Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.53.1 | 1 | τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπʼ αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε. | The Tegeans say they set up the statues of Apollo Agyieus for the following reason. | ὁ δέ Ἀπόλλων ὁ Τεγεᾶται ὁ Ἀγυιεῖ ὁ ἄγαλμα ἐπί αἰτία φημί ἱδρύω τοιόσδε | 1 |
| 8.53.1 | 2 | Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον. | They report that Apollo and Artemis exacted vengeance throughout this entire region upon those people who, at the time Leto wandered pregnant and came to their land, took no heed of her whatsoever. | Ἀπόλλων καί Ἄρτεμις ἐπί πᾶς λέγω χώρα τιμωρεῖσθαι ὁ τότε ἀνήρ ὅσος Λητώ ἡνίκα ἔχω ἐν ὁ γαστήρ πλανωμένης καί ἀφικομένης εἰς ὁ γῆ ἐκεῖνος οὐδείς ποιέω αὐτός λόγος | 3 |
| 8.53.2 | 1 | ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν· | When the gods had come to the land of the Tegeans, it happened that Skephros, son of Tegeates, approached Apollo and spoke secretly with him. | ὡς δέ ἄρα καί εἰς ὁ Τεγεάτης ἐληλυθέναι ὁ θεός ἐνταῦθα υἱός Τεγεάτου Σκέφρον προσελθόντα ὁ Ἀπόλλων ἐν ἄρρητος διαλέγεσθαι πρός αὐτός | 5 |
| 8.53.2 | 2 | Λειμὼν δὲ---ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων---ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν. | But Leimon—who was also one of the sons of Tegeates—suspected that Skephros' words concerned an accusation against himself, and so, rushing upon his brother, slew him. | Λειμὼν δέ εἰμί δέ καί ὁ Λειμὼν οὗτος Τεγεάτου ὁ παῖς ὑπονοέω ἔγκλημα ἔχω εἰς ἑαυτοῦ ὁ ὑπό Σκέφρου λέγω ἀποκτείνω ἐπιδραμὼν ὁ ἀδελφός | 5 |
| 8.53.3 | 1 | καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα ἡ δίκη τοῦ φόνου· | Justice immediately overtook Artemis for the killing of Leimon, whom she had shot with an arrow; | καί λειμών μέν τοξεύω ὑπό Ἄρτεμις περιέρχομαι αὐτίκα ὁ δίκη ὁ φόνος | 0 |
| 8.53.3 | 2 | Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν. | as for Tegeates and Maera, the people initially sacrificed to Apollo and Artemis, but later, when a severe famine overcame them, an oracle came from Delphi directing them to mourn for Skephros. | Τεγεάτης δέ καί μαῖρα ὁ μέν παραυτίκα Ἀπόλλων καί Ἄρτεμις θύω ὕστερον δέ ἐπιλαμβάνω ἀκαρπία ἰσχυρός ἔρχομαι μάντευμα ἐκ Δελφοί Σκέφρον θρηνεῖν | 2 |
| 8.53.3 | 3 | καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ ἡ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα ἡ Ἄρτεμις. | At the festival of Apollo Agyieus, they perform certain rites in honor of Skephros, and among these, the priestess of Artemis pursues somebody, just as Artemis herself once pursued Leimon. | καί ἄλλος τε ἐν ὁ Ἀγυιέως ὁ ἑορτή δράω εἰς τιμή ὁ Σκέφρου καί ὁ ὁ Ἄρτεμις ἱέρεια διώκει τις ἅτε αὐτός ὁ λειμών ὁ Ἄρτεμις | 3 |
| 8.53.4 | 1 | λέγουσι δὲ καὶ ὅσοι Τεγεάτου τῶν παίδων ἐλείποντο, μετοικῆσαι σφᾶς ἑκουσίως ἐς Κρήτην, Κύδωνα καὶ Ἀρχήδιον καὶ Γόρτυνα· καὶ ἀπὸ τούτων φασὶν ὀνομασθῆναι τὰς πόλεις Κυδωνίαν καὶ Γόρτυνά τε καὶ Κατρέα. | They also say that those sons of Tegeates who survived migrated voluntarily to Crete—namely Cydon, Archedius, and Gortys—and from them, they claim, the cities of Cydonia, Gortyna, and Catreus received their names. | λέγω δέ καί ὅσος Τεγεάτου ὁ παῖς λείπω μετοικέω σφεῖς ἑκουσίως εἰς Κρήτη Κύδωνα καί Ἀρχήδιον καί Γόρτυς καί ἀπό οὗτος φημί ὀνομάζω ὁ πόλις Κυδωνίαν καί Γόρτυνά τε καί Κατρέα | 6 |
| 8.53.4 | 2 | Κρῆτες δὲ οὐχ ὁμολογοῦντες τῷ Τεγεατῶν λόγῳ Κύδωνα μὲν Ἀκακαλλίδος θυγατρὸς Μίνω καὶ Ἑρμοῦ, Κατρέα δέ φασιν εἶναι Μίνω, τὸν δὲ Γόρτυνα Ῥαδαμάνθυος. | The Cretans, however, not agreeing with the account of the Tegeans, assert that Cydon was born from Akakallis, daughter of Minos, and Hermes; that Catreus was a son of Minos; and that Gortys was a son of Rhadamanthys. | Κρῆς δέ οὐ ὁμολογέω ὁ Τεγεάτης λόγος Κύδωνα μέν Ἀκακαλλίς θυγάτηρ Μίνως καί Ἑρμῆς Κατρέα δέ φημί εἰμί Μίνως ὁ δέ Γόρτυς Ῥαδαμάνθυος | 3 |
| 8.53.5 | 1 | ἐς δὲ αὐτὸν Ῥαδάμανθυν Ὁμήρου μέν ἐστιν ἐν Πρωτέως πρὸς Μενέλαον λόγοις ὡς ἐς τὸ πεδίον ἥξοι Μενέλαος τὸ Ἠλύσιον, πρότερον δὲ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκειν· | As for Rhadamanthys himself, Homer states in the instructions of Proteus to Menelaus that Menelaus will reach the Elysian plain, but Rhadamanthys had arrived there even earlier. | εἰς δέ αὐτός Ῥαδάμανθυν Ὅμηρος μέν εἰμί ἐν Πρωτέως πρός Μενέλαος λόγος ὡς εἰς ὁ πεδίον ἥξοι Μενέλαος ὁ Ἠλύσιον πρότερον δέ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκω | 5 |
| 8.53.5 | 2 | Κιναίθων δὲ ἐν τοῖς ἔπεσιν ἐποίησεν ὡς Ῥαδάμανθυς μὲν Ἡφαίστου, Ἥφαιστος δὲ εἴη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα. | Cinaethon, however, in his poetry, made Rhadamanthys the son of Hephaestus, Hephaestus the son of Talos, and Talos the son of Cres. | Κιναίθων δέ ἐν ὁ ἔπος ποιέω ὡς Ῥαδάμανθυς μέν Ἥφαιστος Ἥφαιστος δέ εἴην Τάλω Τάλων δέ εἰμί Κρῆς παῖς | 3 |
| 8.53.5 | 3 | οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλέονα καὶ οὐχ ἥκιστα ἐπὶ τοῖς γένεσίν εἰσι· | Indeed, the traditions of the Greeks vary widely for the most part, particularly with regard to genealogies. | ὁ μέν δή Ἕλλην λόγος διάφορος ὁ πλείων καί οὐ ἥκιστα ἐπί ὁ γένεσίν εἰμί | 1 |
| 8.53.6 | 1 | Τεγεάταις δὲ τοῦ Ἀγυιέως τὰ ἀγάλματα τέσσαρά εἰσιν ἀριθμόν, ὑπὸ φυλῆς ἓν ἑκάστης ἱδρυμένον. | The Tegeans have four statues of Apollo Agyieus, each dedicated by one of the tribes. | Τεγεάτης δέ ὁ Ἀγυιέως ὁ ἄγαλμα τέσσαρά εἰμί ἀριθμός ὑπό φυλή εἷς ἕκαστος ἱδρύω | 2 |
| 8.53.6 | 2 | ὀνόματα δὲ αἱ φυλαὶ παρέχονται Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις· | These tribes bear the names Clareotis, Hippothoitis, Apolloniatis, and Athaneatis. | ὄνομα δέ ὁ φυλαὶ παρέχομαι Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις | 5 |
| 8.53.6 | 3 | καλοῦνται δὲ ἀπὸ τοῦ κλήρου ὃν τοῖς παισὶν Ἀρκὰς ἐποίησεν ὑπὲρ τῆς χώρας καὶ ἀπὸ Ἱππόθου τοῦ Κερκυόνος. | They are named after the allotment that Arcas made for his sons regarding the land, and after Hippothous, the son of Cercyon. | καλέω δέ ἀπό ὁ κλῆρος ὅς ὁ παῖς Ἀρκάς ποιέω ὑπέρ ὁ χώρα καί ἀπό ἱππόθοος ὁ Κέρκυψ | 0 |
| 8.53.7 | 1 | ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας· | In Tegea there is also a temple dedicated to Demeter and Kore, whom they call the Karpophoroi ("Bringers of Fruit"); nearby is a temple to Aphrodite called Paphian. | εἰμί δέ καί Δημήτηρ ἐν Τεγέα καί κόρη ναός ὅς ἐπονομάζω Καρποφόρους πλησίον δέ Ἀφροδίτη καλέω Παφίας | 2 |
| 8.53.7 | 2 | ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ. | Laodice established this temple, who was, as I have previously mentioned, descended from Agapenor, who led the Arcadians to Troy, though she herself lived in Paphos. | ἱδρύομαι αὐτός Λαοδίκη γίγνομαι μέν ὡς καί πρότερον δηλόω ἀπό Ἀγαπήνορος ὅς εἰς Τροία ἡγέομαι Ἀρκάς οἰκοῦσα δέ ἐν Πάφος | 2 |
| 8.53.7 | 3 | τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον· | Not far from this place are two sanctuaries of Dionysus, an altar of Kore, and a temple and a gilded statue of Apollo. | οὗτος δέ εἰμί οὐ πόρρω Διόνυσος τε ἱερός δύο καί κόρη βωμός καί Ἀπόλλων ναός καί ἄγαλμα ἐπίχρυσος | 0 |
| 8.53.8 | 1 | Χειρίσοφος δὲ ἐποίησε, Κρὴς μὲν γένος, ἡλικίαν δὲ αὐτοῦ καὶ τὸν διδάξαντα οὐκ ἴσμεν· | Cheirisophos was the artist, a Cretan by birth, although we do not know either his period or the identity of his teacher. | Χειρίσοφος δέ ποιέω κρής μέν γένος ἡλικία δέ αὐτός καί ὁ διδάξαντα οὐ οἶδα | 2 |
| 8.53.8 | 2 | ἡ δὲ δίαιτα ἡ ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε. | The life that Daedalus spent at Knossos, under the patronage of Minos, secured for the Cretans a longstanding reputation and a tradition in the carving of wooden cult-images. | ὁ δέ δίαιτα ὁ ἐν κνωσσός δαιδάλιος παρά Μίνως συμβαίνω ἐπί μακρός δόξα ὁ Κρής καί ἐπί ξοάνων ποιέω παρασκευάζω | 1 |
| 8.53.8 | 3 | παρὰ δὲ τῷ Ἀπόλλωνι ὁ Χειρίσοφος ἕστηκε λίθου πεποιημένος. | A statue of Cheirisophos himself, fashioned from stone, stands beside the image of Apollo. | παρά δέ ὁ Ἀπόλλων ὁ Χειρίσοφος ἵστημι λίθος ποιέω | 1 |
| 8.53.9 | 1 | καλοῦσι δὲ οἱ Τεγεᾶται καὶ ἑστίαν Ἀρκάδων κοινήν· | The Tegeans also call this place the Common Hearth of the Arcadians. | καλέω δέ ὁ Τεγεᾶται καί ἑστία Ἀρκάς κοινήν | 1 |
| 8.53.9 | 2 | ἐνταῦθά ἐστιν ἄγαλμα Ἡρακλέους, πεποίηται δέ οἱ ἐπὶ τοῦ μηροῦ τραῦμα ἀπὸ τῆς μάχης ἣν πρώτην Ἱπποκόωντος τοῖς παισὶν ἐμαχέσατο. | Here there is a statue of Heracles, and on his thigh a wound is represented, which he received in that first battle fought against the sons of Hippocoon. | ἐνταῦθα εἰμί ἄγαλμα Ἡρακλῆς ποιέω δέ ὁ ἐπί ὁ μηρός τραῦμα ἀπό ὁ μάχη ὅς πρῶτος ἱπποκόων ὁ παῖς μάχομαι | 0 |
| 8.53.9 | 3 | τὸ δὲ χωρίον τὸ ὑψηλόν, ἐφʼ οὗ καὶ οἱ βωμοὶ Τεγεάταις εἰσὶν οἱ πολλοί, καλεῖται μὲν Διὸς Κλαρίου, δῆλα δὲ ὡς ἐγένετο ἡ ἐπίκλησις τῷ θεῷ τοῦ κλήρου τῶν παίδων ἕνεκα τῶν Ἀρκάδος. | The elevated ground, on which most of the altars of the Tegeans stand, is named Zeus Klarios; clearly this epithet was given to the god because of the casting of lots among the sons of Arcas. | ὁ δέ χωρίον ὁ ὑψηλός ἐπί ὅς καί ὁ βωμός Τεγεάτης εἰμί ὁ πολύς καλέω μέν Ζεύς Κλαρίου δῆλος δέ ὡς γίγνομαι ὁ ἐπίκλησις ὁ θεός ὁ κλῆρος ὁ παῖς ἕνεκα ὁ Ἀρκάς | 1 |
| 8.53.10 | 1 | ἄγουσι δὲ ἑορτὴν αὐτόθι Τεγεᾶται κατὰ ἔτος· | The Tegeans hold a yearly festival there. | ἄγω δέ ἑορτή αὐτόθι Τεγεᾶται κατά ἔτος | 0 |
| 8.53.10 | 2 | καί σφισιν ἐπιστρατεῦσαι Λακεδαιμονίους ποτὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς λέγουσι, καὶ---νείφειν γὰρ τὸν θεόν---τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι, | They say that the Lacedaemonians once attacked them at the time of the festival: the god brought snow, so that the Lacedaemonians, chilled and under arms, were worn out by the cold, while the Tegeans secretly lit a fire. | καί σφεῖς ἐπιστρατεῦσαι Λακεδαιμόνιος ποτέ ὑπό ὁ καιρός ὁ ἑορτή λέγω καί νείφειν γάρ ὁ θεός ὁ μέν ῥιγόω καί εἰμί ἐν ὁ ὅπλον κάμνω αὐτός δέ ἐκεῖνος κρύφα πῦρ καίω | 2 |
| 8.53.10 | 3 | καὶ ὡς οὐκ ἠνωχλοῦντο ὑπὸ τοῦ κρυμοῦ, τὰ ὅπλα ἐνδύντες ἐξελθεῖν τε ἐπὶ τοὺς Λακεδαιμονίους καὶ σχεῖν ἐν τῷ ἔργῳ τὸ πλέον φασίν. | Untroubled by the frost, they armed themselves, marched out against the Lacedaemonians, and, they say, gained the advantage in the fight. | καί ὡς οὐ ἠνωχλοῦντο ὑπό ὁ κρυμός ὁ ὅπλον ἐνδύω ἐξέρχομαι τε ἐπί ὁ Λακεδαιμόνιος καί ἔχω ἐν ὁ ἔργον ὁ πλέον φημί | 1 |
| 8.53.10 | 4 | ἐθεασάμην δὲ καὶ ἄλλα ἐν Τεγέᾳ τοσάδε, Ἀλέου οἰκίαν καὶ Ἐχέμου μνῆμα καὶ ἐπειργασμένην ἐς στήλην τὴν Ἐχέμου πρὸς Ὕλλον μάχην. | I also saw in Tegea these other objects: the house of Aleus, the tomb of Echemos, and a relief carved on a stele depicting the battle between Echemos and Hyllus. | θεάομαι δέ καί ἄλλος ἐν Τεγέα τόσδε ἀλέομαι οἰκία καί Ἐχέμου μνῆμα καί ἐξεργάζομαι εἰς στήλη ὁ Ἐχέμου πρός ὕλλον μάχη | 2 |
| 8.53.11 | 1 | ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός· λείπεται δὲ καὶ θεμέλια ἱερῶν. | Going from Tegea toward Laconia, there is on the left side of the road an altar of Pan, and also one of Zeus Lycaeus; there remain also foundations of sanctuaries. | ἐκ Τεγέα δέ εἶμι εἰς ὁ Λακωνικός εἰμί μέν βωμός ἐν ἀριστερός ὁ ὁδός Πάν εἰμί δέ καί λυκαῖος Ζεύς λείπω δέ καί θεμέλιος ἱερός | 0 |
| 8.53.11 | 2 | οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, | These altars are located about two stades beyond the city wall. | οὗτος μέν δή εἰμί ὁ βωμός στάδιον δύο ἀπωτέρω ὁ τεῖχος | 0 |
| 8.53.11 | 3 | προελθόντι δὲ ἀπʼ αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου· τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων. | Proceeding about seven stades further from them, one comes upon a sanctuary of Artemis, surnamed Limnatis; in it there is a statue made of ebony wood, carved in a manner known among the Greeks as Aeginetan style. | προέρχομαι δέ ἀπό αὐτός μάλιστα πού στάδιον ἑπτά ἱερός Ἄρτεμις ἐπίκλησις λιμνάτις καί ἄγαλμα εἰμί ἐβένινος ξύλον τρόπος δέ ὁ ἐργασία ὁ Αἰγιναῖος καλέω ὑπό Ἕλλην | 0 |
| 8.53.11 | 4 | τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια. | Approximately ten stades further from this sanctuary lie the ruins of the temple of Artemis Knakeatis. | οὗτος δέ ὅσος δέκα ἀπωτέρω στάδιον Ἄρτεμις Κνακεάτιδός εἰμί ναός ὁ ἐρείπιον | 1 |