Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.5.1 | 1 | Πλείσταρχος μὲν οὖν ὁ Λεωνίδου νεωστὶ τὴν βασιλείαν παρειληφὼς ἐτελεύτησε, Πλειστοάναξ δὲ ἔσχε τὴν ἀρχὴν ὁ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου· | Now Pleistarchus, the son of Leonidas, having recently assumed the kingship, died, and Pleistoanax, the son of Pausanias who had commanded at Plataea, succeeded to the throne. | Πλείσταρχος μέν οὖν ὁ Λεωνίδης νεωστί ὁ βασιλεία παραλαμβάνω τελευτάω Πλειστοάναξ δέ ἔχω ὁ ἀρχή ὁ Παυσανίας ὁ Πλαταιαί ἡγέομαι | 0 |
| 3.5.1 | 2 | Πλειστοάνακτος δὲ ἐγένετο Παυσανίας. | Pleistoanax had a son, Pausanias. | Πλειστοάναξ δέ γίγνομαι Παυσανίας | 0 |
| 3.5.1 | 3 | οὗτος ἐς τὴν Ἀττικὴν ἀφίκετο ὁ Παυσανίας Θρασυβούλῳ καὶ Ἀθηναίοις πολέμιος τῷ λόγῳ, τοῖς δὲ ἄρχειν ἐπιτραπεῖσιν ὑπὸ Λυσάνδρου καταστησόμενος τὴν τυραννίδα ἐν βεβαίῳ. | He led an expedition into Attica against Thrasybulus and the Athenians, nominally as an enemy to them, but in reality intending to establish firmly in power those who had been invested with authority by Lysander. | οὗτος εἰς ὁ Ἀττικός ἀφικνέομαι ὁ Παυσανίας Θρασύβουλος καί Ἀθηναῖος πολέμιος ὁ λόγος ὁ δέ ἄρχω ἐπιτρέπω ὑπό Λύσανδρος καθίστημι ὁ τυραννίς ἐν βέβαιος | 0 |
| 3.5.1 | 4 | καὶ μάχῃ μὲν ἐνίκησεν Ἀθηναίων τοὺς ἔχοντας τὸν Πειραιᾶ, μετὰ δὲ τὴν μάχην αὐτίκα οἱ τὸν στρατὸν ἀπάγειν οἴκαδε ἤρεσε μηδὲ ἀνοσίων ἀνδρῶν τυραννίδα αὔξοντα ἐπισπάσασθαι τῇ Σπάρτῃ τὸ αἴσχιστον τῶν ὀνειδῶν. | Pausanias defeated in battle the Athenians who held the Piraeus, but immediately after this victory resolved to withdraw his forces and return home, considering it preferable not to aid impious men in increasing their tyranny, nor to bring upon Sparta the most shameful of reproaches. | καί μάχη μέν νικάω Ἀθηναῖος ὁ ἔχω ὁ Πειραιεύς μετά δέ ὁ μάχη αὐτίκα ὁ ὁ στρατός ἀπάγω οἴκαδε ἀρέσκω μηδέ ἀνόσιος ἀνήρ τυραννίς αὔξω ἐπισπάω ὁ Σπάρτη ὁ αἴσχιστος ὁ ὀνειδός | 0 |
| 3.5.2 | 1 | ὡς δὲ ἐπανῆλθεν ἐξ Ἀθηνῶν μαχεσάμενος ἄπρακτον μάχην, ὑπάγουσιν αὐτὸν ἐς κρίσιν οἱ ἐχθροί. | When he returned from Athens after having fought an unsuccessful battle, his enemies brought him to trial. | ὡς δέ ἐπανέρχομαι ἐκ Ἀθηνᾶ μάχομαι ἄπρακτος μάχη ὑπάγω αὐτός εἰς κρίσις ὁ ἐχθρός | 0 |
| 3.5.2 | 2 | βασιλεῖ δὲ τῷ Λακεδαιμονίων δικαστήριον ἐκάθιζον οἵ τε ὀνομαζόμενοι γέροντες, ὀκτὼ καὶ εἴκοσιν ὄντες ἀριθμόν, καὶ ἡ τῶν ἐφόρων ἀρχή, σὺν δὲ αὐτοῖς καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας. | The court for a king of the Lacedaemonians was held by the men called Elders, twenty-eight in total, along with the magistrates of the ephors, and together with them sat also the king from the other royal house. | βασιλεύς δέ ὁ Λακεδαιμόνιος δικαστήριον καθίζω ὁ τε ὀνομάζω γέρων ὀκτώ καί εἴκοσι εἰμί ἀριθμός καί ὁ ὁ ἔφορος ἀρχή σύν δέ αὐτός καί ὁ ὁ οἰκία βασιλεύς ὁ ἕτερος | 0 |
| 3.5.2 | 3 | τέσσαρες μὲν δὴ καὶ δέκα τῶν γερόντων, ἐπὶ δὲ αὐτοῖς Ἆγις ὁ τῆς ἑτέρας οἰκίας βασιλεύς, ἀδικεῖν τὸν Παυσανίαν κατέγνωσαν· | Fourteen of the Elders, joined by Agis, the king from the other royal house, found Pausanias guilty of wrongdoing. | τέσσαρες μέν δή καί δέκα ὁ γέρων ἐπί δέ αὐτός Ἄγις ὁ ὁ ἕτερος οἰκία βασιλεύς ἀδικέω ὁ Παυσανίας καταγιγνώσκω | 0 |
| 3.5.3 | 1 | τὸ δὲ ἄλλο ἀπέγνω δικαστήριον. | The remaining charges the court rejected. | ὁ δέ ἄλλος ἀπογινώσκω δικαστήριον | 0 |
| 3.5.3 | 2 | μετὰ δὲ οὐ πολὺν χρόνον Λακεδαιμονίων συλλεγόντων ἐπὶ Θήβας στρατιάν---αἰτία δὲ ἥτις ἐγένετο προσέσται τῷ ἐς Ἀγησίλαον λόγῳ---, τότε δὲ Λύσανδρος μὲν ἐς τὴν Φωκίδα ἀφικόμενος καὶ ἀναλαβὼν πανδημεὶ τοὺς Φωκέας οὐδένα ἔτι ἐπισχὼν χρόνον ἔς τε Βοιωτίαν ἐληλύθει καὶ προσβολὰς ἐποιεῖτο ἐς τὸ Ἁλιαρτίων τεῖχος οὐκ ἐθελόντων ἀπὸ Θηβαίων ἀφίστασθαι. | A short time afterwards, the Lacedaemonians began gathering an army against Thebes—the reason for which expedition I will explain in my account of Agesilaus—, and at that time Lysander arrived in Phocis and, having mustered the entire Phocian force without any further delay, entered Boeotia and began assaulting the walls of Haliartus, since the people there were unwilling to revolt from the Thebans. | μετά δέ οὐ πολύς χρόνος Λακεδαιμόνιος συλλέγω ἐπί Θῆβαι στρατιά αἰτία δέ ὅστις γίγνομαι πρόσειμι ὁ εἰς Ἀγησίλαος λόγος τότε δέ Λύσανδρος μέν εἰς ὁ Φωκίς ἀφικνέομαι καί ἀναλαμβάνω πανδημεί ὁ Φωκεύς οὐδείς ἔτι ἐπέχω χρόνος εἰς τε Βοιωτία ἔρχομαι καί προσβολή ποιέω εἰς ὁ Ἁλιαρτίος τεῖχος οὐ ἐθέλω ἀπό Θηβαῖος ἀφίστημι | 0 |
| 3.5.3 | 3 | ἐσεληλύθεσαν δὲ ἤδη καὶ Θηβαίων καὶ Ἀθηναίων τινὲς κρύφα ἐς τὴν πόλιν, ὧν ἐπεξελθόντων καὶ πρὸ τοῦ τείχους ταξαμένων ἄλλοι τε ἐνταῦθα Λακεδαιμονίων καὶ Λύσανδρος ἔπεσε. | Meanwhile, some Thebans and Athenians had already secretly entered the city; these troops now sallied forth and drew up their ranks before the walls, and in the battle that followed, several Lacedaemonians fell, including Lysander himself. | ἐπελεύθομαι δέ ἤδη καί Θηβαῖος καί Ἀθηναῖος τις κρύφα εἰς ὁ πόλις ὅς ἐπεξέρχομαι καί πρό ὁ τεῖχος τάσσω ἄλλος τε ἐνταῦθα Λακεδαιμόνιος καί Λύσανδρος πίπτω | 0 |
| 3.5.4 | 1 | Παυσανίας δὲ ὑστέρησε μὲν τοῦ ἀγῶνος παρὰ Τεγεατῶν καὶ ἐξ Ἀρκαδίας τῆς ἄλλης ἀθροίζων δύναμιν· ὡς δὲ ἐς τὴν Βοιωτίαν ἀφίκετο, ἐπυνθάνετό τε τήν τε ἧτταν τῶν ὁμοῦ Λυσάνδρῳ καὶ αὐτοῦ Λυσάνδρου τὴν τελευτήν, | Pausanias had fallen behind in the campaign due to gathering forces from Tegea and elsewhere in Arcadia; but when he reached Boeotia, he learned of the defeat of those who were with Lysander and of Lysander's own death. | Παυσανίας δέ ὑστερέω μέν ὁ ἀγών παρά Τεγεάτης καί ἐκ Ἀρκαδία ὁ ἄλλος ἀθροίζω δύναμις ὡς δέ εἰς ὁ Βοιωτία ἀφικνέομαι πυνθάνομαι τε ὁ τε ἥττη ὁ ὁμοῦ Λύσανδρος καί αὐτός Λύσανδρος ὁ τελευτή | 0 |
| 3.5.4 | 2 | ἐπῆγε δὲ ὅμως ἐπὶ τὰς Θήβας τὸν στρατὸν καὶ διενοεῖτο ὡς μάχης ἄρξων. | Nevertheless, he proceeded toward Thebes with his army, fully intending to initiate battle. | ἄγω δέ ὅμως ἐπί ὁ Θῆβαι ὁ στρατός καί διανοέομαι ὡς μάχη ἄρχω | 0 |
| 3.5.4 | 3 | ἐνταῦθα οἵ τε Θηβαῖοι τὰ ἐναντία ἐτάσσοντο καὶ Θρασύβουλος ἀπέχειν οὐ πολὺ ἀπηγγέλλετο ἄγων τοὺς Ἀθηναίους· | At this point, the Thebans arrayed themselves opposite him, and it was reported that Thrasybulus was not far away, leading the Athenians. | ἐνταῦθα ὁ τε Θηβαῖος ὁ ἐναντίος τάσσω καί Θρασύβουλος ἀπέχω οὐ πολύς ἀπαγγέλλω ἄγω ὁ Ἀθηναῖος | 0 |
| 3.5.4 | 4 | ἀνέμενε δὲ ἄρξαι Λακεδαιμονίους μάχης, ἄρξασι δὲ αὐτὸς ἤδη κατὰ νώτου σφίσιν ἔμελλεν ἐπικείσεσθαι. | Thrasybulus waited for the Lacedaemonians to begin the battle; once they engaged, he planned himself to attack them from behind. | ἀναμένω δέ ἄρχω Λακεδαιμόνιος μάχη ἄρχω δέ αὐτός ἤδη κατά νῶτον σφεῖς μέλλω ἐπίκειμαι | 0 |
| 3.5.5 | 1 | ἔδεισεν οὖν ὁ Παυσανίας διπλοῦ στρατιωτικοῦ πολεμίων ἀνδρῶν μεταξὺ ἀποληφθῆναι, καὶ οὕτω σπονδάς τε πρὸς τοὺς Θηβαίους ἐποιήσατο καὶ τοὺς ὑπὸ τῷ Ἁλιαρτίων τείχει πεσόντας ἀνείλετο. | Therefore Pausanias feared being caught between two separate enemy forces, so he agreed upon a truce with the Thebans and recovered those who had fallen beneath the walls of Haliartus. | δείδω οὖν ὁ Παυσανίας διπλοῦς στρατιωτικός πολέμιος ἀνήρ μεταξύ ἀπολαμβάνω καί οὕτως σπονδή τε πρός ὁ Θηβαῖος ποιέω καί ὁ ὑπό ὁ Ἁλιαρτίος τεῖχος πίπτω ἀναιρέω | 0 |
| 3.5.5 | 2 | τοῦτο Λακεδαιμονίοις μὲν ἐγένετο οὐ κατὰ γνώμην, ἐγὼ δὲ ἐπαινῶ τῶνδε ἕνεκα τὸ βούλευμα· ἅτε γὰρ εὖ εἰδὼς ὁ Παυσανίας ὡς τὰ σφάλματα ἀεὶ Λακεδαιμονίοις γίνονται ἐν μέσῳ πολεμίων ἀποληφθεῖσι, τό τε ἐν Θερμοπύλαις καὶ ἐν τῇ Σφακτηρίᾳ νήσῳ δεῖμα ἐποιήσατο μή σφισι καὶ αὐτὸς τρίτου γένηται κακοῦ πρόφασις. | This did not please the Lacedaemonians, but I praise this decision for the following reason: since Pausanias knew well that defeats for the Lacedaemonians always occurred when they became trapped among the enemy, he feared that, just as had happened at Thermopylae and on the island of Sphacteria, he himself might become the cause of a third disaster for them. | οὗτος Λακεδαιμόνιος μέν γίγνομαι οὐ κατά γνώμη ἐγώ δέ ἐπαινέω ὅδε ἕνεκα ὁ βούλευμα ἅτε γάρ εὖ οἶδα ὁ Παυσανίας ὡς ὁ σφάλμα ἀεί Λακεδαιμόνιος γίγνομαι ἐν μέσος πολέμιος ἀπολαμβάνω ὁ τε ἐν Θερμοπύλαι καί ἐν ὁ σφακτηρία νῆσος δεῖμα ποιέω μή σφεῖς καί αὐτός τρίτος γίγνομαι κακός πρόφασις | 0 |
| 3.5.6 | 1 | τότε δὲ ἐν αἰτίᾳ ποιουμένων τῶν πολιτῶν τὴν βραδυτῆτα αὐτοῦ τὴν ἐς Βοιωτίαν οὐχ ὑπέμεινεν ἐσελθεῖν ἐς δικαστήριον, Τεγεᾶται δὲ αὐτὸν τῆς Ἀθηνᾶς ἱκέτην ἐδέξαντο τῆς Ἀλέας. | But when the citizens accused him of delay concerning his expedition to Boeotia, he refused to appear before their tribunal and instead sought refuge among the Tegeans as a suppliant of Athena Alea. | τότε δέ ἐν αἰτία ποιέω ὁ πολίτης ὁ βραδύτης αὐτός ὁ εἰς Βοιωτία οὐ ὑπομένω εἰσέρχομαι εἰς δικαστήριον Τεγεᾶται δέ αὐτός ὁ Ἀθηνᾶ ἱκέτης δέχομαι ὁ ἀλέα | 0 |
| 3.5.6 | 2 | ἦν δὲ ἄρα τὸ ἱερὸν τοῦτο ἐκ παλαιοῦ Πελοποννησίοις πᾶσιν αἰδέσιμον καὶ τοῖς αὐτόθι ἱκετεύουσιν ἀσφάλειαν μάλιστα παρείχετο· | This sanctuary had, since ancient times, been revered by all Peloponnesians and provided absolute safety to those seeking refuge there. | εἰμί δέ ἄρα ὁ ἱερός οὗτος ἐκ παλαιός Πελοποννήσιος πᾶς αἰδέσιμος καί ὁ αὐτόθι ἱκετεύω ἀσφάλεια μάλιστα παρέχω | 0 |
| 3.5.6 | 3 | ἐδήλωσαν δὲ οἵ τε Λακεδαιμόνιοι τὸν Παυσανίαν καὶ ἔτι πρότερον τούτου Λεωτυχίδην καὶ Ἀργεῖοι Χρυσίδα, καθεζομένους ἐνταῦθα ἱκέτας, οὐδὲ ἀρχὴν ἐξαιτῆσαι θελήσαντες. | The Lacedaemonians showed evidence of this in the cases of Pausanias and also previously Leotychides, as did the Argives with Chrysis, wherein each had claimed sanctuary by seating themselves as suppliants, and none dared even to begin proceedings to demand their surrender. | δηλόω δέ ὁ τε Λακεδαιμόνιος ὁ Παυσανίας καί ἔτι πρότερον οὗτος Λεωτυχίδης καί Ἀργεῖος χρυσίς καθεύδω ἐνταῦθα ἱκέτης οὐδέ ἀρχή ἐξαιτέω θέλω | 0 |
| 3.5.7 | 1 | Παυσανίου δὲ φυγόντος οἱ μὲν παῖδες Ἀγησίπολις καὶ Κλεόμβροτος νέοι παντάπασιν ἔτι ἦσαν, Ἀριστόδημος δὲ ἐπετρόπευεν αὐτοὺς γένους ἐγγύτατα ὤν· | After Pausanias had fled, his sons, Agesipolis and Cleombrotus, were still altogether young, and Aristodemus, being their nearest relative, acted as their guardian. | Παυσανίας δέ φεύγω ὁ μέν παῖς Ἀγησίπολις καί Κλεόμβροτος νέος παντάπασι ἔτι εἰμί Ἀριστόδημος δέ ἐπιτροπεύω αὐτός γένος ἐγγύτατα εἰμί | 0 |
| 3.5.7 | 2 | καὶ τὸ ἐν Κορίνθῳ Λακεδαιμονίων κατόρθωμα Ἀριστοδήμου σφίσιν ἐγένετο ἡγουμένου. | The achievement of the Lacedaemonians at Corinth occurred under Aristodemus' leadership. | καί ὁ ἐν Κόρινθος Λακεδαιμόνιος κατόρθωμα Ἀριστόδημος σφεῖς γίγνομαι ἡγέομαι | 0 |
| 3.5.8 | 1 | Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοις ἐπολέμησεν Ἀργείοις. | When Agesipolis had grown to manhood and succeeded to the kingship, he first made war against the Argives among the Peloponnesians. | Ἀγησίπολις δέ ἐπεί ὁ βασιλεία ἔχω αὐξάνω Πελοποννήσιος πρῶτος πολεμέω Ἀργεῖος | 0 |
| 3.5.8 | 2 | ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν, πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σπεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τινας σπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους. | When he had led his army from Tegean territory into Argos, the Argives sent a herald to Agesipolis, proposing a truce between them, based on certain ancient, ancestral agreements established long ago among the Dorians. | ὡς δέ ἐκ ὁ Τεγεάτης εἰς ὁ Ἀργολίς ἄγω ὁ στρατός πέμπω κῆρυξ ὁ Ἀργεῖος σπείσομαι πρός Ἀγησίπολις σφεῖς πατρῷος δή τις σπονδή ἐκ παλαιός καθίστημι ὁ Δωριεύς πρός ἀλλήλων | 0 |
| 3.5.8 | 3 | ὁ δὲ οὔτε τῷ κήρυκι ἐσπείσατο καὶ προϊὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν· | But he refused to make peace with the herald, and continued his advance with the army, devastating their land as he went. | ὁ δέ οὔτε ὁ κήρυξ σπένδομαι καί πρόειμι ὁμοῦ ὁ στρατιά ὁ γῆ φθείρω | 0 |
| 3.5.8 | 4 | ἔσεισέ τε δὴ ὁ θεὸς καὶ ὁ Ἀγησίπολις οὐδʼ οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλιστα Ἑλλήνων---ὡσαύτως δὲ καὶ Ἀθηναίοις---δεῖμα αἱ διοσημεῖαι παρείχοντο. | Then a god sent an earthquake; but even so, Agesipolis did not intend to withdraw his forces, although portents such as these were particularly fearful to the Lacedaemonians—and likewise to the Athenians—as compared to other Greeks. | σείω τε δή ὁ θεός καί ὁ Ἀγησίπολις οὐδέ οὕτως ὁ δύναμις ἀπάγω μέλλω καίτοι Λακεδαιμόνιος μάλιστα Ἕλλην ὡσαύτως δέ καί Ἀθηναῖος δεῖμα ὁ διοσημεία παρέχω | 0 |
| 3.5.9 | 1 | καὶ ὁ μὲν ὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων καὶ οὐ παρίει σείων ὁ θεὸς καί τινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαν αἱ βρονταί. | Already he had encamped beneath the Argive wall, but the god struck him repeatedly with earthquakes, which allowed him no respite; some of his troops perished, struck by lightning, while others were driven out of their minds by the thunder. | καί ὁ μέν ὑπό ὁ τεῖχος καταστρατοπεδεύω ἤδη ὁ Ἀργεῖος καί οὐ πάρειμι σείω ὁ θεός καί τις καί ἀπόλλυμι ὁ στρατιώτης κεραυνόω ὁ δέ καί ἔκφρων ποιέω ὁ βροντή | 0 |
| 3.5.9 | 2 | οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων, ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτο αὖθις στρατείαν. | Thus he was reluctantly compelled to withdraw from Argolis, and proceeded instead to set out again on a campaign against the Olynthians. | οὕτως μέν δή ἐκ ὁ Ἀργολίς ἀναζεύγνυμι ἄκων ἐπί δέ Ὀλύνθιος ποιέω αὖθις στρατεία | 0 |
| 3.5.9 | 3 | κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεων τῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον νόσος τε ἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπʼ αὐτῆς. | While prevailing in the war, having already captured most of the cities in Chalcidice and confident that he would take Olynthus itself, he was suddenly seized with illness and died soon from it. | κρατέω δέ αὐτός ὁ πόλεμος καί αἱρέω ὁ τε ἄλλος πόλις ὁ ἐν χαλκιδεύς ὁ πολύς καί αὐτός ἐλπίζω αἱρέω ὁ ὄλυνθος νόσος τε ἐξαίφνης καί θάνατος ἐπιλαμβάνω ἀπό αὐτός | 0 |