Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.20.1 | 1 | παρέντι δὲ Κρεύγα τε εἰκόνα ἀνδρὸς πύκτου καὶ τρόπαιον ἐπὶ Κορινθίοις ἀνασταθέν, ἄγαλμά ἐστι καθήμενον Διὸς Μειλιχίου, λίθου λευκοῦ, Πολυκλείτου δὲ ἔργον. | Near the statue of Kreugas, a man renowned for his skill in boxing, and the trophy raised against the Corinthians, there stands a seated statue of Zeus Meilichios, carved from white stone and the work of Polycleitus. | παρών δέ κρεύγα τε εἰκών ἀνήρ πύκτης καί τρόπαιον ἐπί Κορίνθιος ἀνίστημι ἄγαλμα εἰμί κάθημαι Ζεύς μειλίχιος λίθος λευκός Πολύκλειτος δέ ἔργον | 0 |
| 2.20.1 | 2 | ποιηθῆναι δὲ ἐπυνθανόμην αὐτὸ ἐπʼ αἰτίᾳ τοιαύτῃ. | I learned that it was created for the following reason: | ποιέω δέ πυνθάνομαι αὐτός ἐπί αἰτία τοιοῦτος | 0 |
| 2.20.1 | 3 | Λακεδαιμονίοις πολεμεῖν πρὸς Ἀργείους ἀρξαμένοις οὐδεμία ἦν ἔτι ἀπαλλαγή, πρὶν ἢ Φίλιππος σφᾶς ἠνάγκασεν ὁ Ἀμύντου μένειν ἐπὶ τοῖς καθεστηκόσιν ἐξ ἀρχῆς ὅροις τῆς χώρας. | Once the Spartans began their war with the Argives, there was no relief from hostilities until Philip, son of Amyntas, compelled them to accept the original boundaries of their territories. | Λακεδαιμόνιος πολεμέω πρός Ἀργεῖος ἄρχομαι οὐδείς εἰμί ἔτι ἀπαλλαγή πρίν ἤ Φίλιππος σφεῖς ἀναγκάζω ὁ Ἀμύντας μένω ἐπί ὁ καθεστηκώς ἐκ ἀρχή ὅρος ὁ χώρα | 0 |
| 2.20.1 | 4 | τὸν δὲ ἔμπροσθεν χρόνον οἱ Λακεδαιμόνιοι μηδὲν ἔξω Πελοποννήσου περιεργαζόμενοι τῆς Ἀργείας ἀεί τι ἀπετέμνοντο, ἢ οἱ Ἀργεῖοι τετραμμένων πρὸς πόλεμον ἐκείνων ὑπερόριον ἐν τῷ τοιούτῳ καὶ αὐτοί σφισιν ἐνέκειντο. | During the earlier period, the Spartans, busying themselves with no affairs outside the Peloponnese, continually seized parts of Argive land, or, whenever the Spartans were occupied elsewhere with war, the Argives would themselves undertake similar raids into Spartan territory. | ὁ δέ ἔμπροσθεν χρόνος ὁ Λακεδαιμόνιος μηδείς ἔξω Πελοπόννησος περιεργάζομαι ὁ Ἀργεία ἀεί τις ἀποτέμνω ἤ ὁ Ἀργεῖος τρέπω πρός πόλεμος ἐκεῖνος ὑπερόριος ἐν ὁ τοιοῦτος καί αὐτός σφεῖς ἐνέκειμαι | 0 |
| 2.20.2 | 1 | προηγμένου δὲ ἀμφοτέροις ἐς ἄκρον τοῦ μίσους ἔδοξεν Ἀργείοις λογάδας τρέφειν χιλίους· | Since hatred had already grown to its highest pitch between both parties, the Argives resolved to equip a regiment of one thousand select men. | προηγέομαι δέ ἀμφότερος εἰς ἄκρον ὁ μῖσος δοκέω Ἀργεῖος λογάς τρέφω χίλιοι | 0 |
| 2.20.2 | 2 | ἡγεμὼν δὲ ἐτέτακτο ἐπʼ αὐτοῖς Βρύας Ἀργεῖος, ὃς ἄλλα τε ἐς ἄνδρας ὕβρισε τοῦ δήμου καὶ παρθένον κομιζομένην παρὰ τὸν νυμφίον ᾔσχυνεν ἀφελόμενος τοὺς ἄγοντας. | Bryas, an Argive, was appointed commander over them, a man who not only committed various outrages against the common people, but who also dishonored a maiden being escorted to her bridegroom, forcibly seizing her from those accompanying her. | ἡγεμών δέ τάσσω ἐπί αὐτός βρύας Ἀργεῖος ὅς ἄλλος τε εἰς ἀνήρ ὑβρίζω ὁ δῆμος καί παρθένος κομίζω παρά ὁ νυμφίον αἰσχύνω ἀφαιρέω ὁ ἄγω | 0 |
| 2.20.2 | 3 | ἐπιλαβούσης δὲ τῆς νυκτὸς τυφλοῖ τὸν Βρύαντα ἡ παῖς φυλάξασα ὑπνωμένον· | When night fell, the girl kept watch until Bryas was asleep and then blinded him. | ἐπιλαμβάνω δέ ὁ νύξ τυφλόω ὁ βρύας ὁ παῖς φυλάσσω ὑπνόω | 0 |
| 2.20.2 | 4 | φωραθεῖσα δὲ ὡς ἐπέσχεν ἡμέρα, κατέφυγεν ἱκέτις ἐς τὸν δῆμον. | She was discovered when day dawned, and fled as a suppliant to the people for protection. | φωραθείς δέ ὡς ἐπέχω ἡμέρα καταφεύγω ἱκέτις εἰς ὁ δῆμος | 0 |
| 2.20.2 | 5 | οὐ προεμένων δὲ αὐτὴν τιμωρήσασθαι τοῖς χιλίοις καὶ ἀπὸ τούτου προαχθέντων ἐς μάχην ἀμφοτέρων, | The thousand refused to allow the people to punish her, and from this event hostilities broke out openly between the two factions. | οὐ προμένω δέ αὐτός τιμωρέω ὁ χίλιος καί ἀπό οὗτος προάγω εἰς μάχη ἀμφότεροι | 0 |
| 2.20.2 | 6 | κρατοῦσιν οἱ τοῦ δήμου, κρατήσαντες δὲ οὐδένα ὑπὸ τοῦ θυμοῦ τῶν ἐναντίων ἔλιπον. | Victory fell to the side of the common people, who, carried away by wrath, left none of their opponents alive. | κρατέω ὁ ὁ δῆμος κρατέω δέ οὐδείς ὑπό ὁ θυμός ὁ ἐναντίος λείπω | 0 |
| 2.20.2 | 7 | ὕστερον δὲ ἄλλα τε ἐπηγάγοντο καθάρσια ὡς ἐπὶ αἵματι ἐμφυλίῳ καὶ ἄγαλμα ἀνέθηκαν Μειλιχίου Διός. | Later, they performed various rites of purification, as was customary after shedding kindred blood, and they erected a statue to Zeus Meilichios. | ὕστερον δέ ἄλλος τε ἐπαγάγω καθάρσιον ὡς ἐπί αἷμα ἐμφύλιος καί ἄγαλμα ἀνατίθημι μειλίχιος Ζεύς | 0 |
| 2.20.3 | 1 | πλησίον δέ εἰσιν ἐπειργασμένοι λίθῳ Κλέοβις καὶ Βίτων αὐτοί τε ἕλκοντες τὴν ἅμαξαν καὶ ἐπ’ αὐτῇ ἄγοντες τὴν μητέρα ἐς τὸ Ἡραῖον. | Nearby are statues carved in stone of Cleobis and Biton themselves, depicted pulling the wagon and bringing their mother upon it to the sanctuary of Hera. | πλησίον δέ εἰμί ἐπεργάζομαι λίθος Κλέοβις καί Βίτων αὐτός τε ἕλκω ὁ ἅμαξα καί ἐπί αὐτός ἄγω ὁ μήτηρ εἰς ὁ Ἡραῖον | 0 |
| 2.20.3 | 2 | τούτων δὲ ἀπαντικρὺ Νεμείου Διός ἐστιν ἱερόν, ἄγαλμα ὀρθὸν χαλκοῦν, τέχνη Λυσίππου. | Directly opposite them is a precinct dedicated to Nemean Zeus, containing an upright bronze statue, the work of Lysippus. | οὗτος δέ ἀπαντικρύ Νέμειος Ζεύς εἰμί ἱερόν ἄγαλμα ὀρθός χαλκοῦς τέχνη Λύσιππος | 0 |
| 2.20.3 | 3 | μετὰ δὲ αὐτὸ προελθοῦσιν ἐν δεξιᾷ Φορωνέως τάφος ἐστίν· ἐναγίζουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι τῷ Φορωνεῖ. | Proceeding forward from here, on the right there is the tomb of Phoroneus; even in our time they continue to make offerings to Phoroneus. | μετά δέ αὐτός προέρχομαι ἐν δεξιός Φορωνεύς τάφος εἰμί ἐναγίζω δέ καί εἰς ἐγώ ἔτι ὁ Φορωνεύς | 0 |
| 2.20.3 | 4 | πέραν δὲ τοῦ Νεμείου Διὸς Τύχης ἐστὶν ἐκ παλαιοτάτου ναός, εἰ δὴ Παλαμήδης κύβους εὑρὼν ἀνέθηκεν ἐς τοῦτον τὸν ναόν. | Beyond the precinct of Nemean Zeus stands a very ancient temple of Tyche (Fortune), said to be the place where Palamedes, upon inventing dice, dedicated them. | πέραν δέ ὁ Νέμειος Ζεύς τύχη εἰμί ἐκ παλαιότατος ναός εἰ δή Παλαμήδης κύβος εὑρίσκω ἀνατίθημι εἰς οὗτος ὁ ναός | 0 |
| 2.20.4 | 1 | τὸ δὲ μνῆμα τὸ πλησίον Χορείας μαινάδος ὀνομάζουσι, | The nearby tomb they call that of Choreia, a maenad. | ὁ δέ μνῆμα ὁ πλησίον χορεία μαινάς ὀνομάζω | 0 |
| 2.20.4 | 2 | Διονύσῳ λέγοντες καὶ ἄλλας γυναῖκας καὶ ταύτην ἐς Ἄργος συστρατεύσασθαι, Περσέα δέ, ὡς ἐκράτει τῆς μάχης, φονεῦσαι τῶν γυναικῶν τὰς πολλάς· | They say she and other women marched together with Dionysus against Argos, and that Perseus, having prevailed in battle, slew most of the women. | Διόνυσος λέγω καί ἄλλος γυνή καί οὗτος εἰς Ἄργος συστρατεύομαι Περσεύς δέ ὡς κρατέω ὁ μάχη φονεύω ὁ γυνή ὁ πολύς | 0 |
| 2.20.4 | 3 | τὰς μὲν οὖν λοιπὰς θάπτουσιν ἐν κοινῷ, ταύτῃ δὲ---ἀξιώματι γὰρ δὴ προεῖχεν---ἰδίᾳ τὸ μνῆμα ἐποίησαν. | The rest were buried together in a common grave, but this woman—since indeed she surpassed the others in dignity—they honored with a separate tomb. | ὁ μέν οὖν λοιπός θάπτω ἐν κοινός οὗτος δέ ἀξίωμα γάρ δή προέχω ἰδίᾳ ὁ μνῆμα ποιέω | 0 |
| 2.20.5 | 1 | ἀπωτέρω δὲ ὀλίγον Ὡρῶν ἱερόν ἐστιν. | A short distance further away stands a sanctuary of the Horae (Seasons). | ἀπωτέρω δέ ὀλίγος ὥρα ἱερόν εἰμί | 0 |
| 2.20.5 | 2 | ἐπανιόντι δὲ ἐκεῖθεν ἀνδριάντες ἑστήκασι Πολυνείκους τοῦ Οἰδίποδος καὶ ὅσοι σὺν ἐκείνῳ τῶν ἐν τέλει πρὸς τὸ τεῖχος μαχόμενοι τὸ Θηβαίων ἐτελεύτησαν. | Returning from there, one encounters statues of Polynices, son of Oedipus, and those who fell with him fighting as commanders at the wall of Thebes. | ἐπανίημι δέ ἐκεῖθεν ἀνδριάς ἵστημι Πολυνείκης ὁ Οἰδίπους καί ὅσος σύν ἐκεῖνος ὁ ἐν τέλος πρός ὁ τεῖχος μάχομαι ὁ Θηβαῖος τελευτάω | 0 |
| 2.20.5 | 3 | τούτους τοὺς ἄνδρας ἐς μόνων ἑπτὰ ἀριθμὸν κατήγαγεν Αἰσχύλος, πλειόνων ἔκ τε Ἄργους ἡγεμόνων καὶ Μεσσήνης καί τινων καὶ Ἀρκάδων στρατευσαμένων. | Aeschylus reduced the number of these men to seven only, although more leaders from Argos, Messene, and certain Arcadians took part in the expedition. | οὗτος ὁ ἀνήρ εἰς μόνος ἑπτά ἀριθμός κατάγω Αἴσχυλος πλείων ἐκ τε Ἄργος ἡγεμών καί Μεσσήνη καί τις καί Ἀρκάς στρατεύομαι | 0 |
| 2.20.5 | 4 | τούτων δὲ τῶν ἑπτὰ---ἐπηκολουθήκασι γὰρ καὶ Ἀργεῖοι τῇ Αἰσχύλου ποιήσει---πλησίον κεῖνται καὶ οἱ τὰς Θήβας ἑλόντες Αἰγιαλεὺς Ἀδράστου καὶ Πρόμαχος ὁ Παρθενοπαίου τοῦ Ταλαοῦ καὶ Πολύδωρος Ἱππομέδοντος καὶ Θέρσανδρος καὶ οἱ Ἀμφιαράου παῖδες, Ἀλκμαίων τε καὶ Ἀμφίλοχος, Διομήδης τε καὶ Σθένελος· | In accordance with Aeschylus’ portrayal – for the Argives also follow his poetry – close by these seven stand also those who took Thebes: Aigialeus, son of Adrastus; Promachus, son of Parthenopaeus, son of Talaüs; Polydorus, son of Hippomedon; Thersander; the sons of Amphiaraüs, Alcmaeon and Amphilochus; as well as Diomedes and Sthenelus. | οὗτος δέ ὁ ἑπτά ἐπακολουθέω γάρ καί Ἀργεῖος ὁ Αἰσχύλος ποιέω πλησίον κεῖμαι καί ὁ ὁ Θῆβαι αἱρέω Αἰγιαλεύς Ἄδραστος καί πρόμαχος ὁ παρθενοπαίος ὁ Ταλαός καί Πολύδωρος Ἱππομέδων καί Θέρσανδρος καί ὁ Ἀμφιάραος παῖς Ἀλκμαίων τε καί Ἀμφίλοχος Διομήδης τε καί Σθένελος | 0 |
| 2.20.5 | 5 | παρῆν δὲ ἔτι καὶ ἐπὶ τούτων Εὐρύαλος Μηκιστέως καὶ Πολυνείκους Ἄδραστος καὶ Τιμέας. | Additionally included among these were Euryalus, son of Mecisteus, Adrastus, son of Polynices, and Timeas. | πάρειμι δέ ἔτι καί ἐπί οὗτος Εὐρύαλος Μηκιστεύς καί Πολυνείκης Ἄδραστος καί Τιμεύς | 0 |
| 2.20.6 | 1 | τῶν δὲ ἀνδριάντων οὐ πόρρω δείκνυται Δαναοῦ μνῆμα καὶ Ἀργείων τάφος κενὸς ὁπόσους ἔν τε Ἰλίῳ καὶ ὀπίσω κομιζομένους ἐπέλαβεν ἡ τελευτή. | Not far from these statues is shown the tomb of Danaus, as well as an empty burial place of the Argives, honoring those who died either at Troy or on their journey home. | ὁ δέ ἀνδριάς οὐ πόρρω δείκνυμι Δαναός μνῆμα καί Ἀργεῖος τάφος κενός ὅσος εἰμί τε Ἴλιος καί ὀπίσω κομίζω ἐπιλαμβάνω ὁ τελευτή | 0 |
| 2.20.6 | 2 | καὶ Διός ἐστιν ἐνταῦθα ἱερὸν Σωτῆρος καὶ παριοῦσίν ἐστιν οἴκημα· ἐνταῦθα τὸν Ἄδωνιν αἱ γυναῖκες Ἀργείων ὀδύρονται. | There is also here a sanctuary of Zeus the Savior, and near it is a building where the Argive women mourn for Adonis. | καί Ζεύς εἰμί ἐνταῦθα ἱερός σωτήρ καί πάρειμι εἰμί οἴκημα ἐνταῦθα ὁ Ἄδωνις ὁ γυνή Ἀργεῖος ὀδύρομαι | 0 |
| 2.20.6 | 3 | ἐν δεξιᾷ δὲ τῆς ἐσόδου τῷ Κηφισῷ πεποίηται τὸ ἱερόν· τῷ δὲ ποταμῷ τούτῳ τὸ ὕδωρ φασὶν οὐ καθάπαξ ὑπὸ τοῦ Ποσειδῶνος ἀφανισθῆναι, ἀλλὰ ἐνταῦθα δὴ μάλιστα, ἔνθα καὶ τὸ ἱερόν ἐστι, συνιᾶσιν ὑπὸ γῆν ῥέοντος. | To the right of the entrance is a sanctuary dedicated to Cephisus; it is said that the waters of this river were hidden from sight by Poseidon, not all at once, but especially at this spot, where its sanctuary stands, they sink underground as the river flows beneath. | ἐν δεξιός δέ ὁ ἔσοδος ὁ Κηφισός ποιέω ὁ ἱερόν ὁ δέ ποταμός οὗτος ὁ ὕδωρ φημί οὐ καθάπαξ ὑπό ὁ Ποσειδῶν ἀφανίζω ἀλλά ἐνταῦθα δή μάλιστα ἔνθα καί ὁ ἱερόν εἰμί συνίημι ὑπό γῆ ῥέω | 0 |
| 2.20.7 | 1 | παρὰ δὲ τὸ ἱερὸν τοῦ Κηφισοῦ Μεδούσης λίθου πεποιημένη κεφαλή· Κυκλώπων φασὶν εἶναι καὶ τοῦτο ἔργον. | Beside the sanctuary of Cephisus there is a head of Medusa made of stone; this too, they say, is a work of the Cyclopes. | παρά δέ ὁ ἱερός ὁ Κηφισός Μεδούσα λίθος ποιέω κεφαλή Κύκλωψ φημί εἰμί καί οὗτος ἔργον | 0 |
| 2.20.7 | 2 | τὸ δὲ χωρίον τὸ ὄπισθεν καὶ ἐς τόδε Κριτήριον ὀνομάζουσιν, Ὑπερμήστραν ἐνταῦθα ὑπὸ Δαναοῦ κριθῆναι λέγοντες. | Behind this spot is a place which even today is called Criterion ("Judgment-place"); here, they say, Hypermnestra was judged by Danaus. | ὁ δέ χωρίον ὁ ὄπισθεν καί εἰς ὅδε κριτήριον ὀνομάζω Ὑπερμήστρα ἐνταῦθα ὑπό Δαναός κρίνω λέγω | 0 |
| 2.20.7 | 3 | τούτου δέ ἐστιν οὐ πόρρω θέατρον· ἐν δὲ αὐτῷ καὶ ἄλλα θέας ἄξια καὶ ἀνὴρ φονεύων ἐστὶν ἄνδρα, Ὀθρυάδαν τὸν Σπαρτιάτην Περίλαος Ἀργεῖος ὁ Ἀλκήνορος· | Not far from here is a theater, and in it there are other noteworthy sights including a sculpture of a man killing another man, Perilaus, the Argive, son of Alcenor, slaying Othryades, the Spartan. | οὗτος δέ εἰμί οὐ πόρρω θέατρον ἐν δέ αὐτός καί ἄλλος θέα ἄξιος καί ἀνήρ φονεύω εἰμί ἀνήρ Ὀθρυάδης ὁ Σπαρτιάτης Περίλαος Ἀργεῖος ὁ Ἀλκήνωρ | 0 |
| 2.20.7 | 4 | Περιλάῳ δὲ τούτῳ καὶ πρότερον ἔτι ὑπῆρχε Νεμείων ἀνῃρῆσθαι νίκην παλαίοντι. | This Perilaus had earlier distinguished himself by winning a wrestling victory at the Nemean games. | περίλαος δέ οὗτος καί πρότερον ἔτι ὑπάρχω Νέμειος ἀναιρέω νίκη παλαίω | 0 |
| 2.20.8 | 1 | ὑπὲρ δὲ τὸ θέατρον Ἀφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾄσματα ἐπείργασται στήλῃ· καὶ βιβλία μὲν ἐκεῖνα ἔρριπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα. | Above the theater is a sanctuary of Aphrodite, and in front of her statue is a stele bearing the figure of Telesilla, the poetess who composed the songs. | ὑπέρ δέ ὁ θέατρον Ἀφροδίτη εἰμί ἱερόν ἔμπροσθεν δέ ὁ ἕδος Τελέσιλλα ὁ ποιέω ὁ ᾄσμα ἐπεργάζομαι στήλη καί βιβλίον μέν ἐκεῖνος ῥιπτέω ὁ πρός ὁ πούς αὐτός δέ εἰς κράνος ὁράω κατέχω ὁ χείρ καί ἐπιτίθημι ὁ κεφαλή μέλλω | 0 |
| 2.20.8 | 2 | ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει. | Her books lie cast down at her feet, and she herself is shown gazing at a helmet, holding it in her hand and about to place it upon her head. | εἰμί δέ ὁ Τελέσιλλα καί ἄλλως ἐν ὁ γυνή εὔδοκιμος καί μᾶλλον τιμάω ἔτι ἐπί ὁ ποιέω | 0 |
| 2.20.8 | 3 | συμβάντος δὲ Ἀργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν Ἀναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ Ἄργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ Ἄργος. | Telesilla was esteemed among women for other qualities as well, but even more greatly honored for her poetry. | συμβαίνω δέ Ἀργεῖος ἀτυχέω λόγος μείζων πρός Κλεομένης ὁ Ἀναξανδρίδης καί Λακεδαιμόνιος καί ὁ μέν ἐν αὐτός πίπτω ὁ μάχη ὅσος δέ εἰς ὁ ἄλσος ὁ Ἄργος καταφεύγω διαφθείρω καί οὗτος ὁ μέν πρῶτος ἐξίημι κατά ὁμολογία ὡς δέ γιγνώσκω ἀπατάω συγκατακαίω ὁ ἄλσος ὁ λοιπός οὕτως ὁ Λακεδαιμόνιος κλεομένης ἄγω ἐπί ἔρημος ἀνήρ ὁ Ἄργος | 0 |
| 2.20.9 | 1 | Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο. | Telesilla brought up onto the walls all the slaves and those who, due to youth or old age, were unable to bear arms; meanwhile, she herself collected whatever weapons still remained in the homes and those taken from the temples, armed the women who were in the prime of life, and after arming them arranged them at that point where she knew the enemy would approach. | Τελέσιλλα δέ οἰκέτης μέν καί ὅσος διά νεότης ἤ γῆρας ὅπλον ἀδύνατος φέρω εἰμί οὗτος μέν πᾶς ἀναβιβάζω ἐπί ὁ τεῖχος αὐτός δέ ὁπόσος ἐν ὁ οἰκία ὑπολείπω καί ὁ ἐκ ὁ ἱερός ὅπλον ἀθροίζω ὁ ἀκμάζω ἡλικία ὁ γυνή ὁπλίζω ὁπλίζω δέ τάσσω κατά οὗτος ὅς ὁ πολέμιος πρόσειμι ἐπίσταμαι | 0 |
| 2.20.9 | 2 | ὡς δὲ ἐγγὺς ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐρρωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί. | When the Lacedaemonians came near, the women, neither terrified by their war cries nor falling back, engaged vigorously in battle; then the Lacedaemonians, reflecting that if they killed the women their victory would bring envy rather than glory, and that if they suffered defeat the disgrace would carry lasting shame, withdrew before the women. | ὡς δέ ἐγγύς γίγνομαι ὁ Λακεδαιμόνιος καί ὁ γυνή οὔτε ὁ ἀλαλαγμός καταπλήσσω δέχομαι τε μάχομαι ἐρρωμένως ἐνταῦθα ὁ Λακεδαιμόνιος φρονέω ὡς καί διαφθείρω σφεῖς ὁ γυνή ἐπιφθόνως ὁ κατόρθωμα ἔχω καί σφαλερός μετά ὀνειδός γιγνώσκω ὁ συμφορά ὑπείκω ὁ γυνή | 0 |
| 2.20.10 | 1 | πρότερον δὲ ἔτι τὸν ἀγῶνα τοῦτον προεσήμηνεν ἡ Πυθία, καὶ τὸ λόγιον εἴτε ἄλλως εἴτε καὶ ὡς συνεὶς ἐδήλωσεν Ἡρόδοτος· | But this contest had been foretold earlier by the Pythia, and the oracle was declared either in a different form or exactly as Herodotus understood it. | πρότερον δέ ἔτι ὁ ἀγών οὗτος προσημαίνω ὁ Πυθία καί ὁ λόγιον εἴτε ἄλλως εἴτε καί ὡς σύνειμι δηλόω Ἡρόδοτος | 0 |
| 2.20.10 | 2 | ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται, πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει. | “Yet when the female, having conquered the male, drives him out and wins glory among the Argives, she will then cause many Argive women to tear their cheeks.” | ἀλλά ὅταν ὁ θήλεια ὁ ἄρρην νικάω ἐξελαύνω καί κῦδος ἐν Ἀργεῖος ἀράομαι πολύς Ἀργεῖος ἀμφιδρυφής τότε τίθημι | 0 |
| 2.20.10 | 3 | Hdt. 6.77 τὰ μὲν ἐς τὸ ἔργον τῶν γυναικῶν ἔχοντα τοῦ χρησμοῦ ταῦτα ἦν· | These were the oracle's words according to Herodotus, dealing with the deed of the women. | ὁ μέν εἰς ὁ ἔργον ὁ γυνή ἔχω ὁ χρησμός οὗτος εἰμί | 0 |