Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.49.1 | 1 | οὐ πόρρω δὲ τῆς ἀγορᾶς θέατρόν τέ ἐστι καὶ πρὸς αὐτῷ βάθρα εἰκόνων χαλκῶν, αὐταὶ δὲ οὐκ εἰσὶν ἔτι αἱ εἰκόνες· | Not far from the marketplace there is a theater, and beside it pedestals which formerly bore bronze images; the statues themselves no longer remain. | οὐ πόρρω δέ ὁ ἀγορά θέατρον τε εἰμί καί πρός αὐτός βάθρον εἰκών χαλκός αὐτός δέ οὐ εἰμί ἔτι ὁ εἰκών | 0 |
| 8.49.1 | 2 | ἐλεγεῖον δὲ ἐφʼ ἑνὶ τῶν βάθρων ἐστὶ Φιλοποίμενος τὸν ἀνδριάντα εἶναι. | Upon one of these pedestals there is an elegiac inscription stating that this was the statue of Philopoemen. | ἐλεγεῖον δέ ἐπί εἷς ὁ βάθρον εἰμί φιλοποίμην ὁ ἀνδριάς εἰμί | 0 |
| 8.49.1 | 3 | τούτου δὲ Ἕλληνες τοῦ Φιλοποίμενος οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα ἣν παρέσχετο καὶ ἐπὶ τοῖς ἔργοις ὁπόσα ἐτόλμησε. | This Philopoemen is remembered by the Greeks to an exceptional and indeed to the greatest degree, both for the wisdom he manifested and for the boldness he showed by his deeds. | οὗτος δέ Ἕλλην ὁ φιλοποίμην οὐ ἥκιστα ἀλλά καί μάλιστα ἔχω μνήμη γνώμη τε ἕνεκα ὅς παρέχω καί ἐπί ὁ ἔργον ὁπόσος τολμάω | 0 |
| 8.49.2 | 1 | τὰ μὲν δὴ ἐς γένους δόξαν ὁ πατήρ οἱ Κραῦγις Ἀρκάδων ἐλείπετο οὐδενὸς τῶν ἐν Μεγάλῃ πόλει· | As regards noble lineage, Philopoemen's father Kraugis was second to none among the Arcadians at Megalopolis. | ὁ μέν δή εἰς γένος δόξα ὁ πατήρ ὁ Κραῦγις Ἀρκάς λείπω οὐδείς ὁ ἐν μέγας πόλις | 1 |
| 8.49.2 | 2 | τελευτήσαντος δὲ τοῦ Κραύγιδος ἐπὶ παιδὶ ἔτι νηπίῳ τῷ Φιλοποίμενι, ἐπετρόπευσεν αὐτὸν ἀνὴρ Μαντινεὺς Κλέανδρος, φεύγων μὲν ἐκ Μαντινείας καὶ ἐν Μεγάλῃ πόλει μετοικῶν κατὰ τὴν οἴκοθεν συμφοράν, ξενίας δὲ ὑπαρχούσης αὐτῷ πατρικῆς ἐς οἶκον τὸν Κραύγιδος. | But when Kraugis died while Philopoemen was still an infant boy, a Mantinean named Cleander served as his guardian, a man who had fled Mantinea and settled in Megalopolis owing to a domestic misfortune, and who had previous guest-friendship ties with the household of Kraugis. | τελευτάω δέ ὁ κραῦγις ἐπί παῖς ἔτι νηπίῳ ὁ φιλοποίμην ἐπετρόπευσεν αὐτός ἀνήρ Μαντινεύς Κλέανδρος φεύγω μέν ἐκ Μαντίνεια καί ἐν μέγας πόλις μετοικῶν κατά ὁ οἴκοθεν συμφορά ξενία δέ ὑπαρχούσης αὐτός πατρικῆς εἰς οἶκος ὁ κραῦγις | 6 |
| 8.49.2 | 3 | διδασκάλοις δὲ ὁμιλῆσαι τὸν Φιλοποίμενα καὶ ἄλλοις καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ λέγουσι· τοὺς δὲ Ἀρκεσιλάου φασὶν εἶναι Πιταναίου μαθητάς. | It is said that Philopoemen studied under various teachers, among whom were Megalophanes and Ecdelus; these men are said to have been pupils of Arcesilaus of Pitane. | διδασκάλοις δέ ὁμιλῆσαι ὁ φιλοποίμην καί ἄλλος καί Μεγαλοφάνει τε καί Ἐκδήλῳ λέγω ὁ δέ Ἀρκεσίλαος φημί εἰμί Πιταναίου μαθητάς | 6 |
| 8.49.3 | 1 | μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός· | In terms of bodily size and physical strength he excelled beyond any of the Peloponnesians, but the appearance of his face was ugly. | μέγεθος μέν δή καί σῶμα Ῥώμη ἀπέδει Πελοποννήσιος οὐδείς ὁ δέ εἶδος εἰμί ὁ πρόσωπον κακός | 2 |
| 8.49.3 | 2 | καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαίρειν. | He disdained to train for athletic crown-contests, but cultivated his own land and did not neglect to rid it even of wild beasts. | καί ἐπί μέν ὁ στεφανίτης ἀγών ὑπερεφρόνησεν ἀσκῆσαι γῆ δέ ὅς κτάομαι ἐργάζομαι οὐδέ ὁ θηρίον ἠμέλει ὁ ἄγριος ἐξαίρειν | 4 |
| 8.49.3 | 3 | ἐπιλέγεσθαι δὲ καὶ βιβλία φασὶν αὐτὸν σοφιστῶν τε τῶν εὐδοκιμούντων παρʼ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἰ δή τι ἔχει διδασκαλίαν στρατηγημάτων· | They say he also used to read books of the sophists popular among the Greeks as well as any works dealing with military history and books providing instruction in military tactics. | ἐπιλέγομαι δέ καί βιβλίον φημί αὐτός σοφιστής τε ὁ εὐδοκιμούντων παρά Ἕλλην καί ὅσος εἰς πόλεμος μνήμη καί εἰ δή τις ἔχω διδασκαλία στρατηγημάτων | 2 |
| 8.49.3 | 4 | καταστήσασθαι δὲ τὸν βίον πάντα ἐθέλων γνώμης τῆς Ἐπαμινώνδου καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ τὰ πάντα ἦν ἐξισωθῆναι δυνατός· Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ μάλιστα πρᾴως εἶχε τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ. | He willingly arranged his entire way of life around the thought and deeds of Epaminondas, striving to imitate him in every respect, though he could not equal Epaminondas in everything; for Epaminondas’ character possessed many virtues, especially a remarkable gentleness in moments of anger, whereas the Arcadian had a temperament rather prone to passion. | καθίστημι δέ ὁ βίος πᾶς ἐθέλω γνώμη ὁ Ἐπαμεινώνδας καί ἔργον εἰμί ὁ ἐκεῖνος μίμησις οὐ ὁ πᾶς εἰμί ἐξισωθῆναι δυνατός Ἐπαμεινώνδας γάρ ὁ τε ἄλλος ὁ ψυχὴ καί μάλιστα πρᾴως ἔχω ὁ εἰς ὀργή ὁ δέ Ἀρκάς μετέχω γε θυμός | 4 |
| 8.49.4 | 1 | καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην, συμμάχων σφίσιν ἐν τῷ τότε καὶ εὔνων τῶν Μεσσηνίων ὄντων· | But when Cleomenes captured Megalopolis, Philopoemen was not dismayed by the unexpected calamity; instead, he rescued the two most vulnerable groups among the population, namely the women and children, bringing them safely into Messene, since at that time the Messenians were both allies and friendly to them. | καταλαμβάνω δέ Κλεομένης μέγας πόλις φιλοποίμην οὔτε ὁ συμφορά ἐξεπλάγη ὁ ἀπροσδόκητον καί ὁ ἐν ἡλικία ὁ δύο μάλιστα μέρος καί γυνή καί παῖς ἀποσώζω εἰς Μεσσήνη σύμμαχος σφεῖς ἐν ὁ τότε καί εὔνους ὁ Μεσσήνιος εἰμί | 2 |
| 8.49.4 | 2 | καὶ---ἦσαν γὰρ τῶν διαπεφευγότων οἷς ὁ Κλεομένης ἐπεκηρυκεύετο μεταγινώσκειν τε ἐπὶ τῷ τολμήματι καὶ πρὸς Μεγαλοπολίτας ἐθέλειν σπένδεσθαι κατιόντας ἐπὶ τὴν ἑαυτῶν --- | Now, among those who had escaped, there were some whom Cleomenes was trying to persuade to reconsider their daring stance and to come to terms and make peace agreements with the Megalopolitans, so that they might return to their own homes. | καί εἰμί γάρ ὁ διαπεφευγότων ὅς ὁ κλεομένης ἐπεκηρυκεύομαι μεταγινώσκειν τε ἐπί ὁ τόλμημα καί πρός μεγαλοπολίτης ἐθέλω σπένδεσθαι κατιόντας ἐπί ὁ ἑαυτοῦ | 4 |
| 8.49.4 | 3 | ἔπεισεν ἐν κοινῷ τοὺς πολίτας ὁ Φιλοποίμην μεθʼ ὅπλων τὴν κάθοδον οἴκαδε εὑρίσκεσθαι μηδὲ ἐς ὁμολογίας τε καὶ σπονδὰς ἰέναι. | But Philopoemen convinced the citizens collectively to return home only fully armed and to avoid entering into agreements or treaties altogether. | πείθω ἐν κοινός ὁ πολίτης ὁ φιλοποίμην μετά ὅπλον ὁ κάθοδος οἴκαδε εὑρίσκω μηδέ εἰς ὁμολογία τε καί σπονδή εἶμι | 0 |
| 8.49.5 | 1 | γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν· | When the battle at Sellasia took place against Cleomenes and the Lacedaemonians, in which the Achaeans with Arcadians from all their cities fought alongside Antigonus, who had brought an army from Macedonia, Philopoemen at that time was posted among the horsemen. | γίγνομαι δέ ἐν Σελλασία πρός Κλεομένης τε καί Λακεδαιμόνιος μάχη ὅς Ἀχαιός καί Ἀρκάς ἀπό ὁ πόλις πᾶς σύν δέ σφεῖς καί Ἀντίγονος μάχομαι ἄγω ἐκ Μακεδονία στρατιά τάσσω μέν τηνικαῦτα ὁ φιλοποίμην ἐν ὁ ἱππεύς | 0 |
| 8.49.5 | 2 | ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, | However, when he saw that the decisive issue would largely depend upon the infantry, he voluntarily became a foot soldier. | ἐπεί δέ ἐν ὁ πεζός ὁ ἔργον ὁ πλεῖστος ὁράω ληψόμενον ὁ κρίσις ὁπλίτης ἑκών γίγνομαι | 1 |
| 8.49.5 | 3 | καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων διʼ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν. | Fighting in a manner worthy of renown, he was wounded by one of his opponents, who drove a spear right through both his thighs. | καί αὐτός λόγος κινδυνεύοντα ἀξίως ὁ τις ἐναντίος διά ἀμφότεροι ἔπειρε ὁ μηρός | 2 |
| 8.49.6 | 1 | ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν· | Nevertheless, although restrained even to such a degree, he bent his knees and struggled forward with such force that he broke the spear shaft against his legs in the movement. | ὁ δέ καί εἰς τοσοῦτος ὅμως πεπεδημένος ὁ τε γόνυ ἐνέκλινε καί εἰς ὁ πρόσω χωρέω βιάζω ὥστε καί ὑπό ὁ πούς ὁ κινήματος ὁ δόρυ ἔκλασεν | 4 |
| 8.49.6 | 2 | ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. | After the Lacedaemonians and Cleomenes were overcome, and Philopoemen had returned to the camp, the physicians removed from both his thighs the spear-tip from one thigh and the butt-spike from the other. | ἐπεί δέ ὁ Λακεδαιμόνιος καί ὁ κλεομένης κρατέω καί εἰς ὁ στρατόπεδον ἀναστρέφω φιλοποίμην ἐνταῦθα ἐκ ἀμφότεροι αὐτός ὁ μηρός ὁ ἰατροὶ ὁ μέν ὁ σαυρωτῆρα ἐξεῖλκον ὁ δέ ὁ αἰχμήν | 4 |
| 8.49.6 | 3 | Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν. | When Antigonus learned of this and saw his remarkable bravery, he was eager to persuade Philopoemen to accompany him into Macedonia. | Ἀντίγονος δέ ὡς πυνθάνομαι καί ὁράω αὐτός ὁ τόλμημα ποιέω σπουδή ἐπάγομαι φιλοποίμην εἰς Μακεδονία | 0 |
| 8.49.7 | 1 | τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε· περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην---πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος--- ἐπετέτακτο ἡγεμὼν μισθοφόροις· | He, indeed, had little care for Antigonus; sailing instead to Crete—for the island was then troubled by civil war—he was appointed commander of mercenary troops. | ὁ δέ Ἀντίγονος μέν ὀλίγος μελήσειν μέλλω περαιωσάμενος δέ ναῦς εἰς Κρήτη πόλεμος γάρ κατέχω αὐτός ἐμφύλιος ἐπιτάσσω ἡγεμών μισθοφόροις | 4 |
| 8.49.7 | 2 | ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν καὶ τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν. | Upon his return to Megalopolis, he was immediately chosen by the Achaeans to command their cavalry, and soon proved them the finest horsemen among the Greeks. | ἐπανήκω δέ εἰς μέγας πόλις αὐτίκα ὑπό ὁ Ἀχαιός αἱρέω ἄρχω καί ὁ ἱππικός καί σφεῖς ἄριστος Ἕλλην ἀποφαίνω ἱππεύω | 0 |
| 8.49.7 | 3 | Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο. | Later, while the Achaeans and their allies fought around the river Larissus against the Eleans and the Aetolians aiding them out of kinship, he first personally slew Demophantus, commander of the enemy cavalry, and afterwards routed the rest of the cavalry of both the Aetolians and the Eleans. | Ἀχαιός δέ καί ὅσος συντεταγμένος ὁ Ἀχαιός εἰμί περί Λάρισα μάχομαι ποταμός πρός Ἠλεῖος καί ὁ Αἰτωλικός ἐπικουροῦντας κατά συγγένεια Ἠλεῖος πρῶτος μέν Δημόφαντον ἀποκτείνω αὐτοχειρίᾳ ὁ ἐναντίοις ἡγεμών εἰμί ὁ ἵππος δεύτερος δέ καί ὁ ἄλλος ἱππικός ὁ Αἰτωλός καί ὁ Ἠλεῖος ἐτρέψατο | 4 |