Passage 8.53.2
ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν· Λειμὼν δὲ---ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων---ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν.
When the gods had come to the land of the Tegeans, it happened that Skephros, son of Tegeates, approached Apollo and spoke secretly with him. But Leimon—who was also one of the sons of Tegeates—suspected that Skephros' words concerned an accusation against himself, and so, rushing upon his brother, slew him.