Passage 2.8.4
καὶ---ἦν γὰρ δέος τοῖς πᾶσιν Ἕλλησι Μακεδόνων καὶ Ἀντιγόνου Φίλιππον ἐπιτροπεύοντος τὸν Δημητρίου---, τοῦδε ἕνεκα τοὺς Σικυωνίους ἐς τὸ Ἀχαιῶν συνέδριον ἐσήγαγε Δωριεῖς ὄντας. αὐτίκα δὲ στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο, καὶ σφᾶς ἐπὶ Λοκροὺς τοὺς Ἀμφισσέας ἀγαγὼν καὶ ἐς τὴν Αἰτωλῶν πολεμίων ὄντων τὴν γῆν ἐπόρθησε· Κόρινθον δὲ ἔχοντος Ἀντιγόνου καὶ φρουρᾶς Μακεδόνων ἐνούσης τοὺς Μακεδόνας τῷ αἰφνιδίῳ τῆς ἐπιθέσεως κατέπληξε καὶ ἄλλους τε κρατήσας μάχῃ διέφθειρε καὶ Περσαῖον ἐπὶ τῇ φρουρᾷ τεταγμένον, ὃς παρὰ Ζήνωνα τὸν Μνασέου κατὰ μάθησιν σοφίας ἐφοίτησεν.
As indeed there was fear among all the Greeks of the Macedonians and of Antigonus, when Philip was regent for Demetrius, it was for this reason that he brought the Sicyonians into the Achaean League, though they were Dorians. At once he was appointed general by the Achaeans, led them against the Amphissian Locrians, and ravaged the land of the Aetolians, who were their enemies. While Antigonus held Corinth with a Macedonian garrison established there, he astonished the Macedonians with a sudden attack, defeated and destroyed many in battle, and killed Persaeus, the man commanding the garrison, who had studied philosophy under Zeno son of Mnaseas.