Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.6.1 | 1 | τὰ μὲν δὴ ἐς τοὺς βασιλεῖς πολυπραγμονήσαντί μοι κατὰ ταῦτα ἐγενεαλόγησαν οἱ Ἀρκάδες· | Regarding the kings, the Arcadians, when I investigated the matter, provided me with the genealogies I have described above. | ὁ μέν δή εἰς ὁ βασιλεύς πολυπραγμονήσαντί ἐγώ κατά οὗτος γενεαλογέω ὁ Ἀρκάς | 1 |
| 8.6.1 | 2 | κοινῇ δὲ Ἀρκάσιν ὑπῆρχεν ἐς μνήμην τὰ μὲν ἀρχαιότατα ὁ πρὸς Ἰλίῳ πόλεμος, δεύτερα δὲ ὁπόσα ἀμύνοντες Μεσσηνίοις Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο· μέτεστι δὲ καὶ πρὸς Μήδους σφίσιν ἔργου τοῦ ἐν Πλαταιαῖς. | As for common memories among the Arcadians, the most ancient event was the Trojan War; next were the battles they fought against the Spartans while assisting the Messenians; and they also shared in the action against the Medes at Plataea. | κοινῇ δέ Ἀρκάς ὑπάρχω εἰς μνήμη ὁ μέν ἀρχαιότατος ὁ πρός Ἴλιος πόλεμος δεύτερος δέ ὁπόσος ἀμύνω Μεσσήνιος Λακεδαιμόνιος ἐναντίος μάχομαι μέτεστι δέ καί πρός Μῆδος σφεῖς ἔργον ὁ ἐν Πλαταιαί | 0 |
| 8.6.2 | 1 | Λακεδαιμονίοις δὲ ἀνάγκῃ πλέον καὶ οὐ μετʼ εὐνοίας ἐπί τε Ἀθηναίους συνεστρατεύσαντο καὶ ἐς τὴν Ἀσίαν μετὰ Ἀγησιλάου διέβησαν, καὶ δὴ καὶ ἐς Λεῦκτρα αὐτοῖς τὰ Βοιωτικὰ ἠκολούθησαν. | The Spartans compelled them by necessity rather than willing allegiance, and thus they fought alongside them against Athens and crossed into Asia with Agesilaus; indeed, they followed the Spartans even to their battle with the Boeotians at Leuctra. | Λακεδαιμόνιος δέ ἀνάγκη πλέον καί οὐ μετά εὔνοια ἐπί τε Ἀθηναῖος συνεστρατεύσαντο καί εἰς ὁ Ἀσία μετά Ἀγησίλαος διαβαίνω καί δή καί εἰς Λεύκτρα αὐτός ὁ Βοιωτικὰ ἀκολουθέω | 2 |
| 8.6.2 | 2 | τὸ δὲ ὕποπτον τὸ ἐς τοὺς Λακεδαιμονίους ἀλλαχοῦ τε ἐπεδείξαντο καὶ μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις παρὰ Θηβαίους αὐτίκα ἀπʼ αὐτῶν μετέστησαν. | Nevertheless, their mistrust toward the Spartans was made evident elsewhere as well, and immediately after Sparta’s defeat by the Thebans at Leuctra they promptly revolted from them. | ὁ δέ ὕποπτος ὁ εἰς ὁ Λακεδαιμόνιος ἀλλαχοῦ τε ἐπιδείκνυμι καί μετά ὁ ἀτύχημα Λακεδαιμόνιος ὁ ἐν Λεύκτρα παρά Θηβαῖος αὐτίκα ἀπό αὐτός μεθίστημι | 0 |
| 8.6.2 | 3 | Φιλίππῳ δὲ καὶ Μακεδόσιν ἐν Χαιρωνείᾳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ πρὸς Ἀντίπατρον οὐκ ἐμαχέσαντο μετὰ Ἑλλήνων, οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία ἐτάξαντο. | At Chaeronea against Philip and the Macedonians, and later in Thessaly against Antipater, they refused to fight alongside the Greeks, yet neither did they take up arms openly against them. | Φίλιππος δέ καί Μακεδών ἐν Χαιρώνεια καί ὕστερον ἐν Θεσσαλία πρός Ἀντίπατρος οὐ μάχομαι μετά Ἕλλην οὐ μήν οὐδέ ὁ Ἕλλην ἐναντίος τάσσω | 0 |
| 8.6.3 | 1 | πρὸς Γαλάτας δὲ τοῦ ἐν Θερμοπύλαις κινδύνου φασὶ Λακεδαιμονίων ἕνεκα οὐ μετασχεῖν, ἵνα μή σφισιν οἱ Λακεδαιμόνιοι κακουργοῖεν τὴν γῆν ἀπόντων τῶν ἐν ἡλικίᾳ· | They say that the Arcadians did not join the conflict against the Gauls at Thermopylae because of their fear of the Lacedaemonians: they worried lest the Lacedaemonians might ravage their land if their men of military age left to fight abroad. | πρός Γαλάτης δέ ὁ ἐν Θερμοπύλαι κίνδυνος φημί Λακεδαιμόνιος ἕνεκα οὐ μετέχω ἵνα μή σφεῖς ὁ Λακεδαιμόνιος κακουργέω ὁ γῆ ἀπέρχομαι ὁ ἐν ἡλικία | 0 |
| 8.6.3 | 2 | συνεδρίου δὲ τῶν Ἀχαιῶν μετέσχον οἱ Ἀρκάδες προθυμότατα Ἑλλήνων. | Yet among the Greeks, the Arcadians participated most eagerly in the council of the Achaeans. | συνέδριον δέ ὁ Ἀχαιός μετέχω ὁ Ἀρκάς προθύμως Ἕλλην | 0 |
| 8.6.3 | 3 | ὁπόσα δὲ αὐτοῖς οὐχὶ ἐν κοινῷ, κατὰ πόλεις δὲ ἰδίᾳ συμβεβηκότα εὕρισκον, ἀποθησόμεθα αὐτῶν ἕκαστον ἐς τὸ οἰκεῖον τοῦ λόγου. | But those events that concerned them not collectively but affected individual cities separately, I will relate each in its proper place in the narrative. | ὁπόσος δέ αὐτός οὐχί ἐν κοινός κατά πόλις δέ ἰδίᾳ συμβεβηκότα εὑρίσκω ἀποθησόμεθα αὐτός ἕκαστος εἰς ὁ οἰκεῖος ὁ λόγος | 2 |
| 8.6.4 | 1 | εἰσὶν οὖν ἐς Ἀρκαδίαν ἐσβολαὶ κατὰ τὴν Ἀργείαν πρὸς μὲν Ὑσιῶν καὶ ὑπὲρ τὸ ὄρος τὸ Παρθένιον ἐς τὴν Τεγεατικήν, δύο δὲ ἄλλαι κατὰ Μαντίνειαν διά τε Πρίνου καλουμένης καὶ διὰ Κλίμακος. | Thus, there are routes into Arcadia from Argive territory, one near Hysiai and over Mount Parthenion into Tegean land, and two others leading into Mantineia, one through the place called Prinus and another through the path called Klimax ("The Ladder"). | εἰμί οὖν εἰς Ἀρκαδία ἐσβολαὶ κατά ὁ Ἀργεῖος πρός μέν ὑσιάς καί ὑπέρ ὁ ὄρος ὁ παρθένιος εἰς ὁ Τεγεατικήν δύο δέ ἄλλος κατά Μαντίνεια διά τε πρῖνος καλέω καί διά κλίμαξ | 2 |
| 8.6.4 | 2 | αὕτη δὲ εὐρυτέρα τέ ἐστι καὶ ἡ κάθοδος εἶχεν αὕτη βασμίδας ποτὲ ἐμπεποιημένας· | Of these latter two, the route of Klimax is wider, and this descent once had steps constructed into it. | οὗτος δέ εὐρυτέρα τε εἰμί καί ὁ κάθοδος ἔχω οὗτος βασμίδας ποτέ ἐμπεποιημένας | 3 |
| 8.6.4 | 3 | ὑπερβαλόντων δὲ τὴν Κλίμακα χωρίον ἐστὶν ὀνομαζόμενον Μελαγγεῖα, καὶ τὸ ὕδωρ αὐτόθεν τὸ πότιμον Μαντινεῦσι κάτεισιν ἐς τὴν πόλιν. | After passing beyond Klimax, there is a region called Melangeia, from which drinking water flows down to the city for the Mantineans. | ὑπερβαλόντων δέ ὁ Κλίμακα χωρίον εἰμί ὀνομάζω Μελαγγεῖα καί ὁ ὕδωρ αὐτόθεν ὁ πότιμος Μαντινεύς κάτειμι εἰς ὁ πόλις | 3 |
| 8.6.5 | 1 | προελθόντι δὲ ἐκ τῶν Μελαγγείων, ἀπέχοντι τῆς πόλεως στάδια ὡς ἑπτὰ ἔστι κρήνη καλουμένη Μελιαστῶν· | As one proceeds onward from the Melangeia, about seven stadia from the city, there is a spring called the Meliastai. | προέρχομαι δέ ἐκ ὁ Μελαγγείων ἀπέχω ὁ πόλις στάδιον ὡς ἑπτά εἰμί κρήνη καλέω Μελιαστῶν | 2 |
| 8.6.5 | 2 | οἱ Μελιασταὶ δὲ οὗτοι δρῶσι τὰ ὄργια τοῦ Διονύσου, | The Meliastai here perform the mysteries of Dionysus. | ὁ Μελιασταὶ δέ οὗτος δράω ὁ ὄργια ὁ Διόνυσος | 1 |
| 8.6.5 | 3 | καὶ Διονύσου τε μέγαρον πρὸς τῇ κρήνῃ καὶ Ἀφροδίτης ἐστὶν ἱερὸν Μελαινίδος. | Beside the spring stands a temple dedicated to Dionysus, and nearby there is also a sanctuary of Aphrodite Melainis. | καί Διόνυσος τε μέγαρον πρός ὁ κρήνη καί Ἀφροδίτη εἰμί ἱερός μελαινίς | 0 |
| 8.6.5 | 4 | ἐπίκλησιν δὲ ἡ θεὸς ταύτην κατʼ ἄλλο μὲν ἔσχεν οὐδέν, ὅτι δὲ ἀνθρώπων μὴ τὰ πάντα αἱ μίξεις ὥσπερ τοῖς κτήνεσι μεθʼ ἡμέραν, τὰ πλείω δέ εἰσιν ἐν νυκτί. | This goddess received her surname for no other reason than this: human unions do not typically occur for the most part by day, as with beasts, but rather take place much more frequently at night. | ἐπίκλησις δέ ὁ θεός οὗτος κατά ἄλλος μέν ἔχω οὐδείς ὅτι δέ ἀνήρ μή ὁ πᾶς ὁ μίσγω ὥσπερ ὁ κτῆνος μετά ἡμέρα ὁ πλείων δέ εἰμί ἐν νύξ | 0 |
| 8.6.6 | 1 | ἡ δὲ ὑπολειπομένη τῶν ὁδῶν στενωτέρα ἐστὶ τῆς προτέρας καὶ ἄγει διὰ τοῦ Ἀρτεμισίου. | The remaining road is narrower than the one previously described, and leads through Mount Artemisium. | ὁ δέ ὑπολειπομένη ὁ ὁδός στενωτέρα εἰμί ὁ πρότερος καί ἄγω διά ὁ Ἀρτεμίσιος | 2 |
| 8.6.6 | 2 | τούτου δὲ ἐπεμνήσθην καὶ ἔτι πρότερον τοῦ ὄρους, ὡς ἔχοι μὲν ναὸν καὶ ἄγαλμα Ἀρτέμιδος, ἔχοι δὲ καὶ τοῦ Ἰνάχου τὰς πηγάς. | I previously mentioned this mountain as having a temple and statue of Artemis, and also the sources of the Inachus. | οὗτος δέ μιμνήσκομαι καί ἔτι πρότερον ὁ ὄρος ὡς ἔχω μέν ναός καί ἄγαλμα Ἄρτεμις ἔχω δέ καί ὁ Ἴναχος ὁ πηγή | 0 |
| 8.6.6 | 3 | ὁ δὲ Ἴναχος ἐφʼ ὅσον μὲν πρόεισι κατὰ τὴν ὁδὸν τὴν διὰ τοῦ ὄρους, τοῦτό ἐστιν Ἀργείοις καὶ Μαντινεῦσιν ὅρος τῆς χώρας· | As the Inachus flows down along the road through the mountain, it forms the boundary between the lands of the Argives and the Mantineans. | ὁ δέ Ἴναχος ἐπί ὅσος μέν πρόεισι κατά ὁ ὁδός ὁ διά ὁ ὄρος οὗτος εἰμί Ἀργεῖος καί Μαντινεύς ὅρος ὁ χώρα | 1 |
| 8.6.6 | 4 | ἀποστρέψας δὲ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ διὰ τῆς Ἀργείας ἤδη τὸ ἀπὸ τούτου κάτεισι, | But from the point at which the water diverges from the road, it descends exclusively through Argive territory. | ἀποστρέψας δέ ἐκ ὁ ὁδός ὁ ὕδωρ διά ὁ Ἀργεία ἤδη ὁ ἀπό οὗτος κάτειμι | 1 |
| 8.6.6 | 5 | καὶ ἐπὶ τούτῳ τὸν Ἴναχον ἄλλοι τε καὶ Αἰσχύλος ποταμὸν καλοῦσιν Ἀργεῖον. | Therefore, from this place onward, Aeschylus, among others, calls the Inachus an Argive river. | καί ἐπί οὗτος ὁ Ἴναχος ἄλλος τε καί Αἴσχυλος ποταμός καλέω Ἀργεῖον | 0 |