Passage 8.49.7
τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε· περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην---πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος--- ἐπετέτακτο ἡγεμὼν μισθοφόροις· ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν καὶ τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν. Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.
He, indeed, had little care for Antigonus; sailing instead to Crete—for the island was then troubled by civil war—he was appointed commander of mercenary troops. Upon his return to Megalopolis, he was immediately chosen by the Achaeans to command their cavalry, and soon proved them the finest horsemen among the Greeks. Later, while the Achaeans and their allies fought around the river Larissus against the Eleans and the Aetolians aiding them out of kinship, he first personally slew Demophantus, commander of the enemy cavalry, and afterwards routed the rest of the cavalry of both the Aetolians and the Eleans.