Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.8.1 | 1 | τότε δὲ ἥκων ὁ Φλαμίνιος Ἐρέτριάν τε διήρπασε, τοὺς φρουροῦντας Μακεδόνων μάχῃ νικήσας. | At that time, Flaminius arrived and sacked Eretria, having defeated in battle the Macedonian troops defending it. | τότε δέ ἥκω ὁ φλαμίνιος Ἐρέτρια τε διαρπάζω ὁ φρουρέω Μακεδών μάχη νικάω | 0 |
| 7.8.1 | 2 | καὶ αὖθις ἐλάσας ἐπὶ Κόρινθον κατεχομένην ὑπὸ Φιλίππου φρουρᾷ αὐτός τε προσεκάθητο πολιορκῶν καὶ παρὰ Ἀχαιοὺς ἅμα ἀποστέλλων ἐπήγγελλέ σφισιν ἀφικνεῖσθαι πρὸς Κόρινθον στρατιᾷ. | Then, advancing toward Corinth, which was occupied by a garrison of Philip, he personally laid siege to it and simultaneously sent envoys to the Achaeans, urging them to come with their forces to Corinth. | καί αὖθις ἐλαύνω ἐπί Κόρινθος κατέχομαι ὑπό Φίλιππος φρουρά αὐτός τε προσεκάθημαι πολιορκέω καί παρά Ἀχαιός ἅμα ἀποστέλλω ἐπαγγέλλω σφεῖς ἀφικνέομαι πρός Κόρινθος στρατιά | 0 |
| 7.8.1 | 3 | συμμάχους τε ἀξιωθησομένους καλεῖσθαι Ῥωμαίων καὶ ἅμα εὐνοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν. | He promised that they would be considered allies of the Romans and would share in Rome’s goodwill toward the Greek nation. | σύμμαχος τε ἀξιόω καλέω Ῥωμαῖος καί ἅμα εὔνοια ὁ εἰς ὁ Ἑλληνικός | 0 |
| 7.8.2 | 1 | Ἀχαιοὶ δὲ ἐποιοῦντο μὲν μεγάλως καὶ αὐτὸν ἐν αἰτίᾳ Φλαμίνιον καὶ ἔτι πρότερον Ὀτίλιον, οἳ μετεχειρίσαντο ὠμῶς οὕτω πόλεις Ἑλληνίδας καὶ ἀρχαίας, ἀναμαρτήτους τε οὔσας πρὸς Ῥωμαίους καὶ οὐ κατὰ γνώμην ὑπὸ Μακεδόνων ἀρχομένας· | The Achaeans held Flaminius himself largely accountable—as well as previously Otilius—for dealing so cruelly with Greek cities of ancient heritage, even though these cities had not wronged Rome in any way and were governed unwillingly by Macedon. | Ἀχαιός δέ ποιέω μέν μεγάλως καί αὐτός ἐν αἰτία φλαμίνιον καί ἔτι πρότερον Ὀτίλιον ὅς μεταχειρίζω ὠμός οὕτως πόλις Ἑλληνίς καί ἀρχαῖος ἀναμάρτητος τε εἰμί πρός Ῥωμαῖος καί οὐ κατά γνώμη ὑπό Μακεδών ἄρχω | 0 |
| 7.8.2 | 2 | προεωρῶντο δὲ καὶ ὡς ἀντὶ Φιλίππου καὶ Μακεδόνων Ῥωμαῖοι σφίσι τε ἥκοιεν καὶ τῷ Ἑλληνικῷ δεσπόται προστάττειν. | Moreover, they clearly foresaw that the Romans, instead of Philip and the Macedonians, would become overlords issuing commands both to them and to the broader Greek world. | προοράω δέ καί ὡς ἀντί Φίλιππος καί Μακεδών Ῥωμαῖος σφεῖς τε ἥκω καί ὁ Ἑλληνικός δεσπότης προστάσσω | 0 |
| 7.8.2 | 3 | ῥηθέντων δὲ ἐν τῷ συνεδρίῳ πολλῶν καὶ ἐναντίων ἀλλήλοις, τέλος οἱ εὖνοι Ῥωμαίοις ἐνίκησαν καὶ Ἀχαιοὶ Φλαμινίῳ Κόρινθον συνεπολιόρκησαν. | But after much contradictory debate in the assembly, the party favorable to Rome eventually prevailed, and the Achaeans joined Flaminius in laying siege to Corinth. | ῥηθείς δέ ἐν ὁ συνέδριον πολύς καί ἐναντίος ἀλλήλων τέλος ὁ εὖνος Ῥωμαῖος νικάω καί Ἀχαιός φλαμίνιος Κόρινθος συμπολιορκέω | 0 |
| 7.8.3 | 1 | Κορίνθιοι δὲ ἀπὸ Μακεδόνων ἐλευθερωθέντες μετέσχον αὐτίκα συνεδρίου τοῦ Ἀχαιῶν, μετασχόντες καὶ πρότερον, ὅτε Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκορίνθου τὴν πᾶσαν ἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ. | The Corinthians, having been freed from the Macedonians, immediately joined the federation of the Achaeans. | Κορίνθιος δέ ἀπό Μακεδών ἐλευθερόω μετέχω αὐτίκα συνέδριον ὁ Ἀχαιός μετέχω καί πρότερον ὅτε Ἄρατος καί Σικυώνιος φρουρά ἐκ ὁ ἀκροκόρινθος ὁ πᾶς ἐξελαύνω καί ἀποκτείνω Περσαῖος ὑπό Ἀντίγονος τάσσω ἐπί ὁ φρουρά | 0 |
| 7.8.3 | 2 | Ἀχαιοὶ δὲ τὸ ἀπὸ τούτου σύμμαχοί τε ὠνομάζοντο Ῥωμαίων καὶ ἐς τὰ πάντα ἦσαν πρόθυμοι· καί σφισιν εἵποντο μὲν ἐς Μακεδονίαν καὶ ἐπὶ Φίλιππον, μετέσχον δὲ καὶ στρατείας ἐς Αἰτωλούς, τρίτα δὲ ὁμοῦ Ῥωμαίοις ἐμαχέσαντο ἐναντία Ἀντιόχου καὶ Σύρων. | They had previously participated as well, at the time when Aratus and the Sicyonians drove out the entire garrison from Acrocorinth and killed Persaeus, whom Antigonus had appointed governor of the fortress. | Ἀχαιός δέ ὁ ἀπό οὗτος σύμμαχος τε ὀνομάζω Ῥωμαῖος καί εἰς ὁ πᾶς εἰμί πρόθυμος καί σφεῖς ἕπομαι μέν εἰς Μακεδονία καί ἐπί Φίλιππος μετέχω δέ καί στρατεία εἰς Αἰτωλός τρία δέ ὁμοῦ Ῥωμαῖος μάχομαι ἐναντίος Ἀντίοχος καί Σῦρος | 0 |
| 7.8.4 | 1 | ὅσα μὲν δὴ Ἀχαιοὶ Μακεδόσιν ἢ στρατιᾷ τῇ Σύρων ἐναντία ἐτάξαντο, φιλίᾳ τῇ πρὸς Ῥωμαίους ἔπραξαν· | Indeed, in all their confrontations arranged against the Macedonians or the Syrian army, the Achaeans acted in friendship with the Romans. | ὅσος μέν δή Ἀχαιός Μακεδών ἤ στρατιά ὁ Σῦρος ἐναντίος τάσσω φιλία ὁ πρός Ῥωμαῖος πράσσω | 0 |
| 7.8.4 | 2 | ἐς δὲ Αἰτωλοὺς ἐκ παλαιοῦ σφισιν ἦν οἰκεῖα ἐγκλήματα. | But against the Aetolians they had longstanding personal grievances. | εἰς δέ Αἰτωλός ἐκ παλαιός σφεῖς εἰμί οἰκεῖος ἐγκλήματα | 0 |
| 7.8.4 | 3 | ἐπεὶ δὲ ἡ Νάβιδος ἐν Σπάρτῃ τυραννὶς κατελέλυτο, ἐς πλείστην ὠμότητα ἀνδρὸς ἀφικομένου, τὰ ἐς τοὺς Λακεδαιμονίους αὐτίκα ἐνεπεπτώκει· | After the tyranny of Nabis in Sparta had been overthrown—his rule having brought about extreme cruelty—the Achaeans immediately turned their attention toward the Lacedaemonians. | ἐπεί δέ ὁ Νάβις ἐν Σπάρτη τυραννίς καταλύω εἰς πλεῖστος ὠμότης ἀνήρ ἀφικνέομαι ὁ εἰς ὁ Λακεδαιμόνιος αὐτίκα ἐμπίπτω | 0 |
| 7.8.5 | 1 | καὶ σφᾶς ὑπὸ τὸν χρόνον οἱ Ἀχαιοὶ τοῦτον ἐς σύλλογον ὑπάγονται τὸν Ἀχαϊκὸν καὶ δίκας τε ἐδίκαζόν σφισιν ἐς τὸ ἀκριβέστατον καὶ τὰ τείχη τῆς Σπάρτης καταβάλλουσιν ἐς ἔδαφος, οἰκοδομηθέντα μὲν καὶ πρότερον ἔτι αὐτοσχεδίως καὶ ἐπί τε τῆς Δημητρίου καὶ ὕστερον τῆς Πύρρου καὶ Ἠπειρωτῶν στρατείας, ἐπὶ δὲ τῆς τυραννίδος τῆς Νάβιδος καὶ ἐς τὸ ἀσφαλέστατον ὀχυρωθέντα. | Around this time the Achaeans brought them into the Achaean League assembly, judged their legal cases with the utmost strictness, and demolished completely the walls of Sparta—walls that had previously been hastily built during the campaigns of Demetrius and later again during those of Pyrrhus and the Epeirotes, and had been especially strengthened and fortified securely under the tyranny of Nabis. | καί σφεῖς ὑπό ὁ χρόνος ὁ Ἀχαιός οὗτος εἰς σύλλογος ὑπάγω ὁ ἀχαϊκός καί δίκη τε δικάζω σφεῖς εἰς ὁ ἀκριβής καί ὁ τεῖχος ὁ Σπάρτη καταβάλλω εἰς ἔδαφος οἰκοδομέω μέν καί πρότερον ἔτι αὐτοσχεδίως καί ἐπί τε ὁ Δημήτριος καί ὕστερον ὁ Πύρρος καί Ἠπειρώτης στρατεία ἐπί δέ ὁ τυραννίς ὁ Νάβις καί εἰς ὁ ἀσφαλέστατος ὀχυρόω | 0 |
| 7.8.5 | 2 | τά τε οὖν τείχη τῆς Σπάρτης οἱ Ἀχαιοὶ καθεῖλον καὶ τὰ ἐς μελέτην τοῖς ἐφήβοις ἐκ τῶν Λυκούργου νόμων καταλύσαντες ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰ ἐπιτηδεύειν. | Thus the Achaeans tore down the city walls, abolished the athletic practices for youth established by the laws of Lycurgus, and compelled the Spartan youths to adopt instead the same customs used by the youths of Achaea. | ὁ τε οὖν τεῖχος ὁ Σπάρτη ὁ Ἀχαιός καθαιρέω καί ὁ εἰς μελέτη ὁ ἔφηβος ἐκ ὁ Λυκούργος νόμος καταλύω ἐπιτάσσω ὁ Ἀχαιός ἔφηβος ὁ αὐτός ἐπιτηδεύω | 0 |
| 7.8.6 | 1 | ταῦτα μὲν δὴ καὶ ἐς πλέον ἐπέξεισιν αὖθίς μοι τὰ ἐς Ἀρκάδας· | I shall return again later to relate these matters concerning the Arcadians at greater length. | οὗτος μέν δή καί εἰς πλέον ἐπέξειμι αὖθις ἐγώ ὁ εἰς Ἀρκάς | 0 |
| 7.8.6 | 2 | Λακεδαιμόνιοι δὲ ἅτε μεγάλως τοῖς ἐπιτάγμασιν ἀχθόμενοι τοῖς Ἀχαιῶν καταφεύγουσιν ἐπὶ Μέτελλον καὶ ὅσοι σὺν Μετέλλῳ κατὰ πρεσβείαν ἧκον ἐκ Ῥώμης. | But the Lacedaemonians, greatly displeased by the commands of the Achaeans, turned for refuge to Metellus and to those who had arrived from Rome with him on an embassy. | Λακεδαιμόνιος δέ ἅτε μεγάλως ὁ ἐπίταγμα ἀχθομαι ὁ Ἀχαιός καταφεύγω ἐπί Μέτελλον καί ὅσος σύν μετέλλω κατά πρεσβεία ἥκω ἐκ ῥώμη | 0 |
| 7.8.6 | 3 | ἀφίκοντο δὲ οὗτοι Φιλίππῳ καὶ Μακεδόσι πόλεμον μὲν οὐδένα ἐπάξοντες ἅτε εἰρήνης πρότερον ἔτι Φιλίππῳ καὶ Ῥωμαίοις ὀμωμοσμένης, ὁπόσα δὲ ἢ Θεσσαλοῖς ἢ τῶν ἐξ Ἠπείρου τισὶν ἐγκλήματα ἦν ἐς Φίλιππον, ταῦτα ἧκον οἱ ὁμοῦ Μετέλλῳ κρινοῦντες. | Although Metellus and his colleagues had come to wage no war against Philip and the Macedonians—for peace had previously been sworn between Philip and the Romans—they had arrived in order to judge the charges brought against Philip by the Thessalians and certain Epirotes. | ἀφικνέομαι δέ οὗτος Φίλιππος καί Μακεδών πόλεμος μέν οὐδείς ἐπάγω ἅτε εἰρήνη πρότερον ἔτι Φίλιππος καί Ῥωμαῖος ὄμνυμι ὁπόσος δέ ἤ Θεσσαλός ἤ ὁ ἐκ ἤπειρος τις ἐγκλήματα εἰμί εἰς Φίλιππος οὗτος ἥκω ὁ ὁμοῦ μετέλλω κρίνω | 0 |
| 7.8.7 | 1 | ἔργῳ μὲν δὴ Φίλιππός τε αὐτὸς καὶ ἡ Μακεδόνων ἀκμὴ καθῄρητο ὑπὸ Ῥωμαίων. | Indeed, Philip himself and the flower of Macedonia's power had already been overthrown in battle by the Romans. | ἔργον μέν δή Φίλιππος τε αὐτός καί ὁ Μακεδών ἀκμή καθαιρέω ὑπό Ῥωμαῖος | 0 |
| 7.8.7 | 2 | μαχεσάμενος γὰρ Φλαμινίου καὶ Ῥωμαίων ἐναντία Φίλιππος ἐν Κυνὸς καλουμέναις κεφαλαῖς ἐν λόγοις τὸ ἧττον ἠνέγκατο. | For Philip fought unsuccessfully against Flamininus and the Romans at the place called Cynoscephalae. | μάχομαι γάρ φλαμίνιος καί Ῥωμαῖος ἐναντίος Φίλιππος ἐν κύων καλέω κεφαλή ἐν λόγος ὁ ἥσσων φέρω | 0 |
| 7.8.7 | 3 | ἀλλʼ ἅτε δὴ κατὰ δύναμιν ἀγωνισάμενος αὐτὸς οὗτος ὁ Φίλιππος τοσοῦτον ἐκρατήθη τῇ συμβολῇ, ὡς στρατιᾶς τε ἣν ἦγεν ἀποβαλεῖν τὸ πολὺ καὶ ἐκ τῶν πόλεων, ὅσας εἷλεν ἐν τῇ Ἑλλάδι πολέμῳ παραστησάμενος, ἐξήγαγεν ἐξ ἁπασῶν τὰς φρουρὰς κατὰ ὁμολογίαν πρὸς Ῥωμαίους. | Although verbally he minimized the defeat, nevertheless, since Philip himself had fought as strenuously as he was able, he was so decisively beaten in this engagement that he lost most of the army he had led, and was compelled, in accordance with his agreement with the Romans, to withdraw his garrisons from all the cities he had previously captured in his war in Greece. | ἀλλά ἅτε δή κατά δύναμις ἀγωνίζομαι αὐτός οὗτος ὁ Φίλιππος τοσοῦτος κρατέω ὁ συμβολή ὡς στρατιά τε ὅς ἄγω ἀποβάλλω ὁ πολύς καί ἐκ ὁ πόλις ὅσος αἱρέω ἐν ὁ Ἑλλάς πόλεμος παρίστημι ἐξάγω ἐκ πᾶς ὁ φρουρά κατά ὁμολογία πρός Ῥωμαῖος | 0 |
| 7.8.8 | 1 | κατὰ μέντοι τοῦ λόγου τὸ εὐπρεπὲς παρὰ Ῥωμαίων εὕρητο εἰρήνην δεήσεσί τε παντοίαις καὶ δαπάναις χρημάτων μεγάλαις. | However, according to the story, the Romans had discovered the honorable way of peace at the cost of diverse entreaties and great expenditures of money. | κατά μέντοι ὁ λόγος ὁ εὐπρεπής παρά Ῥωμαῖος εὑρίσκομαι εἰρήνη δέησις τε πᾶς καί δαπάνη χρῆμα μέγας | 0 |
| 7.8.8 | 2 | τὰ δὲ ἐς Μακεδόνας δύναμίν τε, ἣν ἐπὶ Φιλίππου περιεβάλοντο τοῦ Ἀμύντου, καὶ ὡς ἐπὶ Φιλίππου τοῦ ὑστέρου τὰ πράγματά σφισιν ἐφθάρη, Σίβυλλα οὐκ ἄνευ θεοῦ προεθέσπισεν· | But regarding the power attained by the Macedonians during the reign of Philip, son of Amyntas, and how their fortunes later declined under the subsequent Philip, the Sibyl had foretold this, inspired by divine power. | ὁ δέ εἰς Μακεδών δύναμις τε ὅς ἐπί Φίλιππος περιβάλλω ὁ Ἀμύντας καί ὡς ἐπί Φίλιππος ὁ ὕστερος ὁ πρᾶγμα σφεῖς φθείρω Σίβυλλα οὐ ἄνευ θεός προθεσπίζω | 0 |
| 7.8.8 | 3 | ἔχει δὲ οὕτω τὰ χρησθέντα· | The prophecy was as follows: | ἔχω δέ οὕτως ὁ χράω | 0 |
| 7.8.9 | 1 | αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. | Macedonians, you who boast in your Argead kings, Philip will be both a blessing and a disaster to those who rule over you. | αὐχέω βασιλεύς Μακεδών Ἀργεάδαι ὑμεῖς κοιρανέω ἀγαθός καί πῆμα Φίλιππος | 0 |
| 7.8.9 | 2 | ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τʼ ἄνακτας θήσει· ὁ δʼ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς ἑσπερίοισιν ὑπʼ ἀνδράσιν ἠῴοις τε. | Indeed, the first shall establish rulers over cities and peoples; the younger shall utterly destroy all honor, defeated by men both from the west and from the east. | ἤτοι ὁ μέν πρότερος πόλις λαός τε ἄναξ τίθημι ὁ δέ ὁπλότερος τιμή ἀπό πᾶς ὄλλυμι δάμνημι ἑσπέριος ὑπό ἀνήρ ἠώιος τε | 0 |
| 7.8.9 | 3 | Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσης ἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς· | Indeed, the Romans, dwelling in the western parts of Europe, overthrew the Macedonian sovereignty, and among those allies marshaled against them was Attalus, commander of the force gathered from Pergamum and of the army from Mysia. | Ῥωμαῖος τε δή ὁ πρός ἑσπέρα νέμομαι ὁ Εὐρώπη καθαιρέω ὁ Μακεδών ἀρχή καί ὁ εἰς ὁ συμμαχικός τάσσω Ἄτταλος ὁ ἐκ Πέργαμον συλλέγω ἡγεμών καί ἔτι ἐκ Μυσία στρατιά | 0 |
| 7.8.9 | 4 | πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται. | Mysia itself lies rather more toward the rising sun. | πρός δέ ἀνίσχω ἥλιος μάλα τις ὁ Μυσία τρέπω | 0 |