Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.21.1 | 1 | κατελθοῦσι δὲ ἐντεῦθεν καὶ τραπεῖσιν αὖθις ἐπὶ τὴν ἀγοράν, ἔστι μὲν Κερδοῦς Φορωνέως γυναικὸς μνῆμα, ἔστι δὲ ναὸς Ἀσκληπιοῦ. | Going down from this place and turning once again toward the marketplace, there is the tomb of Cerdo, wife of Phoroneus, and a temple of Asclepius. | κατέρχομαι δέ ἐντεῦθεν καί τραπεῖς αὖθις ἐπί ὁ ἀγορά εἰμί μέν κερδώ Φορωνεύς γυνή μνῆμα εἰμί δέ ναός Ἀσκληπιός | 0 |
| 2.21.1 | 2 | τὸ δὲ τῆς Ἀρτέμιδος ἱερὸν ἐπίκλησιν Πειθοῦς, Ὑπερμήστρα καὶ τοῦτο ἀνέθηκε νικήσασα τῇ δίκῃ τὸν πατέρα ἣν τοῦ Λυγκέως ἕνεκα ἔφυγε. | Nearby stands a sanctuary of Artemis surnamed Peitho; this sanctuary too was dedicated by Hypermnestra, who established it after defeating in court her father, whom she had defied on Lynceus' account. | ὁ δέ ὁ Ἄρτεμις ἱερός ἐπίκλησις Πειθώ Ὑπερμήστρα καί οὗτος ἀνατίθημι νικάω ὁ δίκη ὁ πατήρ ὅς ὁ Λυγκεύς ἕνεκα φεύγω | 0 |
| 2.21.1 | 3 | καὶ Αἰνείου ἐνταῦθα χαλκοῦς ἀνδριάς ἐστι καὶ χωρίον καλούμενον Δέλτα· ἐφʼ ὅτῳ δέ---οὐ γάρ μοι τὰ λεγόμενα ἤρεσκεν---, ἑκὼν παρίημι. | Here also is a bronze statue of Aeneas, and a place called Delta; concerning the reason for this name—I did not find the current explanations satisfactory—I willingly pass it by. | καί Αἰνείας ἐνταῦθα χαλκοῦς ἀνδριάς εἰμί καί χωρίον καλέω δέλτα ἐπί ὅστις δέ οὐ γάρ ἐγώ ὁ λέγω ἀρέσκω ἑκών παρίημι | 0 |
| 2.21.2 | 1 | πρὸ δὲ αὐτοῦ πεποίηται Διὸς Φυξίου βωμὸς καὶ πλησίον Ὑπερμήστρας μνῆμα Ἀμφιαράου μητρός, τὸ δὲ ἕτερον Ὑπερμήστρας τῆς Λαναοῦ· σὺν δὲ αὐτῇ καὶ Λυγκεὺς τέθαπται. | In front of it has been erected an altar of Zeus Phyxios; nearby is the tomb of Hypermnestra, the mother of Amphiaraus, while another is of Hypermnestra, the daughter of Danaus, and Lynceus is buried with her. | πρό δέ αὐτός ποιέω Ζεύς φύξιος βωμός καί πλησίον Ὑπερμήστρα μνῆμα Ἀμφιάραος μήτηρ ὁ δέ ἕτερος Ὑπερμήστρα ὁ λαναός σύν δέ αὐτός καί Λυγκεύς θάπτω | 0 |
| 2.21.2 | 2 | τούτων δὲ ἀπαντικρὺ Ταλαοῦ τοῦ Βίαντός ἐστι τάφος· | Opposite these is the tomb of Talaus, the son of Bias. | οὗτος δέ ἀπαντικρύ Ταλαός ὁ βίαντος εἰμί τάφος | 0 |
| 2.21.2 | 3 | τὰ δὲ ἐς Βίαντα καὶ ἀπογόνους τοῦ Βίαντος ἤδη λέλεκταί μοι. | I have previously spoken concerning Bias and the descendants of Bias. | ὁ δέ εἰς βίαντας καί ἀπόγονος ὁ βία ἤδη λέλεκταί ἐγώ | 0 |
| 2.21.3 | 1 | Ἀθηνᾶς δὲ ἱδρύσασθαι Σάλπιγγος ἱερόν φασιν Ἡγέλεων. | They say that Hegeleos founded the sanctuary of Athena Salpinx ("Trumpet"). | Ἀθηνᾶ δέ ἱδρύω σάλπιγξ ἱερόν φημί ἡγέλοος | 0 |
| 2.21.3 | 2 | Τυρσηνοῦ δὲ τοῦτον τὸν Ἡγέλεων, τὸν δὲ Ἡρακλέους εἶναι καὶ γυναικὸς λέγουσι τῆς Λυδῆς, | This Hegeleos, they say, was the son of Tyrsenos, who in turn was the son of Heracles by a Lydian woman. | Τυρσηνός δέ οὗτος ὁ ἡγέλοος ὁ δέ Ἡρακλῆς εἰμί καί γυνή λέγω ὁ λυδής | 0 |
| 2.21.3 | 3 | Τυρσηνὸν δὲ σάλπιγγα εὑρεῖν πρῶτον, Ἡγέλεων δὲ τὸν Τυρσηνοῦ διδάξαι τοὺς σὺν Τημένῳ Δωριέας τοῦ ὀργάνου τὸν ψόφον καὶ διʼ αὐτὸ Ἀθηνᾶν ἐπονομάσαι Σάλπιγγα. | Tyrsenos was the first inventor of the trumpet, and Hegeleos son of Tyrsenos taught the Dorians accompanying Temenus how to produce sound upon this instrument; for this reason, Athena received the epithet Salpinx. | Τυρσηνός δέ σάλπιγξ εὑρίσκω πρῶτος ἡγέλοος δέ ὁ Τυρσηνός διδάσκω ὁ σύν Τημένιος Δωριεύς ὁ ὄργανον ὁ ψόφος καί διά αὐτός Ἀθηνᾶ ἐπονομάζω σάλπιγξ | 0 |
| 2.21.3 | 4 | πρὸ δὲ τοῦ ναοῦ τῆς Ἀθηνᾶς Ἐπιμενίδου λέγουσιν εἶναι τάφον· | In front of the temple of Athena, they say, is the tomb of Epimenides; | πρό δέ ὁ ναός ὁ Ἀθηνᾶ Ἐπιμενίδης λέγω εἰμί τάφος | 0 |
| 2.21.3 | 5 | Λακεδαιμονίους γὰρ πολεμήσαντας πρὸς Κνωσσίους ἑλεῖν ζῶντα Ἐπιμενίδην, λαβόντας δὲ ἀποκτεῖναι, διότι σφίσιν οὐκ αἴσια ἐμαντεύετο, αὐτοὶ δὲ ἀνελόμενοι θάψαι ταύτῃ φασί. | for the Lacedaemonians, while fighting against the Knossians, captured Epimenides alive and subsequently put him to death because he had prophesied ill fortune for them; later, however, repenting of their deed, they themselves claim to have buried him here. | Λακεδαιμόνιος γάρ πολεμέω πρός κνωσσίος αἱρέω ζάω Ἐπιμενίδης λαμβάνω δέ ἀποκτείνω διότι σφεῖς οὐ αἴσιος μαντεύομαι αὐτός δέ ἀναιρέω θάπτω οὗτος φημί | 0 |
| 2.21.4 | 1 | τὸ δὲ οἰκοδόμημα λευκοῦ λίθου κατὰ μέσον μάλιστα τῆς ἀγορᾶς οὐ τρόπαιον ἐπὶ Πύρρῳ τῷ Ἠπειρώτῃ, καθὰ λέγουσιν οἱ Ἀργεῖοι, καυθέντος δὲ ἐνταῦθα τοῦ νεκροῦ μνῆμα καὶ τοῦτο ἂν εὕροι τις, ἐν ᾧ τά τε ἄλλα ὅσοις ὁ Πύρρος ἐχρῆτο ἐς τὰς μάχας καὶ οἱ ἐλέφαντές εἰσιν ἐπειργασμένοι. | The structure of white stone standing near the very center of the marketplace is not, as the Argives claim, a trophy commemorating victory over Pyrrhus the Epirote; rather, it marks the place where his corpse was cremated, and this can also be recognized by examining it closely. | ὁ δέ οἰκοδόμημα λευκός λίθος κατά μέσος μάλιστα ὁ ἀγορά οὐ τρόπαιον ἐπί Πύρρος ὁ ἠπειρώτης καθά λέγω ὁ Ἀργεῖος καίω δέ ἐνταῦθα ὁ νεκρός μνῆμα καί οὗτος ἄν εὑρίσκω τις ἐν ὅς ὁ τε ἄλλος ὅσος ὁ πύρρος χράομαι εἰς ὁ μάχη καί ὁ ἐλέφας εἰμί ἐπεργάζομαι | 0 |
| 2.21.4 | 2 | τοῦτο μὲν δὴ κατὰ τὴν πυρὰν τὸ οἰκοδόμημα ἐγένετο· | For upon it, among other representations, are carved the elephants and other things used by Pyrrhus in battle. | οὗτος μέν δή κατά ὁ πῦρ ὁ οἰκοδόμημα γίγνομαι | 0 |
| 2.21.4 | 3 | αὐτὰ δὲ κεῖται τοῦ Πύρρου τὰ ὀστᾶ ἐν τῷ ἱερῷ τῆς Δήμητρος, παρʼ ᾧ συμβῆναί οἱ καὶ τὴν τελευτὴν ἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ. | The building was erected over the site of his pyre. | αὐτός δέ κεῖμαι ὁ Πύρρος ὁ ὀστέον ἐν ὁ ἱερός ὁ Δημήτηρ παρά ὅς συμβαίνω ὁ καί ὁ τελευτή δηλόω ἐν ὁ Ἀτθίς συγραφή | 0 |
| 2.21.4 | 4 | τοῦ δὲ τῆς Δήμητρος ἱεροῦ τούτου κατὰ τὴν ἔσοδον ἀσπίδα ἰδεῖν Πύρρου χαλκῆν ἔστιν ὑπὲρ τῶν θυρῶν ἀνακειμένην. | As for Pyrrhus' bones themselves, they lie in the sanctuary of Demeter, near which, as I explained in my Attic history, he met his death. | ὁ δέ ὁ Δημήτηρ ἱερόν οὗτος κατά ὁ ἔσοδος ἀσπίς ὁράω Πύρρος χαλκοῦς εἰμί ὑπέρ ὁ θύρα ἀνακείμενος | 0 |
| 2.21.5 | 1 | τοῦ δὲ ἐν τῇ ἀγορᾷ τῶν Ἀργείων οἰκοδομήματος οὐ μακρὰν χῶμα γῆς ἐστιν· ἐν δὲ αὐτῷ κεῖσθαι τὴν Μεδούσης λέγουσι τῆς Γοργόνος κεφαλήν. | Not far from the building in the marketplace of the Argives, there is a mound of earth; they say that the head of the Gorgon Medusa lies within it. | ὁ δέ ἐν ὁ ἀγορά ὁ Ἀργεῖος οἰκοδόμημα οὐ μακράν χῶμα γῆ εἰμί ἐν δέ αὐτός κεῖμαι ὁ Μεδούσα λέγω ὁ γοργός κεφαλή | 0 |
| 2.21.5 | 2 | ἀπόντος δὲ τοῦ μύθου τάδε ἄλλα ἐς αὐτήν ἐστιν εἰρημένα· | Apart from the mythical tradition, this other version about her is also recorded: | ἀπών δέ ὁ μῦθος ὅδε ἄλλος εἰς αὐτός εἰμί λέγω | 0 |
| 2.21.5 | 3 | Φόρκου μὲν θυγατέρα εἶναι, τελευτήσαντος δέ οἱ τοῦ πατρὸς βασιλεύειν τῶν περὶ τὴν λίμνην τὴν Τριτωνίδα οἰκούντων καὶ ἐπὶ θήραν τε ἐξιέναι καὶ ἐς τὰς μάχας ἡγεῖσθαι τοῖς Λίβυσι καὶ δὴ καὶ τότε ἀντικαθημένην στρατῷ πρὸς τὴν Περσέως δύναμιν---ἕπεσθαι γὰρ καὶ τῷ Περσεῖ λογάδας ἐκ Πελοποννήσου--- δολοφονηθῆναι νύκτωρ, καὶ τὸν Περσέα τὸ κάλλος ἔτι καὶ ἐπὶ νεκρῷ θαυμάζοντα οὕτω τὴν κεφαλὴν ἀποτεμόντα αὐτῆς ἄγειν τοῖς Ἕλλησιν ἐς ἐπίδειξιν. | that she was a daughter of Phorcus, and upon her father's death she succeeded him as ruler of the people who dwell around Lake Tritonis; that she habitually went out hunting and led the Libyans into battle, and at that time indeed opposed her army to the force commanded by Perseus—for Perseus, too, was attended by chosen fighters from the Peloponnese. It is said she was treacherously murdered by night, and Perseus, even admiring her beauty in death, cut off her head in this way and brought it back to Greece as a marvel for display. | φόρκος μέν θυγάτηρ εἰμί τελευτάω δέ ὁ ὁ πατήρ βασιλεύω ὁ περί ὁ λίμνη ὁ Τριτωνίς οἰκέω καί ἐπί θήρα τε ἐξίημι καί εἰς ὁ μάχη ἡγέομαι ὁ Λίβυς καί δή καί τότε ἀντικαθήμαι στρατός πρός ὁ Περσεύς δύναμις ἕπομαι γάρ καί ὁ Περσεύς λογάς ἐκ Πελοπόννησος δολοφονέω νύκτωρ καί ὁ Περσεύς ὁ κάλλος ἔτι καί ἐπί νεκρός θαυμάζω οὕτως ὁ κεφαλή ἀποτέμνω αὐτός ἄγω ὁ Ἕλλην εἰς ἐπίδειξις | 0 |
| 2.21.6 | 1 | Καρχηδονίῳ δὲ ἀνδρὶ Προκλεῖ τῷ Εὐκράτους ἕτερος λόγος ὅδε ἐφαίνετο εἶναι τοῦ προτέρου πιθανώτερος. | A Carthaginian named Procles, son of Eucrates, presented another story, which seemed to him to be more credible than the previous one. | Καρχηδόνιος δέ ἀνήρ Προκλῆς ὁ Εὔκρατος ἕτερος λόγος ὅδε φαίνω εἰμί ὁ πρότερος πιθανός | 0 |
| 2.21.6 | 2 | Λιβύης ἡ ἔρημος καὶ ἄλλα παρέχεται θηρία ἀκούσασιν οὐ πιστὰ καὶ ἄνδρες ἐνταῦθα ἄγριοι καὶ ἄγριαι γίνονται γυναῖκες· ἔλεγέ τε ὁ Προκλῆς ἀπʼ αὐτῶν ἄνδρα ἰδεῖν κομισθέντα ἐς Ῥώμην. | The desert of Libya produces creatures which are unbelievable to those who hear of them; moreover, wild men and women inhabit it; Procles claimed that he himself saw a man of this sort who had been brought to Rome. | Λιβύη ὁ ἔρημος καί ἄλλος παρέχω θηρίον ἀκούω οὐ πιστός καί ἀνήρ ἐνταῦθα ἄγριος καί ἄγριος γίγνομαι γυνή λέγω τε ὁ Προκλῆς ἀπό αὐτός ἀνήρ ὁράω κομίζω εἰς Ῥώμη | 0 |
| 2.21.6 | 3 | εἴκαζεν οὖν πλανηθεῖσαν γυναῖκα ἐκ τούτων καὶ ἀφικομένην ἐπὶ τὴν λίμνην τὴν Τριτωνίδα λυμαίνεσθαι τοὺς προσοίκους, ἐς ὃ Περσεὺς ἀπέκτεινεν αὐτήν· | He reasoned, therefore, that a certain woman of these people had wandered forth and come to Lake Tritonis, bringing harm upon the local inhabitants, until Perseus killed her. | εἰκάζω οὖν πλανάω γυνή ἐκ οὗτος καί ἀφικνέομαι ἐπί ὁ λίμνη ὁ Τριτωνίς λυμαίνομαι ὁ πρόσοικος εἰς ὅς Περσεύς ἀποκτείνω αὐτός | 0 |
| 2.21.6 | 4 | Ἀθηνᾶν δέ οἱ συνεπιλαβέσθαι δοκεῖν τοῦ ἔργου, ὅτι οἱ περὶ τὴν λίμνην τὴν Τριτωνίδα ἄνθρωποι ταύτης εἰσὶν ἱεροί. | He held the opinion that Athena joined Perseus in this deed because the people dwelling around Lake Tritonis considered her sacred. | Ἀθηνᾶ δέ ὁ συνεπιλαμβάνομαι δοκέω ὁ ἔργον ὅτι ὁ περί ὁ λίμνη ὁ Τριτωνίς ἄνθρωπος οὗτος εἰμί ἱερός | 0 |
| 2.21.7 | 1 | ἐν δὲ Ἄργει παρὰ τοῦτο δὴ τὸ μνῆμα τῆς Γοργόνος Γοργοφόνης τάφος ἐστὶ τῆς Περσέως. | In Argos, next to this monument, is the tomb of Gorgophone, daughter of Perseus. | ἐν δέ Ἄργος παρά οὗτος δή ὁ μνῆμα ὁ γοργός γοργοφόνη τάφος εἰμί ὁ Περσεύς | 0 |
| 2.21.7 | 2 | καὶ ἐφʼ ὅτῳ μὲν αὐτῇ τὸ ὄνομα ἐτέθη, δῆλον εὐθὺς ἀκούσαντι· | The reason why she was given that name is immediately clear to anyone who hears it ("Gorgon Slayer"). | καί ἐπί ὅστις μέν αὐτός ὁ ὄνομα τίθημι δῆλος εὐθύς ἀκούω | 0 |
| 2.21.7 | 3 | γυναικῶν δὲ πρώτην αὐτήν φασι τελευτήσαντος τοῦ ἀνδρὸς Περιήρους τοῦ Αἰόλου---τούτῳ γὰρ παρθένος συνῴκησε---, τὴν δὲ αὖθις Οἰβάλῳ γήμασθαι· | They say she was the first among women who, after the death of her husband Perieres son of Aeolus—to whom she had been joined while still a maiden—married again, this time to Oebalus. | γυνή δέ πρῶτος αὐτός φημί τελευτάω ὁ ἀνήρ περιῆρος ὁ Αἴολος οὗτος γάρ παρθένος συνοικέω ὁ δέ αὖθις οἴβαλος γαμέω | 0 |
| 2.21.7 | 4 | πρότερον δὲ καθεστήκει ταῖς γυναιξὶν ἐπὶ ἀνδρὶ ἀποθανόντι χηρεύειν. | Previously, it had been customary for women to remain widows when their husbands died. | πρότερον δέ καθίστημι ὁ γυνή ἐπί ἀνήρ ἀποθνῄσκω χηρεύω | 0 |
| 2.21.8 | 1 | τοῦ τάφου δὲ ἔμπροσθεν τρόπαιον λίθου πεποίηται κατὰ ἀνδρὸς Ἀργείου Λαφάους· | In front of the tomb stands a trophy of stone, raised against the Argive Laphes. | ὁ τάφος δέ ἔμπροσθεν τρόπαιον λίθος ποιέω κατά ἀνήρ Ἀργεῖος λαφάος | 0 |
| 2.21.8 | 2 | τοῦτον γὰρ---γράφω δὲ ὁπόσα λέγουσιν αὐτοὶ περὶ σφῶν Ἀργεῖοι---τυραννοῦντα ἐξέβαλεν ἐπαναστὰς ὁ δῆμος, φυγόντα δὲ ἐς Σπάρτην Λακεδαιμόνιοι κατάγειν ἐπειρῶντο ἐπὶ τυραννίδι, νικήσαντες δὲ οἱ Ἀργεῖοι τῇ μάχῃ Λαφάην τε καὶ τῶν Λακεδαιμονίων τοὺς πολλοὺς ἀπέκτειναν. | For this man—here I relate only what the Argives themselves say about their own affairs—when he was tyrant was expelled by an uprising of the people. | οὗτος γάρ γράφω δέ ὁπόσος λέγω αὐτός περί σφεῖς Ἀργεῖος τυραννέω ἐκβάλλω ἐπαναίστημι ὁ δῆμος φεύγω δέ εἰς Σπάρτη Λακεδαιμόνιος κατάγω πειράομαι ἐπί τυραννίς νικάω δέ ὁ Ἀργεῖος ὁ μάχη Λάφας τε καί ὁ Λακεδαιμόνιος ὁ πολύς ἀποκτείνω | 0 |
| 2.21.8 | 3 | τὸ δὲ ἱερὸν τῆς Λητοῦς ἔστι μὲν οὐ μακρὰν τοῦ τροπαίου, τέχνη δὲ τὸ ἄγαλμα Πραξιτέλους. | After he fled to Sparta, the Lacedaemonians tried to restore him to the tyranny, but the Argives prevailed in battle, killing Laphes and most of the Lacedaemonians. | ὁ δέ ἱερός ὁ Λητώ εἰμί μέν οὐ μακράν ὁ τροπαῖον τέχνη δέ ὁ ἄγαλμα Πραξιτέλης | 0 |
| 2.21.9 | 1 | τὴν δὲ εἰκόνα παρὰ τῇ θεῷ τῆς παρθένου Χλῶριν ὀνομάζουσι, Νιόβης μὲν θυγατέρα εἶναι λέγοντες, Μελίβοιαν δὲ καλεῖσθαι τὸ ἐξ ἀρχῆς· | The image standing beside the goddess they call Chloris, asserting that she was a daughter of Niobe, though her original name was Meliboea. | ὁ δέ εἰκών παρά ὁ θεός ὁ παρθένος χλωρίς ὀνομάζω Νιόβη μέν θυγάτηρ εἰμί λέγω Μελίβοια δέ καλέω ὁ ἐκ ἀρχή | 0 |
| 2.21.9 | 2 | ἀπολλυμένων δὲ ὑπὸ Ἀρτέμιδος καὶ Ἀπόλλωνος τῶν Ἀμφίονος παίδων περιγενέσθαι μόνην τῶν ἀδελφῶν ταύτην καὶ Ἀμύκλαν, περιγενέσθαι δὲ εὐξαμένους τῇ Λητοῖ. | When the children of Amphion were being destroyed by Artemis and Apollo, she alone among her sisters survived, along with Amyclas, having prayed to Leto for mercy. | ἀπόλλυμι δέ ὑπό Ἄρτεμις καί Ἀπόλλων ὁ Ἀμφίων παῖς περιγίγνομαι μόνος ὁ ἀδελφός οὗτος καί ἀμύκλη περιγίγνομαι δέ εὔχομαι ὁ Λητώ | 0 |
| 2.21.9 | 3 | Μελίβοιαν δὲ οὕτω δή τι παραυτίκα τε χλωρὰν τὸ δεῖμα ἐποίησε καὶ ἐς τὸ λοιπὸν τοῦ βίου παρέμεινεν ὡς καὶ τὸ ὄνομα ἐπὶ τῷ συμβάντι ἀντὶ Μελιβοίας αὐτῇ γενέσθαι Χλῶριν. | At that moment fear made Meliboea turn so pale (chlōrē) that for the rest of her life she continued to show this pallor; thus, due to this incident, her name was changed from Meliboea to Chloris. | Μελίβοια δέ οὕτως δή τις παραυτίκα τε χλωρός ὁ δεῖμα ποιέω καί εἰς ὁ λοιπός ὁ βίος παραμένω ὡς καί ὁ ὄνομα ἐπί ὁ συμβαίνω ἀντί Μελιβοία αὐτός γίγνομαι χλωρίς | 0 |
| 2.21.10 | 1 | τούτους δή φασιν Ἀργεῖοι τὸ ἐξ ἀρχῆς οἰκοδομῆσαι τῇ Λητοῖ τὸν ναόν· | The Argives indeed say that these were the ones who first built the temple of Leto. | οὗτος δή φημί Ἀργεῖος ὁ ἐκ ἀρχή οἰκοδομέω ὁ Λητώ ὁ ναός | 0 |
| 2.21.10 | 2 | ἐγὼ δὲ---πρόσκειμαι γὰρ πλέον τι ἢ οἱ λοιποὶ τῇ Ὁμήρου ποιήσει---δοκῶ τῇ Νιόβῃ τῶν παίδων μηδένα ὑπόλοιπον γενέσθαι. | But I—for I attach somewhat greater importance than others to the poetry of Homer—believe that none of Niobe's children survived. | ἐγώ δέ πρόσκειμαι γάρ πλέον τις ἤ ὁ λοιπός ὁ Ὅμηρος ποιέω δοκέω ὁ Νιόβη ὁ παῖς μηδείς ὑπόλοιπος γίγνομαι | 0 |
| 2.21.10 | 3 | μαρτυρεῖ δέ μοι τὸ ἔπος τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν. Hom. Il. 24.609 | Homer’s verse, "But they destroyed the two remaining though they were among many others," confirms my opinion. | μαρτυρέω δέ ἐγώ ὁ ἔπος τώ δέ ἄρα καί δοιώ περί εἰμί ἀπό πᾶς ὄλλυμι | 0 |
| 2.21.10 | 4 | οὗτος μὲν δὴ τὸν οἶκον τὸν Ἀμφίονος ἐκ βάθρων ἀνατραπέντα οἶδε· | Homer indeed knows well that the house of Amphion was utterly overthrown from its foundations. | οὗτος μέν δή ὁ οἶκος ὁ Ἀμφίων ἐκ βάθρον ἀνατρέπω οἶδα | 0 |