Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 3.10

PassageSentenceGreekEnglishLemma FormsMissing
3.10.1 1 οὐ πολλῷ δὲ ὕστερον τὸν ἀγῶνα ἔθηκαν τῶν Ἰσθμίων οἱ ἐπὶ λακωνισμῷ φεύγοντες Κορίνθιοι. Not long afterward, the Corinthians who were in exile due to their pro-Spartan sympathies established their own Isthmian Games. οὐ πολύς δέ ὕστερον ὁ ἀγών τίθημι ὁ Ἰσθμός ὁ ἐπί λακωνισμός φεύγω Κορίνθιος 0
3.10.1 2 οἱ δὲ ἐν τῇ πόλει τότε μὲν τῷ Ἀγησιλάου δείματι ἡσύχαζον· Those who remained in the city at the time kept quiet through fear of Agesilaus. ὁ δέ ἐν ὁ πόλις τότε μέν ὁ Ἀγησίλαος δείμα ἡσυχάζω 0
3.10.1 3 ἀναζεύξαντος δὲ ἐς τὴν Σπάρτην, οὕτω καὶ αὐτοὶ μετὰ Ἀργείων τὰ Ἴσθμια ἄγουσιν. But when he withdrew to Sparta, they themselves resumed holding the Isthmian Games jointly with the Argives. ἀναζεύγνυμι δέ εἰς ὁ Σπάρτη οὕτως καί αὐτός μετά Ἀργεῖος ὁ Ἴσθμια ἄγω 0
3.10.1 4 ἀφίκετο δὲ καὶ αὖθις ἐπὶ Κόρινθον στρατιᾷ· καὶ---ἐπῄει γὰρ Ὑακίνθια---ἀφίησι τοὺς Ἀμυκλαιεῖς οἴκαδε ἀπελθόντας τὰ καθεστηκότα τῷ τε Ἀπόλλωνι καὶ Ὑακίνθῳ δρᾶσαι. Agesilaus again marched against Corinth with his army, yet—as the Hyacinthia festival was approaching—he dismissed the Amyclaeans to return home and carry out the prescribed rites honoring Apollo and Hyacinthus. ἀφικνέομαι δέ καί αὖθις ἐπί Κόρινθος στρατιά καί ἔπειμι γάρ ὑακίνθιον ἀφίημι ὁ Ἀμυκλαεῖς οἴκαδε ἀπέρχομαι ὁ καθίστημι ὁ τε Ἀπόλλων καί ὑάκινθος δράω 0
3.10.1 5 ταύτην τὴν μοῖραν ἐπιθέμενοι καθʼ ὁδὸν Ἀθηναῖοι καὶ Ἰφικράτης διέφθειραν· On their way home, these men were attacked and destroyed by Iphicrates and the Athenians. οὗτος ὁ μοῖρα ἐπιτίθημι κατά ὁδός Ἀθηναῖος καί Ἰφικράτης διαφθείρω 0
3.10.2 1 Ἀγησίλαος δὲ καὶ ἐς Αἰτωλίαν ἐπικουρήσων ἀφίκετο Αἰτωλοῖς ὑπὸ Ἀκαρνάνων πολέμῳ πιεζομένοις, καὶ Ἀκαρνᾶνας ἠνάγκασε καταλύσασθαι τὸν πόλεμον οὐ πολὺ ἀποδέοντας Καλυδῶνα καὶ τὰ ἄλλα Αἰτωλῶν πολίσματα ᾑρηκέναι. Agesilaus also arrived in Aetolia to provide aid to the Aetolians when they were oppressed in war by the Acarnanians, and he compelled the Acarnanians to end the conflict, though they were not far from capturing Calydon and the other towns of the Aetolians. Ἀγησίλαος δέ καί εἰς Αἰτωλία ἐπικουρέω ἀφικνέομαι Αἰτωλός ὑπό Ἀκαρνάν πόλεμος πιέζω καί Ἀκαρνάν ἀναγκάζω καταλύω ὁ πόλεμος οὐ πολύς ἀποδέω Καλυδών καί ὁ ἄλλος Αἰτωλός πολίσμα αἱρέω 0
3.10.2 2 χρόνῳ δὲ ὕστερον ἔπλευσε καὶ ἐς Αἴγυπτον, ἀφεστηκότων ἀπὸ βασιλέως τῶν Αἰγυπτίων βοηθήσων· Later in time, he sailed also to Egypt to support the Egyptians, who had revolted from the Persian king. χρόνος δέ ὕστερον πλέω καί εἰς Αἴγυπτος ἀφεστηκώς ἀπό βασιλεύς ὁ Αἰγύπτιος βοηθέω 0
3.10.2 3 καὶ ἔστιν Ἀγησιλάῳ πολλά τε εἰργασμένα καὶ μνήμης ἄξια ἐν Αἰγύπτῳ. In Egypt, Agesilaus accomplished many deeds worthy of remembrance. καί εἰμί Ἀγησίλαος πολύς τε ἐργάζομαι καί μνήμη ἄξιος ἐν Αἴγυπτος 0
3.10.2 4 καὶ---ἦν γὰρ δὴ ἤδη γέρων---τὸν μὲν κατὰ τὴν πορείαν ἐπέλαβεν ἡ μοῖρα· But during the return journey—since he was now indeed an old man—his destined end overtook him. καί εἰμί γάρ δή ἤδη γέρων ὁ μέν κατά ὁ πορεία ἐπιλαμβάνω ὁ μοῖρα 0
3.10.2 5 Λακεδαιμόνιοι δέ, ὡς ἐκομίσθη σφίσιν ὁ νεκρός, θάπτουσιν αὐτὸν βασιλέων τιμήσαντες μάλιστα. When his body was brought home, the Lacedaemonians buried him, bestowing upon him honors surpassing those accorded to any king. Λακεδαιμόνιος δέ ὡς κομίζω σφεῖς ὁ νεκρός θάπτω αὐτός βασιλεύς τιμάω μάλιστα 0
3.10.3 1 Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασιλεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐν Δελφοῖς. During the reign of Archidamus, son of Agesilaus, the Phokians seized the sanctuary at Delphi. Ἀρχίδαμος δέ ὁ Ἀγησίλαος βασιλεύω καταλαμβάνω ὁ ἱερός Φωκεύς ὁ ἐν Δελφοί 0
3.10.3 2 Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίᾳ συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισιν ἤμυνον, οἱ μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν, Λακεδαιμόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸ Θηβαίων. War arose between the Thebans and the Phokians; mercenary forces joined privately for payment on the side of the Thebans, but the Spartans and Athenians openly defended the Phokians in alliance, the Athenians supporting them in recollection of a certain ancient benefit from the Phokians, while the Spartans publicly claimed friendship as their reason, but in my opinion their true motive was hatred of the Thebans. Θηβαῖος μέν δή πολεμέω ὁ Φωκεύς ἀφικνέομαι μέν καί ἰδίᾳ συμμαχικός ἐπί χρῆμα ἀπό δέ κοινός λόγος Λακεδαιμόνιος τε καί Ἀθηναῖος σφεῖς ἀμύνω ὁ μέν ἀρχαῖος δή τις ἐκ ὁ Φωκεύς μνημονεύω εὐεργεσία Λακεδαιμόνιος δέ πρόφασις μέν καί οὗτος φιλία κατά ἔχθος δέ ἐγώ δοκέω ὁ Θηβαῖος 0
3.10.3 3 Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶν χρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντων ἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν σφισιν ἐς τὴν συμμαχίαν Ἀρχίδαμον. Theopompus, son of Damasistratus, says that Archidamus himself accepted money from the Phocian leaders, and, moreover, that Deinicha, Archidamus' wife, receiving bribes from those controlling affairs in Phocis, made Archidamus even more eager for alliance with them. Θεόπομπος δέ ὁ Δαμασίστρατος ὁ τε Ἀρχίδαμος μετέχω ὁ χρῆμα αὐτός καί ἔτι Δεινίχης ὁ Ἀρχίδαμος γυνή παρά ὁ δυναστεύω ἐν Φωκεύς φημί λαμβάνω δωρεάν ἑτοιμότερος ποιέω σφεῖς εἰς ὁ συμμαχία Ἀρχίδαμος 0
3.10.4 1 τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι καὶ ἀνδράσιν ἀμῦναι μαντείων πορθήσασι τὸ ἐπιφανέστατον οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐς ἔπαινον· That Archidamus received sacred money and aided men who had plundered the most famous of oracles, I do not consider praiseworthy. ὁ μέν δή χρῆμα ἱερός δέχομαι καί ἀνήρ ἀμύνω μαντεῖον πορθέω ὁ ἐπιφανής οὐ εἰς ἔπαινος τίθημι τοσοῦτος δέ ὁ πρόσειμι εἰς ἔπαινος 0
3.10.4 2 Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκνα ἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱ Φωκεῖς· Yet there is this much in his favor: the Phokians intended to kill all the adult Delphians, enslave their women and children, and raze the city itself to the ground. Δελφοί γάρ ὁ τε ἥβων ἀποκτείνω καί γυνή καί τέκνον ἐξανδραποδίζω καταβάλλω δέ καί αὐτός εἰς ἔδαφος ὁ πόλις τολμάω ὁ Φωκεύς 0
3.10.4 3 ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρῃτήσατο Ἀρχίδαμος. Archidamus, therefore, persuaded them not to inflict these sufferings upon the Delphians. οὗτος οὖν μή πάσχω ὑπό ὁ Φωκεύς αὐτός παραιτέομαι Ἀρχίδαμος 0
3.10.5 1 διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσιν ὁμόρων· Afterwards he crossed also into Italy to assist the Tarentines in a war against neighboring barbarians. διαβαίνω δέ καί εἰς Ἰταλία ὕστερον Ταραντῖνος βάρβαρος πόλεμος συνδιοιστέω σφεῖς ὁμός 0
3.10.5 2 καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖν τάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος. There he died at the hands of the barbarians, and the wrath of Apollo prevented his corpse from receiving burial. καί ἀποθνῄσκω τε αὐτόθι ὑπό ὁ βάρβαρος καί αὐτός ὁ νεκρός ἁμαρτάνω τάφος ὁ μήνιμα γίγνομαι ἐμποδών ὁ ἐκ ὁ Ἀπόλλων 0
3.10.5 3 τοῦ δὲ Ἀρχιδάμου τούτου τὸν μὲν πρεσβύτερον παῖδα Ἆγιν κατέλαβεν ἀποθανεῖν Μακεδόσιν ἐναντία καὶ Ἀντιπάτρῳ μαχεσάμενον, Εὐδαμίδας δὲ ὁ νεώτερος Λακεδαιμονίοις ἐβασίλευσεν ἄγουσιν εἰρήνην. Concerning this Archidamus, his elder son Agis met death fighting against Antipater and the Macedonians, whereas his younger son, Eudamidas, reigned over the Lacedaemonians while they enjoyed peace. ὁ δέ Ἀρχίδαμος οὗτος ὁ μέν πρεσβύτερος παῖς ἄγις καταλαμβάνω ἀποθνῄσκω Μακεδών ἐναντίος καί Ἀντίπατρος μάχομαι Εὐδαμίδας δέ ὁ νεώτερος Λακεδαιμόνιος βασιλεύω ἄγω εἰρήνη 0
3.10.5 4 τὰ δὲ ἐς Ἆγιν τὸν Εὐδαμίδου καὶ ἐς Εὐρυδαμίδαν τὸν Ἄγιδος ὡς ἔσχεν, ἤδη μοι καὶ τάδε ἡ Σικυωνία συγ γραφὴ διεξῄει. The further events involving Agis, son of Eudamidas, and Eurydamidas, son of Agis, have already been related in my account of Sicyon. ὁ δέ εἰς ἄγις ὁ Εὐδαμίδης καί εἰς Εὐρυδαμίδας ὁ Ἄγις ὡς ἔχω ἤδη ἐγώ καί ὅδε ὁ Σικυώνιος σύν γραφή διέρχομαι 0
3.10.6 1 ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἐστιν ὁ τόπος οὗτος ἅπας δρυῶν πλήρης. As you go on from the Hermae, this entire area is filled with oak trees. εἶμι δέ ἀπό ὁ Ἑρμών εἰμί ὁ τόπος οὗτος πᾶς δρυς πλήρης 0
3.10.6 2 τὸ δὲ ὄνομα τῷ χωρίῳ Σκοτίταν. The place is called Skotitas. ὁ δέ ὄνομα ὁ χωρίον Σκοτίτας 0
3.10.6 3 τὸ δὲ σκότος οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺς ἐπίκλησιν ἔσχε Σκοτίτας. It is not, however, the dense shade of the trees that gave the spot its name, but rather Zeus received the surname Skotitas ("of Darkness"). ὁ δέ σκότος οὐ ὁ συνεχής ὁ δένδρον ποιέω ἀλλά Ζεύς ἐπίκλησις ἔχω Σκοτίτας 0
3.10.6 4 καὶ ἔστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστά που στάδια ἐκτραπομένοις ἱερὸν Σκοτίτα Διός. Approximately ten stades to the left off the road lies a sanctuary dedicated to Zeus Skotitas. καί εἰμί ἐν ἀριστερός ὁ ὁδός δέκα μάλιστα πού στάδιον ἐκτρέπω ἱερός Σκοτίτα Ζεύς 0
3.10.6 5 ἐπανελθόντων δὲ ἐντεῦθεν προελθοῦσιν ὀλίγον καὶ τραπεῖσιν αὖθις ἐς ἀριστερὰν ἄγαλμά ἐστιν Ἡρακλέους καὶ τρόπαιον. When you return from this sanctuary, after proceeding a short distance further and turning left again, there is a statue of Heracles and a trophy. ἐπανέρχομαι δέ ἐντεῦθεν προέρχομαι ὀλίγος καί τραπεῖς αὖθις εἰς ἀριστερός ἄγαλμα εἰμί Ἡρακλῆς καί τρόπαιον 0
3.10.6 6 ἀναστῆσαι δὲ ἐλέγετο Ἡρακλῆς ἀποκτείνας Ἱπποκόωντα καὶ τοὺς παῖδας. He is said to have set them up after killing Hippocoon and his sons. ἀνίστημι δέ λέγω Ἡρακλῆς ἀποκτείνω ἱπποκόος καί ὁ παῖς 0
3.10.7 1 τρίτη δὲ ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκβολὴ κατὰ τὰ δεξιὰ ἐς Καρύας ἄγει καὶ ἐς τὸ ἱερὸν τῆς Ἀρτέμιδος. The third branching from the main road on the right leads to Caryae and to the sanctuary of Artemis. τρίτος δέ ἐκ ὁ ὁδός ὁ εὐθεία ἐκβολή κατά ὁ δεξιός εἰς Κάρυα ἄγω καί εἰς ὁ ἱερός ὁ Ἄρτεμις 0
3.10.7 2 τὸ γὰρ χωρίον Ἀρτέμιδος καὶ Νυμφῶν ἐστιν αἱ Κάρυαι καὶ ἄγαλμα ἕστηκεν Ἀρτέμιδος ἐν ὑπαίθρῳ Καρυάτιδος· For Caryae is sacred to Artemis and to the Nymphs, and there stands in the open air an image of Artemis Caryatis. ὁ γάρ χωρίον Ἄρτεμις καί νύμφη εἰμί ὁ κάρυον καί ἄγαλμα ἵστημι Ἄρτεμις ἐν ὑπαίθριος Καρυάτις 0
3.10.7 3 χοροὺς δὲ ἐνταῦθα αἱ Λακεδαιμονίων παρθένοι κατὰ ἔτος ἱστᾶσι καὶ ἐπιχώριος αὐταῖς καθέστηκεν ὄρχησις. Here the maidens of the Lacedaemonians annually perform dances, and a traditional dance has become customary among them. χορός δέ ἐνταῦθα ὁ Λακεδαιμόνιος παρθένος κατά ἔτος ἵστημι καί ἐπιχώριος αὐτός καθίστημι ὄρχησις 0
3.10.7 4 ἀναστρέψαντι δὲ καὶ κατὰ τὴν λεωφόρον ἰόντι ἐρείπια Σελλασίας ἐστί· Turning back and continuing along the highway, one reaches the ruins of Sellasia. ἀναστρέφω δέ καί κατά ὁ λεωφόρος εἶμι ἐρείπιον Σελλασία εἰμί 0
3.10.7 5 ταύτην, καθὰ καὶ πρότερον ἔγραψα, ἠνδραποδίσαντο Ἀχαιοὶ Λακεδαιμονίους καὶ τὸν βασιλέα Κλεομένην τὸν Λεωνίδου μάχῃ νικήσαντες. As I have written previously, the Achaeans reduced this town to slavery, having defeated in battle the Lacedaemonians and their king Cleomenes, the son of Leonidas. οὗτος καθά καί πρότερον γράφω ἀνδραποδίζω Ἀχαιός Λακεδαιμόνιος καί ὁ βασιλεύς Κλεομένης ὁ Λεωνίδης μάχη νικάω 0
3.10.8 1 ἐν δὲ Θόρνακι---ἐς γὰρ τοῦτον ἀφίξῃ προϊών---ἄγαλμά ἐστι Πυθαέως Ἀπόλλωνος κατὰ τὰ αὐτὰ τῷ ἐν Ἀμύκλαις πεποιημένον· τὸ δὲ σχῆμα ὁποῖόν ἐστιν, ἐπʼ ἐκείνῳ γράψω. In Thornax—for as you advance you will arrive there—is an image of Apollo Pythaeus, made the same way as that at Amyclae; however, I shall describe its form when I come to that one. ἐν δέ θόρναξ εἰς γάρ οὗτος ἀφικνέομαι πρόειμι ἄγαλμα εἰμί Πυθαεύς Ἀπόλλων κατά ὁ αὐτός ὁ ἐν Ἀμύκλαι ποιέω ὁ δέ σχῆμα οἷος εἰμί ἐπί ἐκεῖνος γράφω 0
3.10.8 2 Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν Ἀμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος. For the Lacedaemonians hold the sanctuary at Amyclae in greater esteem; so much so that even the gold, which Croesus the Lydian had sent to Apollo Pythaeus, they used for adorning the image at Amyclae. Λακεδαιμόνιος γάρ ἐπιφανής εἰμί ὁ εἰς ὁ Ἀμύκλαιον ὥστε καί ὁ χρυσός ὅς Κροῖσος ὁ λυδός ὁ Ἀπόλλων πέμπω ὁ Πυθαεύς οὗτος εἰς κόσμος ὁ ἐν Ἀμύκλαι καταχράομαι ἄγαλμα 0