Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.32

PassageSentenceGreekEnglishLemma FormsMissing
10.32.1 1 τοῦ περιβόλου δὲ τοῦ ἱεροῦ θέατρον ἔχεται θέας ἄξιον, Next to the enclosure of the sanctuary is a theater well worth seeing. ὁ περίβολος δέ ὁ ἱερόν θέατρον ἔχω θέα ἄξιος 0
10.32.1 2 ἐπαναβάντι δὲ ἐκ τοῦ περιβόλου Διονύσου δὲ ἄγαλμα ἐνταῦθα Κνιδίων ἐστὶν ἀνάθημα. Ascending from the enclosure, one finds here a statue of Dionysus, which is a dedication by the Cnidians. ἐπαναβαίνω δέ ἐκ ὁ περίβολος Διόνυσος δέ ἄγαλμα ἐνταῦθα Κνίδιος εἰμί ἀνάθημα 0
10.32.1 3 στάδιον δέ σφισιν ἀνωτάτω τῆς πόλεως τοῦτό ἐστιν· ἐπεποίητο δὲ ἐκ τῆς πέτρας ὁποῖαι περὶ τὸν Παρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸ μετεκόσμησεν. Their stadium is at the highest point of the city; it had been constructed out of the kind of rock that is abundant around Parnassus, until Herodes the Athenian adorned it anew with Pentelic marble. στάδιον δέ σφεῖς ἀνωτάτω ὁ πόλις οὗτος εἰμί ποιέω δέ ἐκ ὁ πέτρα ὁποῖος περί ὁ Παρνασσός εἰμί ὁ πολύς ἄχρι Ἀθηναῖος Ἡρώδης λίθος ὁ Πεντελεῖς αὐτός μετοικέω 0
10.32.1 4 τὰ μὲν δὴ ἀνήκοντα ἐς συγγραφὴν τοσαῦτά τε καὶ τοιαῦτα κατʼ ἐμὲ ἦν τὰ δὲ λειπόμενα ἐν Δελφοῖς· These, then, were the matters relevant to my account that I considered worthy of mention; those that remain at Delphi are as follows. ὁ μέν δή ἀνήκω εἰς συγγραφή τοσοῦτος τε καί τοιοῦτος κατά ἐγώ εἰμί ὁ δέ λείπω ἐν Δελφοί 0
10.32.2 1 ἰόντι δὲ ἐκ Δελφῶν ἐπὶ τὰ ἄκρα τοῦ Παρνασσοῦ, σταδίοις μὲν ὅσον ἑξήκοντα ἀπωτέρω Δελφῶν ἐστιν ἄγαλμα χαλκοῦν, καὶ ῥᾴων εὐζώνῳ ἀνδρὶ ἢ ἡμιόνοις τε καὶ ἵπποις ἐπὶ τὸ ἄντρον ἐστὶν ἄνοδος τὸ Κωρύκιον. On the way going from Delphi to the heights of Parnassus, about sixty stadia distant from Delphi, there stands a bronze statue; and from there the ascent to the Corycian cave is easier for a lightly-equipped man on foot than for mules or horses. εἶμι δέ ἐκ Δελφοί ἐπί ὁ ἄκρος ὁ Παρνασσός στάδιον μέν ὅσος ἑξήκοντα ἀπωτέρω Δελφοί εἰμί ἄγαλμα χαλκοῦς καί ῥᾴδιος εὔζωνος ἀνήρ ἤ ἡμίονος τε καί ἵππος ἐπί ὁ ἄντρον εἰμί ἄνοδος ὁ Κωρύκιον 0
10.32.2 2 τούτῳ δὲ τῷ ἄντρῳ γενέσθαι τὸ ὄνομα ἀπὸ νύμφης Κωρυκίας ἐδήλωσα ὀλίγον τι ἔμπροσθεν. As I indicated a little earlier, this cave takes its name from the nymph Korykia. οὗτος δέ ὁ ἄντρον γίγνομαι ὁ ὄνομα ἀπό νύμφη Κωρυκία δηλόω ὀλίγος τις ἔμπροσθεν 0
10.32.2 3 σπηλαίων δὲ ὧν εἶδον θέας ἄξιον μάλιστα ἐφαίνετο εἶναί μοι. Of all the caves that I have seen, this one appeared to me particularly worthy of viewing. σπήλαιον δέ ὅς ὁράω θέα ἄξιος μάλιστα φαίνω εἰμί ἐγώ 0
10.32.3 1 ὅσα μὲν γὰρ ἐπί τε αἰγιαλοῖς καὶ ἀγχιβαθεῖ τῇ θαλάσσῃ, τούτων μὲν οὐδὲ ἀριθμὸν ἄν τις ἐθέλων ἐξεύροι, ὀνομαστότατα δὲ ἔν τε Ἕλλησι καὶ ἐν γῇ τῇ βαρβάρων ἐστί· For those shrines that are situated along shores and near the shallow sea, their number could scarcely be reckoned even by someone willing to do so; yet the most celebrated among both Greeks and barbarian lands is the following. ὅσος μέν γάρ ἐπί τε αἰγιαλός καί ἀγχιβαθής ὁ θάλασσα οὗτος μέν οὐδέ ἀριθμός ἄν τις ἐθέλω ἐξευρίσκω ὀνομαστός δέ εἰμί τε Ἕλλην καί ἐν γῆ ὁ βάρβαρος εἰμί 0
10.32.3 2 Φρύγες οἱ ἐπὶ ποταμῷ Πεγκέλᾳ, τὰ δὲ ἄνωθεν ἐξ Ἀρκαδίας καὶ Ἀζάνων ἐς ταύτην ἀφικόμενοι τὴν χώραν, δεικνύουσιν ἄντρον καλούμενον Στεῦνος περιφερές τε καὶ ὕψους ἔχον εὐπρεπῶς· The Phrygians, who dwell by the river Pengela and originally came from Arcadia and the Azanians above into this region, show a cave called Steunos, circular in form and possessing an impressive height. Φρύγες ὁ ἐπί ποταμός Πεγγέλη ὁ δέ ἄνωθεν ἐκ Ἀρκαδία καί Ἀζᾶνες εἰς οὗτος ἀφικνέομαι ὁ χώρα δεικνύω ἄντρον καλέω στεῦνος περιφερής τε καί ὕψος ἔχω εὐπρεπῶς 0
10.32.3 3 Μητρὸς δέ ἐστιν ἱερόν, καὶ ἄγαλμα Μητρὸς πεποίηται. It is sacred to the Mother Goddess, and an image of the Mother has been made there. μήτηρ δέ εἰμί ἱερόν καί ἄγαλμα μήτηρ ποιέω 0
10.32.4 1 Θεμισώνιον δὲ τὸ ὑπὲρ Λαοδικείας Φρύγες μὲν καὶ τοῦτο οἰκοῦσιν· The place called Themisonion, which lies above Laodiceia, is also inhabited by Phrygians. θεμισώνιον δέ ὁ ὑπέρ Λαοδικεία Φρύγες μέν καί οὗτος οἰκέω 0
10.32.4 2 ὅτε δὲ ὁ Γαλατῶν στρατὸς ἔφερε καὶ ἦγεν Ἰωνίαν καὶ Ἰωνίας τὰ ὅμορα, οἱ Θεμισωνεῖς φασιν αὑτοῖς Ἡρακλέα βοηθὸν καὶ Ἀπόλλωνα γενέσθαι καὶ Ἑρμῆν· When the Galatian army was ravaging and overrunning Ionia and the territories adjoining Ionia, the people of Themisonion claim that Heracles, Apollo, and Hermes came to their aid. ὅτε δέ ὁ Γαλάτης στρατός φέρω καί ἄγω Ἰωνία καί Ἰωνία ὁ ὅμορος ὁ θεμισωνεύς φημί αὐτός Ἡρακλῆς βοηθός καί Ἀπόλλων γίγνομαι καί Ἑρμῆς 0
10.32.4 3 τούτους γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἄντρον τε διʼ ὀνειράτων δεῖξαι καὶ ἀποκρυφθῆναι Θεμισωνεῦσι καὶ γυναιξὶν αὐτῶν καὶ παισὶν ἐς τοῦτο προστάξαι τὸ ἄντρον. These gods revealed a cave through dreams to the local magistrates, and thus the people of Themisonion, together with their wives and children, were commanded to take refuge in this cave. οὗτος γάρ ὁ ὁ ἀρχή ἔχω ἄντρον τε διά ὄνειρον δείκνυμι καί ἀποκρύπτω θεμισωνεύς καί γυνή αὐτός καί παῖς εἰς οὗτος προστάσσω ὁ ἄντρον 0
10.32.5 1 καὶ ἐπὶ τούτῳ πρὸ τοῦ σπηλαίου σφίσιν ἀγάλματα οὐ μεγάλα ἐστὶν Ἡρακλέους καὶ Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, Σπηλαῗται καλούμενοι· In front of this cave there are small statues of Heracles, Hermes, and Apollo, who are called the gods of the cave. καί ἐπί οὗτος πρό ὁ σπήλαιον σφεῖς ἄγαλμα οὐ μέγας εἰμί Ἡρακλῆς καί Ἑρμῆς τε καί Ἀπόλλων σπηλαιώτης καλέω 0
10.32.5 2 τὸ δὲ ἀπέχει ὅσον τριάκοντα τοῦ ἄστεως σταδίους, ὕδατος δέ εἰσιν ἐν αὐτῷ πηγαί· The distance from the city to this cave is about thirty stades, and within it are springs of water. ὁ δέ ἀπέχω ὅσος τριάκοντα ὁ ἄστυ στάδιον ὕδωρ δέ εἰμί ἐν αὐτός πηγή 0
10.32.5 3 οὔτε δὲ ἔσοδος ἐς αὐτὸ φέρει οὔτε ἐπὶ πολὺ ἡ αὐγὴ δίεισι τοῦ ἡλίου, τοῦ τε ὀρόφου τὰ πλείονα ἐγγυτάτω τοῦ ἐδάφους γίνεται. There is no easy entrance into the interior, nor does sunlight penetrate far inside, and the greater part of the ceiling is very close to the ground. οὔτε δέ ἔσοδος εἰς αὐτός φέρω οὔτε ἐπί πολύς ὁ αὐγή δίειμι ὁ ἥλιος ὁ τε ὀροφή ὁ πλείων ἐγγύτατα ὁ δάφος γίγνομαι 0
10.32.6 1 ἔστι δὲ καὶ τοῖς ἐπὶ ποταμῷ Ληθαίῳ Μάγνησιν Αὐλαὶ καλούμενον χωρίον· There is also among the Magnesians who dwell by the river Lethaios a place called Aulai. εἰμί δέ καί ὁ ἐπί ποταμός Ληθαῖος Μάγνης αὐλή καλέω χωρίον 0
10.32.6 2 ἐνταῦθα Ἀπόλλωνι ἀνεῖται σπήλαιον, μεγέθους μὲν εἵνεκα οὐ πολλοῦ θαύματος, τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τὰ μάλιστα ἀρχαῖον καὶ ἰσχὺν ἐπὶ ἔργῳ παρέχεται παντί· Here there is dedicated to Apollo a cave, which, in terms of its size, is not greatly remarkable; however, the statue of Apollo is very ancient indeed and confers strength for every undertaking. ἐνταῦθα Ἀπόλλων ἀνίημι σπήλαιον μέγεθος μέν ἕνεκα οὐ πολύς θαῦμα ὁ δέ ἄγαλμα ὁ Ἀπόλλων ὁ μάλιστα ἀρχαῖος καί ἰσχύς ἐπί ἔργον παρέχω πᾶς 0
10.32.6 3 καὶ αὐτῷ ἄνδρες ἱεροὶ κατὰ κρημνῶν τε ἀποτόμων καὶ πετρῶν πηδῶσιν ὑψηλῶν καὶ ὑπερμήκη δένδρα ἐριπόντες ἐκ ῥιζῶν κατὰ τὰ στενώτατα τῶν ἀτραπῶν ὁμοῦ τοῖς ἄχθεσιν ὁδεύουσι. Consecrated men dedicated to the god leap from sheer precipices and high rocks, and, grasping tall trees and tearing them up by their roots, carry them along with their burdens, making their way even through the narrowest of paths. καί αὐτός ἀνήρ ἱερός κατά κρημνός τε ἀπότομος καί πέτρος πηδάω ὑψηλός καί ὑπερμήκης δένδρον ἐριπών ἐκ ῥίζα κατά ὁ στενώτατα ὁ ἀτραπός ὁμοῦ ὁ ἄχθος ὁδεύω 0
10.32.7 1 τὸ δὲ ἄντρον τὸ Κωρύκιον μεγέθει τε ὑπερβάλλει τὰ εἰρημένα καὶ ἔστιν ἐπὶ πλεῖστον ὁδεῦσαι διʼ αὐτοῦ καὶ ἄνευ λαμπτήρων· The Corycian cave surpasses in size those previously mentioned, and it is possible to proceed far into it even without torches. ὁ δέ ἄντρον ὁ Κωρύκιον μέγεθος τε ὑπερβάλλω ὁ λέγω καί εἰμί ἐπί πλεῖστος ὁδεύω διά αὐτός καί ἄνευ λαμπτήρ 0
10.32.7 2 ὅ τε ὄροφος ἐς αὔταρκες ἀπὸ τοῦ ἐδάφους ἀνέστηκε, καὶ ὕδωρ τὸ μὲν ἀνερχόμενον ἐκ πηγῶν, πλέον δὲ ἔτι ἀπὸ τοῦ ὀρόφου στάζει, ὥστε καὶ δῆλα ἐν τῷ ἐδάφει σταλαγμῶν τὰ ἴχνη διὰ παντός ἐστι τοῦ ἄντρου. Its roof stands at a sufficient height above the floor, and water flows within it, some rising from springs, but even more dripping from the ceiling, so that the traces of drops are plainly visible everywhere throughout the cavern floor. ὁ τε ὄροφος εἰς αὔταρκης ἀπό ὁ δάφος ἀνίστημι καί ὕδωρ ὁ μέν ἀνέρχομαι ἐκ πηγή πλέον δέ ἔτι ἀπό ὁ ὀροφή στάζω ὥστε καί δῆλος ἐν ὁ ἔδαφος σταλαγμός ὁ ἴχνος διά πᾶς εἰμί ὁ ἄντρον 0
10.32.7 3 ἱερὸν δὲ αὐτὸ οἱ περὶ τὸν Παρνασσὸν Κωρυκίων τε εἶναι Νυμφῶν καὶ Πανὸς μάλιστα ἥγηνται. The dwellers near Parnassus hold it to be sacred especially to the Corycian Nymphs and to Pan. ἱερός δέ αὐτός ὁ περί ὁ Παρνασσός Κώρυκος τε εἰμί νύμφη καί Πάν μάλιστα ἥγημαι 0
10.32.7 4 ἀπὸ δὲ τοῦ Κωρυκίου χαλεπὸν ἤδη καὶ ἀνδρὶ εὐζώνῳ πρὸς τὰ ἄκρα ἀφικέσθαι τοῦ Παρνασσοῦ· From the Corycian cave onward, it becomes difficult even for a lightly equipped man to reach the very peaks of Parnassus. ἀπό δέ ὁ Κώρυκος χαλεπός ἤδη καί ἀνήρ εὔζωνος πρός ὁ ἄκρος ἀφικνέομαι ὁ Παρνασσός 0
10.32.7 5 τὰ δὲ νεφῶν τέ ἐστιν ἀνωτέρω τὰ ἄκρα καὶ αἱ Θυιάδες ἐπὶ τούτοις τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι μαίνονται. These peaks rise above the clouds, and it is there that the Thyiades revel in their madness, honoring Dionysus and Apollo. ὁ δέ νέφος τε εἰμί ἀνωτέρω ὁ ἄκρος καί ὁ θυιάς ἐπί οὗτος ὁ Διόνυσος καί ὁ Ἀπόλλων μαίνομαι 0
10.32.8 1 Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ· Tithorea lies farther from Delphi, about one hundred and eighty stades by estimation if one takes the route through Mount Parnassus. Τιθορέα δέ ἀπωτέρω Δελφοί ὀγδοήκοντα ὡς εἰκάζω στάδιον εἰμί καί ἑκατόν εἶμι ὁ διά ὁ Παρνασσός 0
10.32.8 2 τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειον πλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων. This road is not wholly mountainous, but suitable also for carriage travel; however, it was said to be even longer in stades. ὁ δέ οὐ πᾶς ὀρεινός ἀλλά καί ὄχημα ἐπιτήδειος πλείων ἔτι λέγω εἰμί στάδιον 0
10.32.8 3 διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳ τε εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς. I know the city has been mentioned by different names both by Herodotus, in his account of the expedition of the Mede, and by Bacis, in his oracles. διάφορος εἰς ὁ ὄνομα οἶδα ὁ πόλις Ἡρόδοτος τε λέγω ἐν ἐπιστρατεία ὁ Μήδος καί Βάκις ἐν χρησμός 0
10.32.9 1 Βάκις μέν γε Τιθορέας τοὺς ἐνθάδε ἐκάλεσεν ἀνθρώπους· Ἡροδότου δὲ ὁ ἐς αὐτοὺς λόγος ἐπιόντος φησὶ τοῦ βαρβάρου τοὺς ἐνταῦθα οἰκοῦντας ἀναφυγεῖν ἐς τὴν κορυφήν, ὄνομα δὲ Νεῶνα μὲν τῇ πόλει, Τιθορέαν δὲ εἶναι τοῦ Παρνασσοῦ τῇ ἄκρᾳ. Bacis indeed called the inhabitants of this place "Tithoreans"; but the account of Herodotus concerning them says that, when the barbarian invaded Greece, the inhabitants here fled to the mountain-top; he names their city Neon, and asserts that Tithorea was the summit of Parnassus. βάκις μέν γε Τιθορεύς ὁ ἐνθάδε καλέω ἄνθρωπος Ἡρόδοτος δέ ὁ εἰς αὐτός λόγος ἔπειμι φημί ὁ βάρβαρος ὁ ἐνταῦθα οἰκέω ἀναφεύγω εἰς ὁ κορυφή ὄνομα δέ νεών μέν ὁ πόλις Τιθορέα δέ εἰμί ὁ Παρνασσός ὁ ἄκρος 0
10.32.9 2 ἔοικεν οὖν ἀνὰ χρόνον πρῶτα μὲν δὴ τῇ ἁπάσῃ χώρᾳ, μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀνῳκίσθησαν ἀπὸ τῶν κωμῶν, ἐκνικῆσαι καὶ ἐπὶ τῇ πόλει Τιθορέαν μηδὲ ἔτι Νεῶνα ὀνομάζεσθαι· Thus, it seems that subsequently the name "Tithorea" prevailed throughout the whole region; and later, when they were gathered into one city from their separate villages, the name Tithorea completely displaced Neon. ἔοικα οὖν ἀνά χρόνος πρῶτος μέν δή ὁ ἅπας χώρα μετά δέ οὗτος ἐπειδή ἀνοικίζω ἀπό ὁ κώμη ἐκνικάω καί ἐπί ὁ πόλις Τιθορέα μηδέ ἔτι νεών ὀνομάζω 0
10.32.9 3 Τιθορέᾳ δὲ οἱ ἐπιχώριοι τεθῆναί φασιν ἀπὸ Τιθορέας νύμφης, οἷαι τὸ ἀρχαῖον λόγῳ τῷ ποιητῶν ἐφύοντο ἀπό τε ἄλλων δένδρων καὶ μάλιστα ἀπὸ τῶν δρυῶν. The local inhabitants claim that Tithorea was named from a nymph called Tithorea, who, according to the ancient poetic tradition, grew out of trees—especially oaks, among other kinds of trees. Τιθορέα δέ ὁ ἐπιχώριος τίθημι φημί ἀπό Τιθορεύς νύμφη οἷος ὁ ἀρχαῖος λόγος ὁ ποιητής φύομαι ἀπό τε ἄλλος δένδρον καί μάλιστα ἀπό ὁ δρυς 0
10.32.10 1 γενεᾷ δὲ ἤ με γενέσθαι μιᾷ πρότερον ἐς τὸ χεῖρον ἔτρεψεν ὁ δαίμων τὰ ἐν τῇ Τιθορέᾳ. Yet fate turned to worse the circumstances of Tithorea just one generation before my time. γενεά δέ ἦ ἐγώ γίγνομαι εἷς πρότερον εἰς ὁ χείρων τρέπω ὁ δαίμων ὁ ἐν ὁ Τιθορέα 0
10.32.10 2 θεάτρου μὲν δὴ καὶ κατασκευὴ καὶ περίβολός ἐστιν ἀγορᾶς ἀρχαιοτέρας· The theater is indeed preserved, as well as the enclosure of an older market-place. θέατρον μέν δή καί κατασκευή καί περίβολος εἰμί ἀγορά ἀρχαῖος 0
10.32.10 3 τὰ δὲ τῶν ἐν τῇ πόλει μάλιστα ἐς μνήμην ἥκοντα Ἀθηνᾶς ἐστιν ἄλσος καὶ ναός τε καὶ ἄγαλμα· Among those things within the city most worthy of remembrance are the grove, temple, and statue of Athena; ὁ δέ ὁ ἐν ὁ πόλις μάλιστα εἰς μνήμη ἥκω Ἀθηνᾶ εἰμί ἄλσος καί ναός τε καί ἄγαλμα 0
10.32.10 4 καὶ ἐς μνήμην Ἀντιόπης μνῆμά ἐστι καὶ Φώκου. there are also the tombs of Antiope and Phocus. καί εἰς μνήμη Ἀντιόπη μνῆμα εἰμί καί Φώκος 0
10.32.10 5 καί μοι τοῦ λόγου τὰ ἔχοντα ἐς Θηβαίους ἐδήλωσε μὲν ὡς ἡ Ἀντιόπη διʼ ὀργὴν ἐκ Διονύσου μανείη, καὶ κατὰ αἰτίαν ἥντινα ἐπεσπάσατο ἐκ τοῦ θεοῦ τὸ μήνιμα, ἐδήλωσε δὲ καὶ ὡς ἐρασθέντι Φώκῳ An informant explained to me a tradition relating to the Thebans, how Antiope had been driven mad through the anger of Dionysus, including the cause by which she drew upon herself the wrath of the god. καί ἐγώ ὁ λόγος ὁ ἔχω εἰς Θηβαῖος δηλόω μέν ὡς ὁ Ἀντιόπη διά ὀργή ἐκ Διόνυσος μαίνειη καί κατά αἰτία ὅστις ἐπισπάω ἐκ ὁ θεός ὁ μήνιμα δηλόω δέ καί ὡς ἐράω φώκη 0
10.32.11 1 τῷ Ὀρνυτίωνος συνῴκησε καὶ τέθαπται ὁμοῦ τῷ Φώκῳ, καὶ Βάκιδι ὁποῖά ἐστι τῷ χρησμολόγῳ κοινὰ ἐς τοῦτον τὸν τάφον καὶ ἐς τὸν Ζήθου τε ἐν Θήβαις καὶ Ἀμφίονος. He shared the settlement founded by Ornytios and is buried together with Phocus, and there is a similar circumstance mentioned by Bacis the prophet concerning this tomb and the tomb of Zethus and Amphion at Thebes. ὁ Ὀρνυτίων συνοικέω καί θάπτω ὁμοῦ ὁ φώκη καί Βάκις ὁποῖος εἰμί ὁ χρησμολόγος κοινός εἰς οὗτος ὁ τάφος καί εἰς ὁ ζήθος τε ἐν Θῆβαι καί Ἀμφίων 0
10.32.11 2 τὰ μὲν δὴ ἐς συγγραφὴν τῶν ἐν τῷ πολίσματι ὅτι μὴ τὰ εἰρημένα ἄλλο ἦν οὐδέν, ποταμὸς δὲ παρὰ τῶν Τιθορέων ῥέων τὴν πόλιν ποτόν σφισι γίνεται καταβαίνουσί τε ἐπὶ τὴν ὄχθην καὶ ἀρυομένοις τὸ ὕδωρ· As regards the town itself, aside from what has been already mentioned, there was nothing else worth recording; however, a river running from the territories of the Tithoreans provides drinking water for the inhabitants, who descend to its banks to draw water. ὁ μέν δή εἰς συγγραφή ὁ ἐν ὁ πολίσμα ὅτι μή ὁ λέγω ἄλλος εἰμί οὐδείς ποταμός δέ παρά ὁ Τιθορεύς ῥέω ὁ πόλις ποτός σφεῖς γίγνομαι καταβαίνω τε ἐπί ὁ ὄχθη καί ἀρύομαι ὁ ὕδωρ 0
10.32.11 3 ὄνομα δέ ἐστιν αὐτῷ Καχάλης. This river is called Cachales. ὄνομα δέ εἰμί αὐτός καχάλης 0
10.32.12 1 σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲ Ἀρχαγέτας· τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπʼ ἴσης παρὰ Φωκέων τῶν ἄλλων. Seventy stades distant from Tithorea there is a temple of Asclepius, called Archagetas ("The Founder"); the people of Tithorea pay honors to him, as do the rest of the Phokians equally. στάδιον δέ ἀπωτέρω Τιθορεύς ἑβδομήκοντα ναός εἰμί Ἀσκληπιός καλέω δέ Ἀρχαγέτας τιμή δέ παρά αὐτός ἔχω Τιθορεύς καί ἐπί ἴσος παρά Φωκεύς ὁ ἄλλος 0
10.32.12 2 ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖς τε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοις μὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις· Inside the enclosure, there are residences both for suppliants and for those who serve the god. ἐντός μέν δή ὁ περίβολος ὁ τε ἱκέτης καί ὅσος ὁ θεός δοῦλος οὗτος μέν ἐνταῦθα εἰμί καί οἴκησις 0
10.32.12 3 ἐν μέσῳ δὲ ὅ τε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον, γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας· In the center stands the temple and a statue made of stone, with a beard measuring more than two feet in length. ἐν μέσος δέ ὁ τε ναός καί ἄγαλμα λίθος ποιέω γένειον ἔχω μέγεθος καί ὑπέρ δύο πούς 0
10.32.12 4 κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος, On the right of the statue is placed a couch. κλίνη δέ ἐν δεξιός κεῖμαι ὁ ἄγαλμα 0
10.32.12 5 θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν. They customarily sacrifice all animals equally to him, except goats. θύω δέ αὐτός ὁ πᾶς ὁμοίως νομίζω πλήν αἴξ 0
10.32.13 1 τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸν Ἴσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται· About forty stadia from the sanctuary of Asclepius is an enclosure and sacred shrine of Isis, the most holy of all temples the Greeks have erected to the Egyptian goddess. ὁ δέ Ἀσκληπιός περί τεσσαράκοντα ἀπέχω στάδιον περίβολος καί ἄδυτον ἱερός Ἶσις ἅγιος ὁπόσος Ἕλλην θεός ὁ Αἴγυπτος ποιέω 0
10.32.13 2 οὔτε γὰρ περιοικεῖν ἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶν οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς διʼ ἐνυπνίων. For the people of Tithorea consider it improper to live close to it, and entry to the inner sanctuary is permitted only to those whom Isis herself, honoring them especially, summons through dreams. οὔτε γάρ περιοικέω ἐνταῦθα ὁ Τιθορεύς νομίζω οὔτε ἔσοδος εἰς ὁ ἄδυτον ἄλλος γε ἤ ἐκεῖνος εἰμί ὅς ἄν αὐτός προτιμάω ὁ Ἰσις καλέω σφεῖς διά ἐνύπνιον 0
10.32.13 3 τὸ δὲ αὐτὸ καὶ ἐν ταῖς ὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι· οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναι θελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις. The same phenomenon is seen among the cities beyond the Maeander River in the rituals of their chthonic deities: those whom the gods wish to enter their holy places, they signal by sending visionary dreams. ὁ δέ αὐτός καί ἐν ὁ ὑπέρ Μαίανδρος πόλις θεός ποιέω ὁ καταχθόνιος ὅς γάρ ἄν εἰς ὁ ἄδυτον εἶμι ἐθέλω ἀποστέλλω αὐτός ὄνειρον ὄψις 0
10.32.14 1 ἐν δὲ τῇ Τιθορέων καὶ δὶς ἑκάστου τοῦ ἔτους τῇ Ἴσιδι πανήγυριν ἄγουσι, τὴν μὲν τῷ ἦρι, τὴν δὲ μετοπωρινήν· In Tithorea they hold a festival for Isis twice each year, one in the spring and the other in autumn. ἐν δέ ὁ Τιθορεύς καί δίς ἕκαστος ὁ ἔτος ὁ Ἴσις πανήγυρις ἄγω ὁ μέν ὁ ἦρι ὁ δέ μετοπωρινός 0
10.32.14 2 τρίτῃ δὲ ἡμέρᾳ πρότερον κατὰ ἑκατέραν τῶν πανηγύρεων, ὅσοις ἐστὶν ἐσελθεῖν ἄδεια, τὸ ἄδυτον ἐκκαθαίρουσι τρόπον τινὰ ἀπόρρητον, καὶ δὴ καὶ τῶν ἱερείων ἃ ἐπὶ τῆς προτέρας ἐνεβλήθη πανηγύρεως, τούτων ὁπόσα ἂν ὑπολειπόμενα εὕρωσι κομίζουσιν ἐς τὸ αὐτὸ ἀεὶ χωρίον καὶ κατορύσσουσιν ἐνταῦθα· On the third day before each of these festivals, those who have permission to enter purify the sanctuary in a manner that must remain secret, and whatever remains they find of the sacrificial offerings presented at the previous festival, they carry to the same place every time and bury it there. τρίτος δέ ἡμέρα πρότερον κατά ἑκάτερος ὁ πανήγυρις ὅσος εἰμί εἰσέρχομαι ἄδεια ὁ ἄδυτον ἐκκαθαίρω τρόπος τις ἀπόρρητος καί δή καί ὁ ἱερεῖον ὅς ἐπί ὁ πρότερος ἐμβάλλω πανήγυρις οὗτος ὁπόσος ἄν ὑπολείπω εὑρίσκω κομίζω εἰς ὁ αὐτός ἀεί χωρίον καί κατορύσσω ἐνταῦθα 0
10.32.14 3 δύο τε ἀπὸ τοῦ ἀδύτου στάδια ἐτεκμαιρόμεθα ἐς τοῦτο εἶναι τὸ χωρίον. I estimate this place to be about two stades distant from the sanctuary. δύο τε ἀπό ὁ ἄδυτον στάδιον τεκμαίρομαι εἰς οὗτος εἰμί ὁ χωρίον 0
10.32.15 1 ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοσαῦτα περὶ τὸ ἱερὸν δρῶσι, τῇ δὲ ἐπιούσῃ σκηνὰς οἱ καπηλεύοντες ποιοῦνται καλάμου τε καὶ ἄλλης ὕλης αὐτοσχεδίου· On this day, indeed, such are the ceremonies they conduct at the sanctuary, while on the following day merchants erect booths of reed and other improvised materials. οὗτος μέν δή ὁ ἡμέρα τοσοῦτος περί ὁ ἱερός δράω ὁ δέ ἐπιοῦσα σκηνή ὁ καπηλεύω ποιέω κάλαμος τε καί ἄλλος ὕλη αὐτοσχέδιος 0
10.32.15 2 τῇ τελευταίᾳ δὲ τῶν τριῶν πανηγυρίζουσι πιπράσκοντες καὶ ἀνδράποδα καὶ κτήνη τὰ πάντα, ἔτι δὲ ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσόν· On the last of the three days, the festival culminates, during which they openly trade everything—slaves and livestock, as well as garments, silver, and gold. ὁ τελευταῖος δέ ὁ τρεῖς πανηγυρίζω πιπράσκω καί ἀνδράποδον καί κτῆνος ὁ πᾶς ἔτι δέ ἐσθής καί ἄργυρος καί χρυσός 0
10.32.16 1 μετὰ δὲ μεσοῦσαν τὴν ἡμέραν τρέπονται πρὸς θυσίαν. After midday, they turn towards sacrifice. μετά δέ μέσος ὁ ἡμέρα τρέπω πρός θυσία 0
10.32.16 2 θύουσι δὲ καὶ βοῦς καὶ ἐλάφους οἱ εὐδαιμονέστεροι, ὅσοι δέ εἰσιν ἀποδέοντες πλούτῳ, καὶ χῆνας καὶ ὄρνιθας τὰς μελεαγρίδας· The wealthier among them sacrifice cattle and deer, but those whose wealth falls short offer geese and guinea-fowl. θύω δέ καί βοῦς καί ἔλαφος ὁ εὐδαιμονέστερος ὅσος δέ εἰμί ἀποδέω πλοῦτος καί χήν καί ὄρνις ὁ μελεαγρίς 0
10.32.16 3 οἰσὶ δὲ ἐς τὴν θυσίαν οὐ νομίζουσιν οὐδὲ ὑσὶ χρῆσθαι καὶ αἰξίν. They do not customarily employ sheep, pigs, or goats for the sacrifice. οἶς δέ εἰς ὁ θυσία οὐ νομίζω οὐδέ ὕσ χράομαι καί αἰξίν 0
10.32.16 4 ὅσοις μὲν δὴ καθαγίσασι τὰ ἱερεῖα ἐς τὸ ἄδυτον ἀποστεῖλαι πεποιημένους ἀρχήν, καθελίξαι δεῖ σφᾶς τὰ ἱερεῖα λίνου τελαμῶσιν ἢ βύσσου· τρόπος δὲ τῆς σκευασίας ἐστὶν ὁ Αἰγύπτιος. Those who have thus made an initial consecration of their offerings and have sent them into the inner sanctuary must wrap their sacrificial animals with bands of linen or fine linen cloth, their manner of preparation being Egyptian. ὅσος μέν δή καθαγίζω ὁ ἱερεῖον εἰς ὁ ἄδυτον ἀποστέλλω ποιέω ἀρχή καθελίσσω δεῖ σφεῖς ὁ ἱερεῖον λίνον τελαμών ἤ βύσσος τρόπος δέ ὁ σκευή εἰμί ὁ Αἰγύπτιος 0
10.32.17 1 πομπεύει τε δὴ πάντα ὅσα ἔθυσαν καὶ οἱ μὲν ἐς τὸ ἄδυτον τὰ ἱερεῖα ἐσπέμπουσιν, οἱ δὲ ἔμπροσθε τοῦ ἀδύτου καθαγίζουσι τὰς σκηνὰς καὶ ἀποχωροῦσιν αὐτοὶ σπουδῇ. Then they proceed solemnly with all the sacrificial rites, and while some send the victims into the inner sanctuary, others set fire to the tents in front of the sanctuary and hastily withdraw. πομπεύω τε δή πᾶς ὅσος θύω καί ὁ μέν εἰς ὁ ἄδυτον ὁ ἱερεῖον πέμπω ὁ δέ ἔμπροσθε(ν) ὁ ἄδυτον καθαγίζω ὁ σκηνή καί ἀποχωρέω αὐτός σπουδή 0
10.32.17 2 καί φασί ποτε ἄνθρωπον οὐ τῶν καταβαινόντων ἐς τὸ ἄδυτον, βέβηλον δέ, ἡνίκα ἤρχετο ἡ πυρὰ καίεσθαι, τηνικαῦτα ἐσελθεῖν ἐς τὸ ἄδυτον ὑπὸ πολυπραγμοσύνης τε καὶ τόλμης· And they say that once, when the pyre had just begun burning, a man—not one of those who descend into the holy place, but a profane person—entered the sanctuary, driven by excessive curiosity and boldness. καί φημί ποτε ἄνθρωπος οὐ ὁ καταβαίνω εἰς ὁ ἄδυτον βέβηλος δέ ἡνίκα ἔρχομαι ὁ πυρά καίω τηνικαῦτα εἰσέρχομαι εἰς ὁ ἄδυτον ὑπό πολυπραγμοσύνη τε καί τόλμη 0
10.32.17 3 καί οἱ πάντα ἀνάπλεα εἰδώλων φαίνεσθαι, καὶ ἀναστρέψαι μὲν αὐτὸν ἐς τὴν Τιθορέαν, διηγησάμενον δὲ ἃ ἐθεάσατο ἀφεῖναι τὴν ψυχήν. And the sanctuary appeared to him filled completely with phantoms, and when he returned to Tithorea and recounted what he had seen, he immediately gave up his life. καί ὁ πᾶς ἀνάπλεος εἴδωλον φαίνω καί ἀναστρέφω μέν αὐτός εἰς ὁ Τιθορέα διηγέομαι δέ ὅς θεάομαι ἀφίημι ὁ ψυχή 0
10.32.18 1 ἐοικότα δὲ ἀνδρὸς ἤκουσα Φοίνικος, ἄγειν τῇ Ἴσιδι Αἰγυπτίους τὴν ἑορτήν, ὅτε αὐτὴν τὸν Ὄσιριν πενθεῖν λέγουσι· I have heard a plausible account from a Phoenician concerning the festival that the Egyptians celebrate in honor of Isis, when they say she mourns for Osiris. ἔοικα δέ ἀνήρ ἀκούω φοῖνιξ ἄγω ὁ Ἴσις Αἰγύπτιος ὁ ἑορτή ὅτε αὐτός ὁ Ὄσιρις πενθέω λέγω 0
10.32.18 2 τηνικαῦτα δὲ καὶ ὁ Νεῖλος ἀναβαίνειν σφίσιν ἄρχεται, καὶ τῶν ἐπιχωρίων πολλοῖς ἐστιν εἰρημένα ὡς τὰ αὔξοντα τὸν ποταμὸν καὶ ἄρδειν τὰς ἀρούρας ποιοῦντα δάκρυά ἐστι τῆς Ἴσιδος. It is at this very time that the Nile begins to rise for them, and many local inhabitants claim that the waters which cause the river to swell and irrigate their fields are the tears of Isis. τηνικαῦτα δέ καί ὁ Νεῖλος ἀναβαίνω σφεῖς ἄρχω καί ὁ ἐπιχώριος πολύς εἰμί λέγω ὡς ὁ αὔξω ὁ ποταμός καί ἀρδέω ὁ ἄρουρα ποιέω δάκρυον εἰμί ὁ Ἶσις 0
10.32.18 3 τότε οὖν τὸν Ῥωμαῖον, ὃς ἐπετέτραπτο Αἴγυπτον, ἄνδρα ἔφη χρήμασιν ἀναπείσαντα ἐς τὸ ἄδυτον καταπέμψαι τῆς Ἴσιδος τὸ ἐν Κόπτῳ· He further recounted how the Roman governor then in charge of Egypt was persuaded by money to send a man into the sanctuary of Isis at Coptos. τότε οὖν ὁ Ῥωμαῖος ὅς ἐπιτρέπω Αἴγυπτος ἀνήρ φημί χρῆμα ἀναπείθω εἰς ὁ ἄδυτον καταπέμπω ὁ Ἶσις ὁ ἐν κόπτω 0
10.32.18 4 καὶ ὁ ἐσπεμφθεὶς ἀνέστρεψε μὲν ἐκ τοῦ ἀδύτου, διηγησάμενον δὲ ὁπόσα ἐθεάσατο καὶ τοῦτον αὐτίκα ἐπυνθανόμην τελευτῆσαι. The man sent inside returned from the sanctuary and described all he had seen, but soon afterward, as I learned, met his death. καί ὁ πέμπω ἀναστρέφω μέν ἐκ ὁ ἄδυτον διηγέομαι δέ ὁπόσος θεάομαι καί οὗτος αὐτίκα πυνθάνομαι τελευτάω 0
10.32.18 5 τὸ ἔπος οὖν ἀληθεύειν ἔοικε τὸ Ὁμήρου, σὺν οὐδενὶ αἰσίῳ τοὺς θεοὺς τῷ γένει τῶν ἀνθρώπων ἐναργῶς ὁρᾶσθαι. It seems, therefore, that Homer's statement holds true—there is never any fortune for humanity in seeing the gods face to face. ὁ ἔπος οὖν ἀληθεύω ἔοικα ὁ Ὅμηρος σύν οὐδείς Αἴσιος ὁ θεός ὁ γένος ὁ ἀνήρ ἐναργῶς ὁράω 0
10.32.19 1 τὸ δὲ ἔλαιον τὸ ἐν τῇ Τιθορέων ἀποδεῖ μὲν πλήθει τοῦ τε Ἀττικοῦ καὶ τοῦ Σικυωνίου, χρόᾳ δὲ ὑπερβάλλει καὶ ἡδονῇ τὸ Ἰβηρικὸν καὶ τὸ ἐκ τῆς νήσου τῆς Ἰστρίας· The olive-oil produced at Tithorea is inferior in quantity to that of Attica and Sicyon, but surpasses the Iberian and that from the island of Istria in appearance and flavor. ὁ δέ ἔλαιον ὁ ἐν ὁ Τιθορεύς ἀποδέω μέν πλῆθος ὁ τε Ἀττικός καί ὁ Σικυώνιος χρώς δέ ὑπερβάλλω καί ἡδονή ὁ Ἰβηρικός καί ὁ ἐκ ὁ νῆσος ὁ Ἰστρία 0
10.32.19 2 καὶ μύρα τε ἀπʼ αὐτοῦ παντοῖα ἑψοῦσι καὶ τὸ ἔλαιον ὡς βασιλέα ἄγουσιν. Moreover, they prepare all manner of perfumes from it, and esteem this oil as they would a king. καί μύρον τε ἀπό αὐτός πάντοιος ἕψω καί ὁ ἔλαιον ὡς βασιλεύς ἄγω 0