Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 7.4

PassageSentenceGreekEnglishLemma FormsMissing
7.4.1 1 αἱ δὲ ἐν ταῖς νήσοις εἰσὶν Ἰώνων πόλεις Σάμος ἡ ὑπὲρ Μυκάλης καὶ Χίος ἡ ἀπαντικρὺ τοῦ Μίμαντος. The Ionian cities situated on the islands are Samos, which lies opposite Mycale, and Chios, which is directly across from Mount Mimas. ὁ δέ ἐν ὁ νῆσος εἰμί Ἴων πόλις Σάμος ὁ ὑπέρ Μυκάλη καί Χίος ὁ ἀπαντικρύ ὁ Μίμας 0
7.4.1 2 Ἄσιος δὲ ὁ Ἀμφιπτολέμου Σάμιος ἐποίησεν ἐν τοῖς ἔπεσιν ὡς Φοίνικι ἐκ Περιμήδης τῆς Οἰνέως γένοιτο Ἀστυπάλαια καὶ Εὐρώπη, Ποσειδῶνος δὲ καὶ Ἀστυπαλαίας εἶναι παῖδα Ἀγκαῖον, βασιλεύειν δὲ αὐτὸν τῶν καλουμένων Λελέγων· Now, Asius, son of Amphiptolemus, a poet from Samos, in his verses stated that Astypalaea and Europa were daughters of Phoenix by Perimede, the daughter of Oeneus; from the union of Poseidon with Astypalaea was born Ancaeus, who ruled over the people known as the Leleges. Ἄσιος δέ ὁ Ἀμφιπτόλεμος Σάμιος ποιέω ἐν ὁ ἔπος ὡς φοῖνιξ ἐκ Περιμήδης ὁ Οἰνεύς γίγνομαι Ἀστυπάλαια καί Εὐρώπη Ποσειδῶν δέ καί Ἀστυπάλαια εἰμί παῖς Ἀγκαῖος βασιλεύω δέ αὐτός ὁ καλέω λέγω 0
7.4.1 3 Ἀγκαίῳ δὲ τὴν θυγατέρα τοῦ ποταμοῦ λαβόντι τοῦ Μαιάνδρου Σαμίαν γενέσθαι Περίλαον καὶ Ἔνουδον καὶ Σάμον καὶ Ἀλιθέρσην καὶ θυγατέρα ἐπʼ αὐτῷ Παρθενόπην, Παρθενόπης δὲ τῆς Ἀγκαίου καὶ Ἀπόλλωνος Λυκομήδην γενέσθαι. Ancaeus, after taking as wife Samia, the daughter of the river Maeander, fathered Perilaus, Enudus, Samos, Alitherses, and a daughter named Parthenope by her; and from Parthenope, daughter of Ancaeus, and Apollo was born Lycomedes. Ἀγκαῖος δέ ὁ θυγάτηρ ὁ ποταμός λαμβάνω ὁ Μαίανδρος Σαμία γίγνομαι Περίλαος καί ἔνουδος καί Σάμος καί Ἀλθέρσης καί θυγάτηρ ἐπί αὐτός Παρθενόπη Παρθενόπη δέ ὁ Ἀγκαῖος καί Ἀπόλλων Λυκομήδης γίγνομαι 0
7.4.2 1 Ἄσιος μὲν ἐς τοσοῦτο ἐν τοῖς ἔπεσιν ἐδήλωσε· Asius made this much known in his verses. Ἄσιος μέν εἰς τοσοῦτος ἐν ὁ ἔπος δηλόω 0
7.4.2 2 τότε δὲ οἱ τὴν νῆσον οἰκοῦντες ἀνάγκῃ πλέον ἐδέξαντο ἢ εὐνοίᾳ συνοίκους Ἴωνας. But at that time, the inhabitants of the island received the Ionians as settlers rather through compulsion than out of goodwill. τότε δέ ὁ ὁ νῆσος οἰκέω ἀνάγκη πλέον δέχομαι ἤ εὔνοια σύνοικος Ἴων 0
7.4.2 3 ἡγεμὼν δὲ ἦν τοῖς Ἴωσι Προκλῆς ὁ Πιτυρέως, αὐτός τε Ἐπιδαύριος καὶ Ἐπιδαυρίους ἦν τὸ πολὺ ἄγων, οἳ ὑπὸ Δηιφόντου καὶ Ἀργείων ἐκ τῆς Ἐπιδαυρίας ἐξεπεπτώκεσαν· Leading the Ionians was Procles, son of Pityreus, himself an Epidaurian who for the most part brought Epidaurians with him, men who had been driven from Epidauria by Deiphontes and the Argives. ἡγεμών δέ εἰμί ὁ ἴως Προκλῆς ὁ πιτυρός αὐτός τε ἐπιδαύριος καί ἐπιδαύριος εἰμί ὁ πολύς ἄγω ὅς ὑπό Δηιφόντης καί Ἀργεῖος ἐκ ὁ ἐπιδαύριος ἐκπίπτω 0
7.4.2 4 τούτῳ τῷ Προκλεῖ γένος ἦν ἀπὸ Ἴωνος τοῦ Ξούθου. Procles traced his ancestry back to Ion, the son of Xuthus. οὗτος ὁ Προκλῆς γένος εἰμί ἀπό Ἴων ὁ Ξούθος 0
7.4.2 5 Ἄνδροκλος δὲ καὶ Ἐφέσιοι στρατεύουσιν ἐπὶ Λεώγορον τὸν Προκλέους, βασιλεύοντα μετὰ τὸν πατέρα ἐν Σάμῳ, καὶ μάχῃ νικήσαντες ἐξελαύνουσιν ἐκ τῆς νήσου Σαμίους· Later, Androclus and the Ephesians marched against Leogorus, the son of Procles, who at that time ruled in Samos after his father, and, defeating him in battle, expelled the Samians from the island. Ἄνδροκλος δέ καί Ἐφέσιος στρατεύω ἐπί Λεώγορος ὁ Προκλεύς βασιλεύω μετά ὁ πατήρ ἐν Σάμος καί μάχη νικάω ἐξελαύνω ἐκ ὁ νῆσος Σάμιος 0
7.4.2 6 αἰτίαν δὲ ἐπέφερον μετὰ Καρῶν σφᾶς ἐπιβουλεύειν Ἴωσι. They accused the Samians of plotting together with the Carians against the Ionians. αἰτία δέ φέρω μετά Καρός σφεῖς ἐπιβουλεύω ἴως 0
7.4.3 1 Σαμίων δὲ τῶν φευγόντων οἱ μὲν ἐπὶ τῇ Θρᾴκῃ νῆσον ᾤκησαν, καὶ ἀπὸ τούτων τῆς ἐνοικήσεως Σαμοθρᾴκην τὴν νῆσον καλοῦσιν ἀντὶ Δαρδανίας· Of the fleeing Samians, some inhabited an island off Thrace, and owing to their settlement there, the island is called Samothrace instead of Dardania. Σάμιοι δέ ὁ φεύγω ὁ μέν ἐπί ὁ Θρᾴκη νῆσος οἰκέω καί ἀπό οὗτος ὁ ἐνοίκησις Σαμοθράκη ὁ νῆσος καλέω ἀντί Δαρδανία 0
7.4.3 2 οἱ δὲ ὁμοῦ Λεωγόρῳ περὶ Ἀναίαν τὴν ἐν τῇ ἠπείρῳ τῇ πέραν βαλόμενοι τεῖχος, δέκα ἔτεσιν ὕστερον διαβάντες ἐν τῇ Σάμῳ τούς τε Ἐφεσίους ἐκβάλλουσι καὶ ἀνεσώσαντο τὴν νῆσον. Others, under Leogoras, established themselves around Anaia, a site on the mainland opposite; and after ten years, crossing back to Samos, they expelled the Ephesians and recovered their island. ὁ δέ ὁμοῦ λεωγόρος περί ἀναῖος ὁ ἐν ὁ Ἤπειρος ὁ πέραν βάλλω τεῖχος δέκα ἔτος ὕστερον διαβαίνω ἐν ὁ Σάμος ὁ τε Ἐφέσιος ἐκβάλλω καί ἀνισόω ὁ νῆσος 0
7.4.4 1 τὸ δὲ ἱερὸν τὸ ἐν Σάμῳ τῆς Ἥρας εἰσὶν οἳ ἱδρύσασθαί φασι τοὺς ἐν τῇ Ἀργοῖ πλέοντας, ἐπάγεσθαι δὲ αὐτοὺς τὸ ἄγαλμα ἐξ Ἄργους· As for the temple of Hera on Samos, there are those who say that it was founded by the men who sailed aboard the Argo, and that they brought the cult-statue there from Argos. ὁ δέ ἱερός ὁ ἐν Σάμος ὁ Ἥρα εἰμί ὅς ἱδρύω φημί ὁ ἐν ὁ ἀργός πλέω ἐπάγομαι δέ αὐτός ὁ ἄγαλμα ἐκ Ἄργος 0
7.4.4 2 Σάμιοι δὲ αὐτοὶ τεχθῆναι νομίζουσιν ἐν τῇ νήσῳ τὴν θεὸν παρὰ τῷ Ἰμβράσῳ ποταμῷ καὶ ὑπὸ τῇ λύγῳ τῇ ἐν τῷ Ἡραίῳ κατʼ ἐμὲ ἔτι πεφυκυίᾳ. The Samians themselves, though, believe the goddess was born on the island, by the river Imbrasus, beneath the willow-tree which still grew within the temple precinct in my own time. Σάμιος δέ αὐτός τίκτω νομίζω ἐν ὁ νῆσος ὁ θεός παρά ὁ Ἴμβρασος ποταμός καί ὑπό ὁ λύγος ὁ ἐν ὁ Ἡραῖος κατά ἐγώ ἔτι φύω 0
7.4.4 3 εἶναι δʼ οὖν τὸ ἱερὸν τοῦτο ἐν τοῖς μάλιστα ἀρχαῖον ὃ οὐχ ἥκιστα ἄν τις καὶ ἐπὶ τῷ ἀγάλματι τεκμαίροιτο· ἔστι γὰρ δὴ ἀνδρὸς ἔργον Αἰγινήτου Σμίλιδος τοῦ Εὐκλείδου. Now, this sanctuary is indeed among the oldest, as one may particularly infer from the statue, since it is a work of Smilis of Aegina, son of Eucleides. εἰμί δέ οὖν ὁ ἱερός οὗτος ἐν ὁ μάλιστα ἀρχαῖος ὅς οὐ ἥκιστα ἄν τις καί ἐπί ὁ ἄγαλμα τεκμαίρομαι εἰμί γάρ δή ἀνήρ ἔργον Αἰγινήτης σμίλις ὁ εὐκλείδης 0
7.4.4 4 οὗτος ὁ Σμῖλίς ἐστιν ἡλικίαν κατὰ Δαίδαλον, δόξης δὲ οὐκ ἐς τὸ ἴσον ἀφίκετο· This Smilis was contemporary with Daedalus, though he did not attain to the same renown. οὗτος ὁ σμῖλις εἰμί ἡλικία κατά δαίδαλον δόξα δέ οὐ εἰς ὁ ἴσος ἀφικνέομαι 0
7.4.5 1 Δαιδάλῳ μὲν γὰρ γένους τε Ἀθήνῃσιν ὑπῆρχεν εἶναι τοῦ βασιλικοῦ τῶν καλουμένων Μητιονιδῶν καὶ ὁμοῦ τῇ τέχνῃ τῆς πλάνης τε ἕνεκα καὶ ἐπὶ ταῖς συμφοραῖς ἐπιφανέστερος ἐγένετο ἐς ἅπαντας ἀνθρώπους. For Daedalus was by birth an Athenian, belonging to the royal family called the Metionidae, and through his skill, as well as through his wanderings and misfortunes, he became particularly renowned among all people. δαιδάλιος μέν γάρ γένος τε Ἀθήνησι ὑπάρχω εἰμί ὁ βασιλικός ὁ καλέω Μητιονίδαι καί ὁμοῦ ὁ τέχνη ὁ πλάνης τε ἕνεκα καί ἐπί ὁ συμφορά ἐπιφανής γίγνομαι εἰς ἅπας ἄνθρωπος 0
7.4.5 2 ἀποκτείνας μὲν ἀδελφῆς παῖδα καὶ ἐπιστάμενος τὰ οἴκοι νόμιμα ἑκουσίως παρὰ Μίνω ἔφυγεν ἐς Κρήτην, καὶ αὐτῷ τε ἀγάλματα Μίνῳ καὶ τοῦ Μίνω ταῖς θυγατράσιν ἐποίησε, καθότι καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐδήλωσε· After killing his sister's son, and fully aware of the laws of his native land, he voluntarily fled to Crete to Minos, and there he made statues both for Minos himself and for the daughters of Minos, as Homer also indicates in the Iliad. ἀποκτείνω μέν ἀδελφή παῖς καί ἐπίσταμαι ὁ οἶκος νόμιμον ἑκουσίως παρά Μίνως φεύγω εἰς Κρήτη καί αὐτός τε ἄγαλμα Μίνως καί ὁ Μίνως ὁ θυγατήρ ποιέω καθότι καί Ὅμηρος ἐν Ἰλιάς δηλόω 0
7.4.6 1 καταγνωσθεὶς δὲ ἀδικεῖν ὑπὸ τοῦ Μίνω καὶ ἐς δεσμωτήριον ὁμοῦ τῷ παιδὶ ἐμβληθεὶς ἐκδιδράσκει τε ἐκ Κρήτης καὶ ἐς Ἴνυκον Σικελῶν πόλιν ἀφικνεῖται παρὰ Κώκαλον, καὶ πολέμου παρέσχε τοῖς Σικελοῖς αἰτίαν πρὸς τοὺς Κρῆτας, ὅτι ἐξαιτοῦντος Μίνω μὴ πρόοιτο αὐτὸν ὁ Κώκαλος· Condemned by Minos for wrongdoing and thrown into prison along with his son, Daedalus escaped from Crete and arrived at the Sicilian city of Inycus, at the court of Cocalus. This event provided the Sicilians a cause for war against the Cretans, since Cocalus refused to surrender Daedalus despite Minos' demands. καταγιγνώσκω δέ ἀδικέω ὑπό ὁ Μίνως καί εἰς δεσμωτήριον ὁμοῦ ὁ παῖς ἐμβάλλω ἐκδιδράσκω τε ἐκ Κρήτη καί εἰς ἴνυκον Σικελός πόλις ἥκω παρά κώκαλον καί πόλεμος παρέχω ὁ Σικελός αἰτία πρός ὁ Κρῆς ὅτι ἐξαιτέω Μίνως μή προοίομαι αὐτός ὁ Κώκαλος 0
7.4.6 2 καὶ ἐς τοσοῦτο ὑπὸ τοῦ Κωκάλου τῶν θυγατέρων ἐσπουδάσθη κατὰ τὴν τέχνην, ὡς καὶ θάνατον τῷ Μίνῳ βουλεῦσαι τὰς γυναῖκας ἐς χάριν Δαιδάλου. Daedalus became so highly esteemed among Cocalus' daughters because of his skill that, in gratitude to him, these women even plotted Minos' death. καί εἰς τοσοῦτος ὑπό ὁ Κώκαλος ὁ θυγάτηρ σπουδάζω κατά ὁ τέχνη ὡς καί θάνατος ὁ Μίνως βουλεύω ὁ γυνή εἰς χάρις δαίδαλος 0
7.4.7 1 δῆλά τε ὡς ἀνὰ πᾶσαν μὲν τὴν Σικελίαν, ἐπὶ πλεῖστον δὲ καὶ Ἰταλίας ἀφίκετο τοῦ Δαιδάλου τὸ ὄνομα. It is clear that the fame of Daedalus spread throughout all Sicily and extended even into a significant portion of Italy. δῆλος τε ὡς ἀνά πᾶς μέν ὁ Σικελία ἐπί πλεῖστος δέ καί Ἰταλία ἀφικνέομαι ὁ δαίδαλος ὁ ὄνομα 0
7.4.7 2 ὁ δὲ Σμῖλις, ὅτι μὴ παρὰ Σαμίους καὶ ἐς τὴν Ἠλείαν, παρʼ ἄλλους γε οὐδένας φανερός ἐστιν ἀποδημήσας· Smilis, however, is not recorded to have traveled abroad except among the Samians and into Elis; nowhere else is it evident he journeyed. ὁ δέ σμῖλος ὅτι μή παρά Σάμιος καί εἰς ὁ ἠλεῖος παρά ἄλλος γε οὐδείς φανερός εἰμί ἀποδημέω 0
7.4.7 3 ἐς τούτους δὲ ἀφίκετο, καὶ τὸ ἄγαλμα ἐν Σάμῳ τῆς Ἥρας ὁ ποιήσας ἐστὶν οὗτος. Yet he did arrive among these peoples, and he is the artist who crafted the statue of Hera in Samos. εἰς οὗτος δέ ἀφικνέομαι καί ὁ ἄγαλμα ἐν Σάμος ὁ Ἥρα ὁ ποιέω εἰμί οὗτος 0
7.4.8 1 Ἴωνι δὲ τῷ ποιήσαντι τραγῳδίαν ἐστὶν ἐν τῇ συγγραφῇ τοιάδε εἰρημένα, Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφῃ τε ἐνταῦθα συγγενέσθαι καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῷ παιδὶ ὄνομα θέσθαι Χίον· In the work of Ion, who composed tragedies, it is said as follows: Poseidon came to the island when it was still uninhabited, and there lay with a nymph. Ἴων δέ ὁ ποιέω τραγῳδία εἰμί ἐν ὁ συγραφή τοιόσδε λέγω Ποσειδῶν εἰς ὁ νῆσος ἔρημος εἰμί ἀφικνέομαι καί νύμφη τε ἐνταῦθα συγγίγνομαι καί ὑπό ὁ ὠδῖς ὁ νύμφη χιών ἐκ οὐρανός πίπτω εἰς ὁ γῆ καί ἀπό οὗτος Ποσειδῶν ὁ παῖς ὄνομα τίθημι χῖος 0
7.4.8 2 συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέρᾳ νύμφῃ, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα· At the time of her childbirth, snow fell from heaven onto the earth, and for this reason Poseidon gave their child the name Chios. συγγίγνομαι δέ αὐτός καί ἕτερος νύμφη καί γίγνομαι ὁ παῖς ἄγελος τε καί μέλας 0
7.4.8 3 ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα. He also lay with another nymph, who bore him two sons, Agelos and Melas. ἀνά χρόνος δέ καί οἰνοπίων εἰς ὁ χῖος κατάρα ναῦς ἐκ Κρήτη ἕπομαι δέ ὁ καί ὁ παῖς τάλας καί εὐανθής καί μέλας καί σάλαγος τε καί Ἀθάμας 0
7.4.9 1 ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. During the reign of Oenopion, the Carians also arrived on the island, along with the Abantes from Euboea. ἀφικνέομαι δέ καί Καΐρης εἰς ὁ νῆσος ἐπί ὁ Οἰνοπίων βασιλεία καί Ἄβαντες ἐκ εὔβοια 0
7.4.9 2 Οἰνοπίωνος δὲ καὶ τῶν παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν· Later, Amphiclus assumed rule after Oenopion and his sons. Οἰνοπίων δέ καί ὁ παῖς λαμβάνω ὕστερον Ἄμφικλος ὁ ἀρχή 0
7.4.9 3 ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν Εὐβοίᾳ κατὰ μάντευμα ἐκ Δελφῶν. This Amphiclus had come from Histiaea in Euboea, guided by an oracle from Delphi. ἀφικνέομαι δέ ἐκ ἱστιαία ὁ Ἄμφικλος ὁ ἐν Εὔβοια κατά μάντευμα ἐκ Δελφοί 0
7.4.9 4 Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτῃ γενεᾷ--- βασιλείαν γὰρ ἔσχε καὶ οὗτος---ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῇ νήσῳ, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους. Hector, who belonged to the fourth generation after Amphiclus, also had the kingship; he went to war against the Abantes and the Carians who inhabited the island, killing some in battle and compelling others to leave under treaty. Ἕκτωρ δέ ἀπό Ἀμφίκλος τέταρτος γενεά βασιλεία γάρ ἔχω καί οὗτος πολεμέω Ἄβαντες καί Καρός ὁ οἰκέω ἐν ὁ νῆσος καί ὁ μέν ἀποκτείνω ἐν ὁ μάχη ὁ δέ ἀπέρχομαι ἀναγκάζω ὑποσπόνδος 0
7.4.10 1 γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον· After the Chians had been freed from war, Hector then remembered that they ought to join with the Ionians in common sacrifice at the Panionion. γίγνομαι δέ ἀπαλλαγή πόλεμος χῖος ἀφικνέομαι τηνικαῦτα εἰς μνήμη Ἕκτωρ ὡς σφεῖς καί ἴως δέω συνθύω εἰς Πανιώνιος 0
7.4.10 2 τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίᾳ παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων. Ion says that Hector received a tripod from the Ionian league as a prize of valor. τρίπους δέ ἆθλον λαμβάνω αὐτός ἐπί ἀνδραγαθία παρά ὁ κοινός φημί ὁ Ἴων 0
7.4.10 3 τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον· οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθʼ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας. These things I found related by Ion concerning the Chians; yet he has not explained the specific reason why the Chians pay tribute to the Ionians. τοσοῦτος εἴρηκα εἰς Χίος Ἴων εὑρίσκω οὐ μέντοι ἐκεῖνος γε εἴρω κατά ὅστις αἰτία Χῖος τελέω εἰς Ἴων 0