶλλον ἤ ἀνήρ τέκτων | 0 |
| 7.24.10 | 4 | ---ὁ δὲ δὴ δεύτερος τῶν σεισμῶν ἀπώλειάν τε τῶν ἑτοιμοτέρων φέρει καί, ἐφʼ ὅ τι ἂν βάλῃ τὴν ὁρμήν, ἀνέκλινεν αὐτίκα τοῖς ἐς πολιορκίαν μηχανήμασιν ὁμοίως. | But the second of the earthquakes brought outright destruction to structures already weakened; wherever it directed its force, it instantly overturned them, just as siege-engines would do. | ὁ δέ δή δεύτερος ὁ σεισμός ἀπώλεια τε ὁ ἑτοιμότερος φέρω καί ἐπί ὁ τις ἄν βάλλω ὁ ὁρμή ἀνακλίνω αὐτίκα ὁ εἰς πολιορκία μηχάνημα ὁμοίως | 0 |
| 7.24.11 | 1 | τὸν δὲ αὐτῶν ὀλεθριώτατον τοιῷδέ τινι ἐθέλουσιν εἰκάζειν, τὸ ἐντὸς τοῦ ἀνθρώπου πνεῦμα εἰ συνεχεῖ πυρετῷ πυκνότερόν τε καὶ ὑπὸ πολλῆς ἄνω τῆς βίας ὠθοῖτο · | They desire to characterize the most destructive type of earthquake by a certain analogy, as being like breath within a person which, if forced by continual feverish heat, becomes denser and is driven violently upwards due to excessive internal pressure. | ὁ δέ αὐτός ὀλεθριώτατος τοιοσδέ τις ἐθέλω εἰκάζω ὁ ἐντός ὁ ἄνθρωπος πνεῦμα εἰ συνεχής πυρετός πυκνός τε καί ὑπό πολύς ἄνω ὁ βία ὠθέομαι | 0 |
| 7.24.11 | 2 | τοῦτο δὲ ἀλλαχοῦ τε τοῦ σώματος ἐπισημαίνει καὶ ἐν ταῖς χερσὶν ὑπὸ ἑκάτερον μάλιστα τὸν καρπόν. | Such a condition leaves marks in various parts of the body, particularly noticeable in the wrists beneath each hand. | οὗτος δέ ἀλλαχοῦ τε ὁ σῶμα ἐπισημαίνω καί ἐν ὁ χείρ ὑπό ἑκάτερος μάλιστα ὁ καρπός | 0 |
| 7.24.11 | 3 | κατὰ ταὐτὰ οὖν καὶ τὸν σεισμὸν εἴτʼ εὐθὺ ὑποδύεσθαι τῶν οἰκοδομημάτων καὶ θεμέλια ἀναπάλλειν φασὶν αὐτόν, καθότι καὶ τὰ ἔργα τῶν σφαλάκων ἐκ μυχοῦ τῆς γῆς ἀναπέμπεται· | Likewise, they assert that this type of earthquake directly enters beneath buildings and jolts their foundations upward, similar to the manner in which moles cause disturbance from deep in the earth. | κατά αὐτός οὖν καί ὁ σεισμός εἴτε εὐθύς ὑποδύω ὁ οἰκοδόμημα καί θεμέλιος ἀναπάλλω φημί αὐτός καθότι καί ὁ ἔργον ὁ σφαλακός ἐκ μύχος ὁ γῆ ἀναπέμπω | 0 |
| 7.24.11 | 4 | μόνη τε ἡ τοιαύτη κίνησις οὐδὲ τοῦ οἰκισθῆναί ποτε ὑπολείπει σημεῖα ἐν τῇ γῇ. | Indeed, this sort of seismic movement alone leaves behind no indication in the ground that it ever took place. | μόνος τε ὁ τοιοῦτος κίνησις οὐδέ ὁ οἰκίζω ποτε ὑπολείπω σημεῖον ἐν ὁ γῆ | 0 |
| 7.24.12 | 1 | τότε δὲ ἰδέαν μὲν ταύτην ἐπὶ τῇ Ἑλίκῃ τοῦ σεισμοῦ τὴν ἐς τὸ ἔδαφος ἀνακινοῦσαν, σὺν δὲ αὐτῇ καὶ ἄλλο πῆμα τοιόνδε οἱ ἐπιγενέσθαι φασὶν ὥρᾳ χειμῶνος. | Then at Helice the earthquake took this form, stirring the ground beneath them, and together with it another disaster befell the people, they say, during the season of winter. | τότε δέ ἰδέα μέν οὗτος ἐπί ὁ Ἑλίκη ὁ σεισμός ὁ εἰς ὁ ἔδαφος ἀνακινέω σύν δέ αὐτός καί ἄλλος πῆμα τοιόσδε ὁ γίγνομαι φημί ὥρα χείμων | 0 |
| 7.24.12 | 2 | ἐπῆλθε γάρ σφισιν ἐπὶ πολὺ τῆς χώρας ἡ θάλασσα καὶ τὴν Ἑλίκην περιέλαβεν ἐν κύκλῳ πᾶσαν· καὶ δὴ καὶ τὸ ἄλσος τοῦ Ποσειδῶνος ἐπὶ τοσοῦτον ἐπέσχεν ὁ κλύδων ὡς τὰ ἄκρα τῶν δένδρων σύνοπτα εἶναι μόνον. | For the sea advanced far inland over their territory and encircled the whole of Helice; and indeed the grove of Poseidon was inundated to such a degree by the wave that only the tops of the trees remained visible. | ἔρχομαι γάρ σφεῖς ἐπί πολύς ὁ χώρα ὁ θάλασσα καί ὁ ἑλίκη περιλαμβάνω ἐν κύκλος πᾶς καί δή καί ὁ ἄλσος ὁ Ποσειδῶν ἐπί τοσοῦτος ἐπέχω ὁ κλύδων ὡς ὁ ἄκρος ὁ δένδρον σύνοπτος εἰμί μόνος | 0 |
| 7.24.12 | 3 | σείσαντος δὲ ἐξαίφνης τοῦ θεοῦ καὶ ὁμοῦ τῷ σεισμῷ τῆς θαλάσσης ἀναδραμούσης, καθείλκυσεν αὔτανδρον τὸ κῦμα τὴν Ἑλίκην. | When suddenly the god caused an earthquake, and simultaneously the sea rushed back, the wave dragged down Helice with all of its inhabitants. | σείω δέ ἐξαίφνης ὁ θεός καί ὁμοῦ ὁ σεισμός ὁ θάλασσα ἀναδραμέω καθέλκω αὔτανδρος ὁ κῦμα ὁ ἑλίκη | 0 |
| 7.24.13 | 1 | τοιοῦτό γε δὴ κατέλαβεν, καὶ ἕτερον τὴν ἰδέαν, ἐν Σιπύλῳ πόλιν ἐς χάσμα ἀφανισθῆναι· | Indeed, such a disaster befell them, and another of a similar nature happened, the disappearance of a city on Mount Sipylus into a chasm. | τοιοῦτος γε δή καταλαμβάνω καί ἕτερος ὁ ἰδέα ἐν Σίπυλος πόλις εἰς χάσμα ἀφανίζω | 0 |
| 7.24.13 | 2 | ἐξ ὅτου δὲ ἡ ἰδέα κατεάγη τοῦ ὄρους, ὕδωρ αὐτόθεν ἐρρύη, καὶ λίμνη τε ὀνομαζομένη Σαλόη τὸ χάσμα ἐγένετο καὶ ἐρείπια πόλεως δῆλα ἦν ἐν τῇ λίμνῃ, πρὶν ἢ τὸ ὕδωρ ἀπέκρυψεν αὐτὰ τοῦ χειμάρρου. | From the moment that the mountainside broke away, waters flowed forth at that spot, and the chasm became a lake called Saloe. | ἐκ ὅστις δέ ὁ ἰδέα καταγνύω ὁ ὄρος ὕδωρ αὐτόθεν ῥέω καί λίμνη τε ὀνομάζω σαλόη ὁ χάσμα γίγνομαι καί ἐρείπιον πόλις δῆλος εἰμί ἐν ὁ λίμνη πρίν ἤ ὁ ὕδωρ ἀποκρύπτω αὐτός ὁ χείμαρρος | 0 |
| 7.24.13 | 3 | σύνοπτα δὲ καὶ Ἑλίκης ἐστὶ τὰ ἐρείπια, οὐ μὴν ἔτι γε ὁμοίως, ἅτε ὑπὸ τῆς ἅλμης λελυμασμένα. | The ruins of the city were clearly visible in the lake until the water rising from the torrent concealed them. | σύνοπτος δέ καί ἑλίκη εἰμί ὁ ἐρείπιον οὐ μήν ἔτι γε ὁμοίως ἅτε ὑπό ὁ ἅλμη λυμαίνω | 0 |