Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.35.1 | 1 | πλησίον δὲ αὐτοῦ Διονύσου ναὸς Μελαναίγιδος· τούτῳ μουσικῆς ἀγῶνα κατὰ ἔτος ἕκαστον ἄγουσι, καὶ ἁμίλλης κολύμβου καὶ πλοίων τιθέασιν ἆθλα· | Near it is a sanctuary of Dionysus called Melanaigis; for him they celebrate annually a musical contest, and they offer prizes also for competition in swimming and boat-races. | πλησίον δέ αὐτός Διόνυσος ναός Μελάναιγις οὗτος μουσική ἀγών κατά ἔτος ἕκαστος ἄγω καί ἁμίλλη κόλυμβος καί πλοῖον τίθημι ἆθλον | 0 |
| 2.35.1 | 2 | καὶ Ἀρτέμιδος ἐπίκλησιν Ἰφιγενείας ἐστὶν ἱερὸν καὶ Ποσειδῶν χαλκοῦς τὸν ἕτερον πόδα ἔχων ἐπὶ δελφῖνος. | There is also a temple of Artemis surnamed Iphigenia, and a bronze statue of Poseidon standing with one foot upon a dolphin. | καί Ἄρτεμις ἐπίκλησις Ἰφιγένεια εἰμί ἱερός καί Ποσειδῶν χαλκοῦς ὁ ἕτερος πούς ἔχω ἐπί δελφίς | 0 |
| 2.35.1 | 3 | παρελθοῦσι δὲ ἐς τὸ τῆς Ἑστίας, ἄγαλμα μέν ἐστιν οὐδέν, βωμὸς δέ· | Passing into the sanctuary of Hestia, there is no image present, only an altar. | παρέρχομαι δέ εἰς ὁ ὁ ἑστία ἄγαλμα μέν εἰμί οὐδείς βωμός δέ | 0 |
| 2.35.2 | 1 | καὶ ἐπʼ αὐτοῦ θύουσιν Ἑστίᾳ. | Upon it they sacrifice to Hestia. | καί ἐπί αὐτός θύω ἑστία | 0 |
| 2.35.2 | 2 | Ἀπόλλωνος δέ εἰσι ναοὶ τρεῖς καὶ ἀγάλματα τρία· | There are three temples and three statues of Apollo. | Ἀπόλλων δέ εἰμί ναός τρεῖς καί ἄγαλμα τρεῖς | 0 |
| 2.35.2 | 3 | καὶ τῷ μὲν οὐκ ἔστιν ἐπίκλησις, τὸν δὲ Πυθαέα οὕτως ὀνομάζουσι, καὶ Ὅριον τὸν τρίτον. | One of these has no special epithet, another they name Pytheus, and the third is called Horios ("of Boundaries"). | καί ὁ μέν οὐ εἰμί ἐπίκλησις ὁ δέ Πυθαεύς οὕτως ὀνομάζω καί ὅριον ὁ τρίτος | 0 |
| 2.35.2 | 4 | τὸ μὲν δὴ τοῦ Πυθαέως ὄνομα μεμαθήκασι παρὰ Ἀργείων· τούτοις γὰρ Ἑλλήνων πρώτοις ἀφικέσθαι Τελέσιλλά φησι τὸν Πυθαέα ἐς τὴν χώραν Ἀπόλλωνος παῖδα ὄντα· | They learned the name Pytheus from the Argives, for, according to Telesilla, Pytheus, a son of Apollo, was the first among the Greeks to come to their land. | ὁ μέν δή ὁ Πυθαεύς ὄνομα μανθάνω παρά Ἀργεῖος οὗτος γάρ Ἕλλην πρῶτος ἀφικνέομαι Τελέσιλλα φημί ὁ Πυθαεύς εἰς ὁ χώρα Ἀπόλλων παῖς εἰμί | 0 |
| 2.35.2 | 5 | τὸν δὲ Ὅριον ἐφʼ ὅτῳ καλοῦσιν, σαφῶς μὲν οὐκ ἂν ἔχοιμι εἰπεῖν, τεκμαίρομαι δὲ περὶ γῆς ὅρων πολέμῳ σφᾶς ἢ δίκῃ νικήσαντας ἐπὶ τῷδε τιμὰς Ἀπόλλωνι Ὁρίῳ νεῖμαι. | As for the one they call Horios, I cannot say precisely why they gave him this name, but I conjecture that they so honored Apollo under the title "Horios" after winning, whether by war or in arbitration, some dispute over territorial boundaries. | ὁ δέ ὅριον ἐπί ὅστις καλέω σαφῶς μέν οὐ ἄν ἔχω λέγω τεκμαίρομαι δέ περί γῆ ὅρος πόλεμος σφεῖς ἤ δίκη νικάω ἐπί ὅδε τιμή Ἀπόλλων ὅριον νέμω | 0 |
| 2.35.3 | 1 | τὸ δὲ ἱερὸν τῆς Τύχης νεώτατον μὲν λέγουσιν Ἑρμιονεῖς τῶν παρά σφισιν εἶναι, λίθου δὲ Παρίου κολοσσὸς ἕστηκεν. | The sanctuary of Tyche, according to the Hermioneans, is the most recent among the temples in their city, and in it stands a colossal statue made from Parian marble. | ὁ δέ ἱερός ὁ τύχη νεώτατος μέν λέγω Ἑρμιονεύς ὁ παρά σφεῖς εἰμί λίθος δέ Πάριος κολοσσός ἵστημι | 0 |
| 2.35.3 | 2 | κρήνας δὲ τὴν μὲν σφόδρα ἔχουσιν ἀρχαίαν, ἐς δὲ αὐτὴν οὐ φανερῶς τὸ ὕδωρ κάτεισιν, ἐπιλείποι δὲ οὐκ ἄν ποτε, οὐδʼ εἰ πάντες καταβάντες ὑδρεύοιντο ἐξ αὐτῆς· | They possess one very ancient spring, into which the water flows down invisibly. | κρήνη δέ ὁ μέν σφόδρα ἔχω ἀρχαῖος εἰς δέ αὐτός οὐ φανερός ὁ ὕδωρ κάτειμι ἐπιλείπω δέ οὐ ἄν ποτε οὐδέ εἰ πᾶς καταβαίνω ὑδρεύω ἐκ αὐτός | 0 |
| 2.35.3 | 3 | τὴν δὲ ἐφʼ ἡμῶν πεποιήκασιν, ὄνομα δέ ἐστιν τῷ χωρίῳ Λειμών, ὅθεν ῥεῖ τὸ ὕδωρ ἐς αὐτήν. | It would never run dry, even if all the people descended at once to draw water from it. | ὁ δέ ἐπί ἐγώ ποιέω ὄνομα δέ εἰμί ὁ χωρίον λειμών ὅθεν ῥέω ὁ ὕδωρ εἰς αὐτός | 0 |
| 2.35.4 | 1 | τὸ δὲ λόγου μάλιστα ἄξιον ἱερὸν Δήμητρός ἐστιν ἐπὶ τοῦ Πρωνός. | The sanctuary most worthy of mention is that of Demeter on Pron. | ὁ δέ λόγος μάλιστα ἄξιος ἱερός Δήμητρος εἰμί ἐπί ὁ πρωνός | 0 |
| 2.35.4 | 2 | τοῦτο τὸ ἱερὸν Ἑρμιονεῖς μὲν Κλύμενον Φορωνέως παῖδα καὶ ἀδελφὴν Κλυμένου Χθονίαν τοὺς ἱδρυσαμένους φασὶν εἶναι. | According to the people of Hermione, this sanctuary was founded by Clymenus, the son of Phoroneus, and by Clymenus' sister Chthonia. | οὗτος ὁ ἱερός Ἑρμιονεύς μέν Κλύμενος Φορωνεύς παῖς καί ἀδελφή κλύμενος χθόνιος ὁ ἱδρύω φημί εἰμί | 0 |
| 2.35.4 | 3 | Ἀργεῖοι δέ, ὅτε ἐς τὴν Ἀργολίδα ἦλθε Δημήτηρ, τότε Ἀθέραν μὲν λέγουσι καὶ Μύσιον ὡς ξενίαν παράσχοιεν τῇ θεῷ, Κολόνταν δὲ οὔτε οἴκῳ δέξασθαι τὴν θεὸν οὔτε ἀπονεῖμαί τι ἄλλο ἐς τιμήν· ταῦτα δὲ οὐ κατὰ γνώμην Χθονίᾳ τῇ θυγατρὶ ποιεῖν αὐτόν. | But the Argives say that when Demeter came into the Argolis, Atheras and Mysius offered hospitality to the goddess, while Colontas neither welcomed her into his house nor showed her any other form of honor—and in so doing acted against the wishes of his daughter, Chthonia. | Ἀργεῖος δέ ὅτε εἰς ὁ Ἀργολίς ἔρχομαι Δημήτηρ τότε ἀθέρας μέν λέγω καί Μύσιον ὡς ξενία παρασχοίην ὁ θεός κολόντα δέ οὔτε οἶκος δέχομαι ὁ θεός οὔτε ἀπονέμω τις ἄλλος εἰς τιμή οὗτος δέ οὐ κατά γνώμη χθόνιος ὁ θυγάτηρ ποιέω αὐτός | 0 |
| 2.35.4 | 4 | Κολόνταν μὲν οὖν φασιν ἀντὶ τούτων συγκαταπρησθῆναι τῇ οἰκίᾳ, Χθονίαν δὲ κομισθεῖσαν ἐς Ἑρμιόνα ὑπὸ Δήμητρος Ἑρμιονεῦσι ποιῆσαι τὸ ἱερόν. | For this, they say, Colontas was consumed by fire along with his house; but Chthonia was taken by Demeter to Hermione, where she established this sanctuary for the people of Hermione. | κολόντα μέν οὖν φημί ἀντί οὗτος συγκαταπρήθω ὁ οἰκία χθόνιος δέ κομίζω εἰς Ἑρμιόνη ὑπό Δημήτηρ Ἑρμιονεύς ποιέω ὁ ἱερόν | 0 |
| 2.35.5 | 1 | Χθονία δʼ οὖν ἡ θεός τε αὐτὴ καλεῖται καὶ Χθόνια ἑορτὴν κατὰ ἔτος ἄγουσιν ὥρᾳ θέρους, ἄγουσι δὲ οὕτως. | The goddess herself is called Chthonia, and each year they celebrate a festival called the Chthonia during summertime, which they perform in this manner. | χθόνιος δέ οὖν ὁ θεός τε αὐτός καλέω καί χθόνιος ἑορτή κατά ἔτος ἄγω ὥρα θέρος ἄγω δέ οὕτως | 0 |
| 2.35.5 | 2 | ἡγοῦνται μὲν αὐτοῖς τῆς πομπῆς οἵ τε ἱερεῖς τῶν θεῶν καὶ ὅσοι τὰς ἐπετείους ἀρχὰς ἔχουσιν, ἕπονται δὲ καὶ γυναῖκες καὶ ἄνδρες. | Leading their procession are the priests of the gods and those who hold annual offices, followed by men and women. | ἡγέομαι μέν αὐτός ὁ πομπή ὁ τε ἱερεύς ὁ θεός καί ὅσος ὁ ἐτείος ἀρχή ἔχω ἕπομαι δέ καί γυνή καί ἀνήρ | 0 |
| 2.35.5 | 3 | τοῖς δὲ καὶ παισὶν ἔτι οὖσι καθέστηκεν ἤδη τὴν θεὸν τιμᾶν τῇ πομπῇ· οὗτοι λευκὴν ἐσθῆτα καὶ ἐπὶ ταῖς κεφαλαῖς ἔχουσι στεφάνους. | Even the children take part in honoring the goddess by joining the procession; they wear white garments and wreaths on their heads. | ὁ δέ καί παῖς ἔτι εἰμί καθίστημι ἤδη ὁ θεός τιμάω ὁ πομπή οὗτος λευκός ἐσθής καί ἐπί ὁ κεφαλή ἔχω στέφανος | 0 |
| 2.35.5 | 4 | πλέκονται δὲ οἱ στέφανοί σφισιν ἐκ τοῦ ἄνθους ὃ καλοῦσιν οἱ ταύτῃ κοσμοσάνδαλον, ὑάκινθον ἐμοὶ δοκεῖν ὄντα καὶ μεγέθει καὶ χρόᾳ· ἔπεστι δέ οἱ καὶ τὰ ἐπὶ τῷ θρήνῳ γράμματα. | Their wreaths are woven from the flower that the locals call kosmosandalon, which, in my view, resembles a hyacinth both in size and color; it even bears the same markings found in the lament associated with the hyacinth. | πλέκω δέ ὁ στέφανος σφεῖς ἐκ ὁ ἄνθος ὅς καλέω ὁ οὗτος κοσμοσάνδαλον ὑάκινθος ἐγώ δοκέω εἰμί καί μέγεθος καί χρώς ἔπειμι δέ ὁ καί ὁ ἐπί ὁ θρήνος γράμμα | 0 |
| 2.35.6 | 1 | τοῖς δὲ τὴν πομπὴν πέμπουσιν ἕπονται τελείαν ἐξ ἀγέλης βοῦν ἄγοντες διειλημμένην δεσμοῖς τε καὶ ὑβρίζουσαν ἔτι ὑπὸ ἀγριότητος. | Those conducting the procession are followed by others leading a full-grown cow chosen from the herd, bound in ropes and still violent from its wildness. | ὁ δέ ὁ πομπή πέμπω ἕπομαι τέλειος ἐκ ἀγέλη βοῦς ἄγω διείλημμαι δεσμός τε καί ὑβρίζω ἔτι ὑπό ἀγριότης | 0 |
| 2.35.6 | 2 | ἐλάσαντες δὲ πρὸς τὸν ναὸν οἱ μὲν ἔσω φέρεσθαι τὴν βοῦν ἐς τὸ ἱερὸν ἀνῆκαν ἐκ τῶν δεσμῶν, ἕτεροι δὲ ἀναπεπταμένας ἔχοντες τέως τὰς θύρας, ἐπειδὰν τὴν βοῦν ἴδωσιν ἐντὸς τοῦ ναοῦ, προσέθεσαν τὰς θύρας. | Once they have driven it towards the temple, some loosen the ropes to let the cow run inside the sanctuary, while others, who until then hold the doors open wide, shut them as soon as they see the cow enter within. | ἐλάω δέ πρός ὁ ναός ὁ μέν ἔσω φέρω ὁ βοῦς εἰς ὁ ἱερός ἀνίημι ἐκ ὁ δεσμός ἕτερος δέ ἀναπετάννυμι ἔχω τέως ὁ θύρα ἐπειδάν ὁ βοῦς ὁράω ἐντός ὁ ναός προστίθημι ὁ θύρα | 0 |
| 2.35.7 | 1 | τέσσαρες δὲ ἔνδον ὑπολειπόμεναι γρᾶες, αὗται τὴν βοῦν εἰσιν αἱ κατεργαζόμεναι· δρεπάνῳ γὰρ ἥτις ἂν τύχῃ τὴν φάρυγγα ὑπέτεμε τῆς βοός. | Inside remain four old women whose duty it is to dispatch the cow; for one of them, whoever happens to do so, cuts the throat of the cow with a sickle. | τέσσαρες δέ ἔνδον ὑπολείπω γρᾶυς οὗτος ὁ βοῦς εἰμί ὁ κατεργάζομαι δρέπανον γάρ ὅστις ἄν τύχη ὁ φάρυγξ ὑποτέμνω ὁ βοῦς | 0 |
| 2.35.7 | 2 | μετὰ δὲ αἱ θύραι τε ἠνοίχθησαν καὶ προσελαύνουσιν οἷς ἐπιτέτακται βοῦν δὲ δευτέραν καὶ τρίτην ἐπὶ ταύτῃ καὶ ἄλλην τετάρτην. | Thereupon the doors are opened, and those who are appointed bring forward a second cow, and upon this a third, and another, a fourth. | μετά δέ ὁ θύρα τε ἀνοίγω καί προσελαύνω ὅς ἐπιτάσσω βοῦς δέ δεύτερος καί τρίτος ἐπί οὗτος καί ἄλλος τέταρτος | 0 |
| 2.35.7 | 3 | κατεργάζονταί τε δὴ πάσας κατὰ ταὐτὰ αἱ γρᾶες | The old women then dispatch them all in the same manner. | κατεργάζομαι τε δή πᾶς κατά αὐτός ὁ γρᾶυς | 0 |
| 2.35.7 | 4 | καὶ τόδε ἄλλο πρόσκειται τῇ θυσίᾳ θαῦμα· ἐφʼ ἥντινα γὰρ ἂν πέσῃ τῶν πλευρῶν ἡ πρώτη βοῦς, ἀνάγκη πεσεῖν καὶ πάσας. | Moreover, a further marvel accompanies the sacrifice: whichever side the first cow falls upon, all the others must necessarily fall upon that same side. | καί ὅδε ἄλλος πρόκειμαι ὁ θυσία θαῦμα ἐπί ὅστις γάρ ἄν πίπτω ὁ πλευρά ὁ πρῶτος βοῦς ἀνάγκη πίπτω καί πᾶς | 0 |
| 2.35.8 | 1 | θυσία μὲν δρᾶται τοῖς Ἑρμιονεῦσι τὸν εἰρημένον τρόπον· | The sacrifice at Hermione is performed in the manner described above. | θυσία μέν δράομαι ὁ Ἑρμιονεύς ὁ λέγω τρόπος | 0 |
| 2.35.8 | 2 | πρὸ δὲ τοῦ ναοῦ γυναικῶν ἱερασαμένων τῇ Δήμητρι εἰκόνες ἑστήκασιν οὐ πολλαί, | Before the temple stand a few statues, dedicated by women who once served as priestesses of Demeter. | πρό δέ ὁ ναός γυνή ἱερασάμενος ὁ Δημήτηρ εἰκών ἵστημι οὐ πολύς | 0 |
| 2.35.8 | 3 | καὶ παρελθόντι ἔσω θρόνοι τέ εἰσιν, ἐφʼ ὧν αἱ γρᾶες ἀναμένουσιν ἐσελαθῆναι καθʼ ἑκάστην τῶν βοῶν, | Upon entering, there are seats on which the old women sit, awaiting the successive driving-in of each cow. | καί παρέρχομαι ἔσω θρόνος τε εἰμί ἐπί ὅς ὁ γρᾶυς ἀναμένω ἐλαύνω κατά ἕκαστος ὁ βοῦς | 0 |
| 2.35.8 | 4 | καὶ ἀγάλματα οὐκ ἄγαν ἀρχαῖα Ἀθηνᾶ καὶ Δημήτηρ. | Here also are statues, not particularly ancient, representing Athena and Demeter. | καί ἄγαλμα οὐ ἄγαν ἀρχαῖος Ἀθηνᾶ καί Δημήτηρ | 0 |
| 2.35.8 | 5 | αὐτὸ δὲ ὃ σέβουσιν ἐπὶ πλέον ἢ τἄλλα, ἐγὼ μὲν οὐκ εἶδον, οὐ μὴν οὐδὲ ἀνὴρ ἄλλος οὔτε ξένος οὔτε Ἑρμιονέων αὐτῶν· | But as for that object which they revere above all else, neither I myself have seen it, nor indeed has any other man, whether foreigner or citizen of Hermione itself; | αὐτός δέ ὅς σέβομαι ἐπί πλέον ἤ ὁ ἐγώ μέν οὐ ὁράω οὐ μήν οὐδέ ἀνήρ ἄλλος οὔτε ξένος οὔτε Ἑρμιονεύς αὐτός | 0 |
| 2.35.8 | 6 | μόναι δὲ ὁποῖόν τί ἐστιν αἱ γρᾶες ἴστωσαν. | only the elderly women alone know what manner of thing it is. | μόνος δέ οἷος τίς εἰμί ὁ γρᾶυς ἵστημι | 0 |
| 2.35.9 | 1 | ἔστι δὲ καὶ ἄλλος ναός· εἰκόνες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν. | There is also another temple, and statues stand all around it. | εἰμί δέ καί ἄλλος ναός εἰκών δέ περί πᾶς ἵστημι αὐτός | 0 |
| 2.35.9 | 2 | οὗτος ὁ ναός ἐστιν ἀπαντικρὺ τοῦ τῆς Χθονίας, καλεῖται δὲ Κλυμένου, καὶ τῷ Κλυμένῳ θύουσιν ἐνταῦθα. | This temple is directly opposite that of Chthonia. | οὗτος ὁ ναός εἰμί ἀπαντικρύ ὁ ὁ χθόνιος καλέω δέ κλύμενος καί ὁ κλύω θύω ἐνταῦθα | 0 |
| 2.35.9 | 3 | Κλύμενον δὲ οὐκ ἄνδρα Ἀργεῖον ἐλθεῖν ἔγωγε ἐς Ἑρμιόνα ἡγοῦμαι, τοῦ θεοῦ δέ ἐστιν ἐπίκλησις, ὅντινα ἔχει λόγος βασιλέα ὑπὸ γῆν εἶναι. | It is called the temple of Clymenus, and here they sacrifice to Clymenus. | Κλύμενος δέ οὐ ἀνήρ Ἀργεῖον ἔρχομαι ἔγωγε εἰς Ἑρμιόνη ἡγέομαι ὁ θεός δέ εἰμί ἐπίκλησις ὅστις ἔχω λόγος βασιλεύς ὑπό γῆ εἰμί | 0 |
| 2.35.10 | 1 | παρὰ μὲν δὴ τοῦτόν ἐστιν ἄλλος ναὸς καὶ ἄγαλμα Ἄρεως, τοῦ δὲ τῆς Χθονίας ἐστὶν ἱεροῦ στοὰ κατὰ τὴν δεξιάν, Ἠχοῦς ὑπὸ τῶν ἐπιχωρίων καλουμένη· | Beside this place there is another temple, containing an image of Ares; and at the right-hand side of the temple of Chthonia stands a portico called by the natives "Echo"; | παρά μέν δή οὗτος εἰμί ἄλλος ναός καί ἄγαλμα Ἄρης ὁ δέ ὁ χθόνιος εἰμί ἱερόν στοά κατά ὁ δεξιός ἠχώ ὑπό ὁ ἐπιχώριος καλέω | 0 |
| 2.35.10 | 2 | φθεγξαμένῳ δὲ ἀνδρὶ τὰ ὀλίγιστα ἐς τρὶς ἀντιβοῆσαι πέφυκεν. | for even if a man speaks but lightly here, the sound is naturally echoed back at least three times. | φθέγγομαι δέ ἀνήρ ὁ ὀλίγιστος εἰς τρίς ἀντιβοάω φύω | 0 |
| 2.35.10 | 3 | ὄπισθεν δὲ τοῦ ναοῦ τῆς Χθονίας χωρία ἐστὶν ἃ καλοῦσιν Ἑρμιονεῖς τὸ μὲν Κλυμένου, τὸ δὲ Πλούτωνος, τὸ τρίτον δὲ αὐτῶν λίμνην Ἀχερουσίαν. | Behind the temple of Chthonia are precincts which the people of Hermione call, one of them that of Clymenus, another that of Pluto, and the third of them Lake Acherusia. | ὄπισθεν δέ ὁ ναός ὁ χθόνιος χωρίον εἰμί ὅς καλέω Ἑρμιονεύς ὁ μέν κλύμενος ὁ δέ Πλούτων ὁ τρίτος δέ αὐτός λίμνη Ἀχερουσία | 0 |
| 2.35.10 | 4 | περιείργεται μὲν δὴ πάντα θριγκοῖς λίθων, ἐν δὲ τῷ τοῦ Κλυμένου καὶ γῆς χάσμα· | All these precincts are enclosed with walls of stone, and inside the precinct of Clymenus there is a chasm in the earth. | περίειργμαι μέν δή πᾶς θριγκός λίθος ἐν δέ ὁ ὁ κλύμενος καί γῆ χάσμα | 0 |
| 2.35.10 | 5 | διὰ τούτου δὲ Ἡρακλῆς ἀνῆγε τοῦ Ἅιδου τὸν κύνα κατὰ τὰ λεγόμενα ὑπὸ Ἑρμιονέων. | Through this opening, according to the tradition of the Hermionians, Heracles brought up from Hades the dog of the underworld. | διά οὗτος δέ Ἡρακλῆς ἄγω ὁ ᾍδης ὁ κύων κατά ὁ λέγω ὑπό Ἑρμιονεύς | 0 |
| 2.35.11 | 1 | πρὸς δὲ τῇ πύλῃ, καθʼ ἣν ὁδὸς εὐθεῖά ἐστιν ἄγουσα ἐπὶ Μάσητα, Εἰλειθυίας ἐστὶν ἐντὸς τοῦ τείχους ἱερόν. | Near the gate by which a straight road leads toward Masēs, within the city wall, stands a sanctuary of Eileithyia. | πρός δέ ὁ πύλη κατά ὅς ὁδός εὐθεῖα εἰμί ἄγω ἐπί Μάσητα Εἰλείθυια εἰμί ἐντός ὁ τεῖχος ἱερόν | 0 |
| 2.35.11 | 2 | ἄλλως μὲν δὴ κατὰ ἡμέραν ἑκάστην καὶ θυσίαις καὶ θυμιάμασι μεγάλως τὴν θεὸν ἱλάσκονται καὶ ἀναθήματα δίδοται πλεῖστα τῇ Εἰλειθυίᾳ· | Daily they greatly propitiate the goddess with sacrifices and offerings of incense, and many votive gifts are dedicated to Eileithyia. | ἄλλως μέν δή κατά ἡμέρα ἕκαστος καί θυσία καί θυμίαμα μεγάλως ὁ θεός ἱλάσκομαι καί ἀνάθημα δίδομαι πολύς ὁ Εἰλείθυια | 0 |
| 2.35.11 | 3 | τὸ δὲ ἄγαλμα οὐδενὶ πλὴν εἰ μὴ ἄρα ταῖς ἱερείαις ἔστιν ἰδεῖν. | However, no one except only the priestesses may look upon the statue. | ὁ δέ ἄγαλμα οὐδείς πλήν εἰ μή ἄρα ὁ ἱερεία εἰμί ὁράω | 0 |