Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.11.1 | 1 | καθέζεται μὲν δὴ ὁ θεὸς ἐν θρόνῳ χρυσοῦ πεποιημένος καὶ ἐλέφαντος· στέφανος δὲ ἐπίκειταί οἱ τῇ κεφαλῇ μεμιμημένος ἐλαίας κλῶνας. | The god sits on a throne fashioned of gold and ivory; upon his head is placed a crown imitating branches of olive. | καθέζομαι μέν δή ὁ θεός ἐν θρόνος χρυσός ποιέω καί ἐλέφας στέφανος δέ ἐπίκειμαι ὁ ὁ κεφαλή μιμέομαι ἐλαία κλών | 0 |
| 5.11.1 | 2 | ἐν μὲν δὴ τῇ δεξιᾷ φέρει Νίκην ἐξ ἐλέφαντος καὶ ταύτην καὶ χρυσοῦ, ταινίαν τε ἔχουσαν καὶ ἐπὶ τῇ κεφαλῇ στέφανον· | In his right hand he carries a Victory, this too made of ivory and gold, holding a ribbon and having a crown upon her head. | ἐν μέν δή ὁ δεξιός φέρω νίκη ἐκ ἐλέφας καί οὗτος καί χρυσός ταινία τε ἔχω καί ἐπί ὁ κεφαλή στέφανος | 0 |
| 5.11.1 | 3 | τῇ δὲ ἀριστερᾷ τοῦ θεοῦ χειρὶ ἔνεστι σκῆπτρον μετάλλοις τοῖς πᾶσιν ἠνθισμένον, ὁ δὲ ὄρνις ὁ ἐπὶ τῷ σκήπτρῳ καθήμενός ἐστιν ὁ ἀετός. | In the left hand of the god he holds a sceptre adorned with all manner of metals, and an eagle stands upon this sceptre. | ὁ δέ ἀριστερός ὁ θεός χείρ ἔνειμι σκῆπτρον μετάλλιον ὁ πᾶς ἀνθίζω ὁ δέ ὄρνις ὁ ἐπί ὁ σκῆπτρον κάθημαι εἰμί ὁ ἀετός | 0 |
| 5.11.1 | 4 | χρυσοῦ δὲ καὶ τὰ ὑποδήματα τῷ θεῷ καὶ ἱμάτιον ὡσαύτως ἐστί· τῷ δὲ ἱματίῳ ζῴδιά τε καὶ τῶν ἀνθῶν τὰ κρίνα ἐστὶν ἐμπεποιημένα. | The sandals of the god, as well as his robe, are also of gold; and woven into the robe are figures of animals and lilies among other flowers. | χρυσός δέ καί ὁ ὑπόδημα ὁ θεός καί ἱμάτιον ὡσαύτως εἰμί ὁ δέ ἱμάτιον ζῴδιον τε καί ὁ ἄνθος ὁ κρῖνον εἰμί ἐμπποιέω | 0 |
| 5.11.2 | 1 | ὁ δὲ θρόνος ποικίλος μὲν χρυσῷ καὶ λίθοις, ποικίλος δὲ καὶ ἐβένῳ τε καὶ ἐλέφαντί ἐστι· | The throne is decorated with gold and precious stones, and also ornamented with ebony and ivory. | ὁ δέ θρόνος ποικίλος μέν χρυσός καί λίθος ποικίλος δέ καί ἔβενος τε καί ἐλέφας εἰμί | 0 |
| 5.11.2 | 2 | καὶ ζῷά τε ἐπʼ αὐτοῦ γραφῇ μεμιμημένα καὶ ἀγάλματά ἐστιν εἰργασμένα. | Upon it animals are represented in painting and carved figures have been worked in relief. | καί ζῷον τε ἐπί αὐτός γραφή μιμέομαι καί ἄγαλμα εἰμί ἐργάζομαι | 0 |
| 5.11.2 | 3 | Νῖκαι μὲν δὴ τέσσαρες χορευουσῶν παρεχόμεναι σχῆμα κατὰ ἕκαστον τοῦ θρόνου τὸν πόδα, δύο δέ εἰσιν ἄλλαι πρὸς ἑκάστου πέζῃ ποδός. | Four Victories in dancing postures form supports beneath each foot of the throne, while two additional Victories stand beside each foot. | νίκη μέν δή τέσσαρες χορεύω παρέχομαι σχῆμα κατά ἕκαστος ὁ θρόνος ὁ πούς δύο δέ εἰμί ἄλλος πρός ἕκαστος πέζῃ πούς | 0 |
| 5.11.2 | 4 | τῶν ποδῶν δὲ ἑκατέρῳ τῶν ἔμπροσθεν παῖδές τε ἐπίκεινται Θηβαίων ὑπὸ σφιγγῶν ἡρπασμένοι καὶ ὑπὸ τὰς σφίγγας Νιόβης τοὺς παῖδας Ἀπόλλων κατατοξεύουσι καὶ Ἄρτεμις. | On each of the front feet are sculpted Theban youths being seized by sphinxes, and beneath these sphinxes Apollo and Artemis are depicted shooting down the children of Niobe with arrows. | ὁ πούς δέ ἑκάτερος ὁ ἔμπροσθεν παῖς τε ἐπίκειμαι Θηβαῖος ὑπό σφίγξ ἁρπάζω καί ὑπό ὁ σφίγξ Νιόβη ὁ παῖς Ἀπόλλων κατατοξεύω καί Ἄρτεμις | 0 |
| 5.11.3 | 1 | τῶν δὲ ἐκ τοῦ θρόνου μεταξὺ ποδῶν τέσσαρες κανόνες εἰσίν, ἐκ ποδὸς ἐς πόδα ἕτερον διήκων ἕκαστος. | Between the feet of the throne there are four cross-bars, each stretching from one foot to another. | ὁ δέ ἐκ ὁ θρόνος μεταξύ πούς τέσσαρες κανών εἰμί ἐκ πούς εἰς πούς ἕτερος διήκω ἕκαστος | 0 |
| 5.11.3 | 2 | τῷ μὲν δὴ κατʼ εὐθὺ τῆς ἐσόδου κανόνι, ἑπτά ἐστιν ἀγάλματα ἐπʼ αὐτῷ, τὸ γὰρ ὄγδοον ἐξ αὐτῶν οὐκ ἴσασι τρόπον ὅντινα ἐγένετο ἀφανές· | On the bar directly facing the entrance stand seven figures, for the eighth among them has disappeared in some unknown manner. | ὁ μέν δή κατά εὐθύς ὁ ἔσοδος κανών ἑπτά εἰμί ἄγαλμα ἐπί αὐτός ὁ γάρ ὄγδοος ἐκ αὐτός οὐ οἶδα τρόπος ὅστις γίγνομαι ἀφανής | 0 |
| 5.11.3 | 3 | εἴη δʼ ἂν ἀγωνισμάτων ἀρχαίων ταῦτα μιμήματα, οὐ γάρ πω τὰ ἐς τοὺς παῖδας ἐπὶ ἡλικίας ἤδη καθειστήκει τῆς Φειδίου. | These represent, perhaps, imitations of ancient athletic contests, since contests involving boys had not yet been established at the time of Pheidias. | εἴην δέ ἄν ἀγώνισμα ἀρχαῖος οὗτος μίμημα οὐ γάρ πω ὁ εἰς ὁ παῖς ἐπί ἡλικία ἤδη καθίστημι ὁ Φειδίας | 0 |
| 5.11.3 | 4 | τὸν δὲ αὑτὸν ταινίᾳ τὴν κεφαλὴν ἀναδούμενον ἐοικέναι τὸ εἶδος Παντάρκει λέγουσι, μειράκιον δὲ Ἠλεῖον τὸν Παντάρκη παιδικὰ εἶναι τοῦ Φειδίου· | They say that the figure binding its head with a ribbon resembles Pantarkes in appearance; Pantarkes was a youth from Elis beloved by Pheidias. | ὁ δέ ἑαυτοῦ ταινία ὁ κεφαλή ἀναδύομαι ἔοικα ὁ εἶδος πάνταρκης λέγω μειράκιον δέ Ἠλεῖος ὁ Παντάρκης παιδικός εἰμί ὁ Φειδίας | 0 |
| 5.11.3 | 5 | ἀνείλετο δὲ καὶ ἐν παισὶν ὁ Παντάρκης πάλης νίκην Ὀλυμπιάδι ἕκτῃ πρὸς ταῖς ὀγδοήκοντα. | This Pantarkes also won a victory in wrestling among the boys at the eighty-sixth Olympiad. | ἀναιρέω δέ καί ἐν παῖς ὁ παντάρκης πάλη νίκη Ὀλυμπιάς ἕκτη πρός ὁ ὀγδοήκοντα | 0 |
| 5.11.4 | 1 | ἐπὶ δὲ τῶν κανόνων τοῖς λοιποῖς ὁ λόχος ἐστὶν ὁ σὺν Ἡρακλεῖ μαχόμενος πρὸς Ἀμαζόνας· | On the crossbars between the legs is carved the company fighting alongside Heracles against the Amazons. | ἐπί δέ ὁ κανών ὁ λοιπός ὁ λόχος εἰμί ὁ σύν Ἡρακλῆς μάχομαι πρός Ἀμαζών | 0 |
| 5.11.4 | 2 | ἀριθμὸς μὲν δὴ συναμφοτέρων ἐς ἐννέα ἐστὶ καὶ εἴκοσι, τέτακται δὲ καὶ Θησεὺς ἐν τοῖς συμμάχοις τῷ Ἡρακλεῖ. | The total number of figures on both sides amounts indeed to twenty-nine, and Theseus too is depicted among the allies of Heracles. | ἀριθμός μέν δή συναμφότερος εἰς ἐννέα εἰμί καί εἴκοσι τάσσω δέ καί Θησεύς ἐν ὁ σύμμαχος ὁ Ἡρακλῆς | 0 |
| 5.11.4 | 3 | ἀνέχουσι δὲ οὐχ οἱ πόδες μόνοι τὸν θρόνον, ἀλλὰ καὶ κίονες ἴσοι τοῖς ποσὶ μεταξὺ ἑστηκότες τῶν ποδῶν. | The throne is not supported only by the legs, but between them stand evenly spaced columns equal in length to the legs. | ἀνέχω δέ οὐ ὁ πούς μόνος ὁ θρόνος ἀλλά καί κίων ἴσος ὁ πούς μεταξύ ἑστηκώς ὁ πούς | 0 |
| 5.11.4 | 4 | ὑπελθεῖν δὲ οὐχ οἷόν τέ ἐστιν ὑπὸ τὸν θρόνον, ὥσπερ γε καὶ ἐν Ἀμύκλαις ἐς τὰ ἐντὸς τοῦ θρόνου παρερχόμεθα· ἐν Ὀλυμπίᾳ δὲ ἐρύματα τρόπον τοίχων πεποιημένα τὰ δὲ ἀπείργοντά ἐστι. | It is not possible to pass beneath the throne, unlike the throne at Amyclae where one can pass into what lies within it; at Olympia, however, barriers resembling walls block it off. | ὑπέρχομαι δέ οὐ οἷος τε εἰμί ὑπό ὁ θρόνος ὥσπερ γε καί ἐν Ἀμύκλαι εἰς ὁ ἐντός ὁ θρόνος παρέρχομαι ἐν Ὀλυμπία δέ ἔρυμα τρόπος τοῖχος ποιέω ὁ δέ ἀπείργω εἰμί | 0 |
| 5.11.5 | 1 | τούτων τῶν ἐρυμάτων ὅσον μὲν ἀπαντικρὺ τῶν θυρῶν ἐστιν, ἀλήλιπται κυανῷ μόνον, τὰ δὲ λοιπὰ αὐτῶν παρέχεται Παναίνου γραφάς. | Of these walls, the portion directly opposite the doors is merely painted in blue, but the rest display paintings by Panaenos. | οὗτος ὁ Ἐρύμανθον ὅσος μέν ἀπαντικρύ ὁ θύρα εἰμί ἀλείφω κυανός μόνος ὁ δέ λοιπός αὐτός παρέχω Πάνανις γραφή | 0 |
| 5.11.5 | 2 | ἐν δὲ αὐταῖς ἔστι μὲν οὐρανὸν καὶ γῆν Ἄτλας ἀνέχων, παρέστηκε δὲ καὶ Ἡρακλῆς ἐκδέξασθαι τὸ ἄχθος ἐθέλων τοῦ Ἄτλαντος, | Among these paintings is Atlas supporting heaven and earth, and beside him stands Heracles willingly accepting the burden from Atlas. | ἐν δέ αὐτός εἰμί μέν οὐρανός καί γῆ Ἄτλας ἀνέχω παρίστημι δέ καί Ἡρακλῆς ἐκδέχομαι ὁ ἄχθος ἐθέλω ὁ Ἄτλας | 0 |
| 5.11.5 | 3 | ἔτι δὲ Θησεύς τε καὶ Πειρίθους καὶ Ἑλλάς τε καὶ Σαλαμὶς ἔχουσα ἐν τῇ χειρὶ τὸν ἐπὶ ταῖς ναυσὶν ἄκραις ποιούμενον κόσμον, | In addition are depicted Theseus and Peirithous, Hellas, and Salamis, holding in her hand the ornament for the prows of vessels. | ἔτι δέ Θησεύς τε καί Πειρίθοος καί Ἑλλάς τε καί Σαλαμίς ἔχω ἐν ὁ χείρ ὁ ἐπί ὁ ναῦς ἄκρη ποιέω κόσμος | 0 |
| 5.11.5 | 4 | Ἡρακλέους τε τῶν ἀγωνισμάτων τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ τὸ ἐς Κασσάνδραν παρανόμημα Αἴαντος, | Also shown are Heracles' contest with the lion in Nemea, and the sacrilege committed by Ajax against Cassandra. | Ἡρακλῆς τε ὁ ἀγώνισμα ὁ εἰς ὁ λέων ὁ ἐν Νεμέα καί ὁ εἰς Κασσάνδρα παράνομημα αἴας | 0 |
| 5.11.6 | 1 | Ἱπποδάμειά τε ἡ Οἰνομάου σὺν τῇ μητρὶ καὶ Προμηθεὺς ἔτι ἐχόμενος μὲν ὑπὸ τῶν δεσμῶν, Ἡρακλῆς δὲ ἐς αὐτὸν ἦρται· | Hippodameia, daughter of Oenomaus, with her mother, and Prometheus still bound in chains are represented, and Heracles is depicted approaching him. | Ἱπποδάμεια τε ὁ Οἰνόμαος σύν ὁ μήτηρ καί Προμηθεύς ἔτι ἔχομαι μέν ὑπό ὁ δεσμός Ἡρακλῆς δέ εἰς αὐτός αἴρω | 0 |
| 5.11.6 | 2 | λέγεται γὰρ δὴ καὶ τόδε ἐς τὸν Ἡρακλέα, ὡς ἀποκτείναι μὲν τὸν ἀετὸν ὃς ἐν τῷ Καυκάσῳ τὸν Προμηθέα ἐλύπει, ἐξέλοιτο δὲ καὶ αὐτὸν Προμηθέα ἐκ τῶν δεσμῶν. | For indeed it is also said of Heracles that he slew the eagle which tormented Prometheus in the Caucasus, and freed Prometheus himself from his chains. | λέγω γάρ δή καί ὅδε εἰς ὁ Ἡρακλῆς ὡς ἀποκτείνω μέν ὁ ἀετός ὅς ἐν ὁ Καυκάσιος ὁ Προμηθεύς λυπέω ἐξαιροῦμαι δέ καί αὐτός Προμηθεύς ἐκ ὁ δεσμός | 0 |
| 5.11.6 | 3 | τελευταῖα δὲ ἐν τῇ γραφῇ Πενθεσίλειά τε ἀφιεῖσα τὴν ψυχὴν καὶ Ἀχιλλεὺς ἀνέχων ἐστὶν αὐτήν· | Lastly, the painting shows Penthesileia breathing her last and Achilles supporting her. | τελευταῖος δέ ἐν ὁ γραφή Πενθεσίλεια τε ἀφίημι ὁ ψυχή καί Ἀχιλλεύς ἀνέχω εἰμί αὐτός | 0 |
| 5.11.6 | 4 | καὶ Ἑσπερίδες δύο φέρουσι τὰ μῆλα ὧν ἐπιτετράφθαι λέγονται τὴν φρουράν. | Two of the Hesperides are bearing the apples whose guarding is said to have been entrusted to them. | καί Ἑσπερίς δύο φέρω ὁ μῆλον ὅς ἐπιτρέπω λέγω ὁ φρουρά | 0 |
| 5.11.6 | 5 | Πάναινος μὲν δὴ οὗτος ἀδελφός τε ἦν Φειδίου καὶ αὐτοῦ καὶ Ἀθήνῃσιν ἐν Ποικίλῃ τὸ Μαραθῶνι ἔργον ἐστὶ γεγραμμένον. | This painting was by Panaenos, who was the brother of Pheidias, who himself painted the Battle of Marathon in the 'Poikile' (Painted) Colonnade at Athens. | πάναινος μέν δή οὗτος ἀδελφός τε εἰμί Φειδίας καί αὐτός καί Ἀθήνησι ἐν ποικίλος ὁ Μαραθών ἔργον εἰμί γράφω | 0 |
| 5.11.7 | 1 | ἐπὶ δὲ τοῖς ἀνωτάτω τοῦ θρόνου πεποίηκεν ὁ Φειδίας ὑπὲρ τὴν κεφαλὴν τοῦ ἀγάλματος τοῦτο μὲν Χάριτας, τοῦτο δὲ Ὥρας, τρεῖς ἑκατέρας. | On the highest parts of the throne, above the head of the statue, Phidias has fashioned on one side the Graces and on the other side the Seasons, three of each. | ἐπί δέ ὁ ἀνωτάτω ὁ θρόνος ποιέω ὁ Φειδίας ὑπέρ ὁ κεφαλή ὁ ἄγαλμα οὗτος μέν χάρις οὗτος δέ ὥρα τρεῖς ἑκάτερος | 0 |
| 5.11.7 | 2 | εἶναι γὰρ θυγατέρας Διὸς καὶ ταύτας ἐν ἔπεσίν ἐστιν εἰρημένα· | Indeed, in poetry these too are said to be daughters of Zeus. | εἰμί γάρ θυγάτηρ Ζεύς καί οὗτος ἐν πέμπω εἰμί λέγω | 0 |
| 5.11.7 | 3 | Ὅμηρος δὲ ἐν Ἰλιάδι ἐποίησε τὰς Ὥρας καὶ ἐπιτετράφθαι τὸν οὐρανὸν καθάπερ τινὰς φύλακας βασιλέως αὐλῆς. | Homer, in the Iliad, depicted the Seasons as having charge over heaven, like guardians of a royal court. | Ὅμηρος δέ ἐν Ἰλιάς ποιέω ὁ ὥρα καί ἐπιτρέπω ὁ οὐρανός καθάπερ τις φύλαξ βασιλεύς αὐλή | 0 |
| 5.11.7 | 4 | τὸ ὑπόθημα δὲ τὸ ὑπὸ τοῦ Διὸς τοῖς ποσίν, ὑπὸ τῶν ἐν τῇ Ἀττικῇ καλούμενον θρανίον, λέοντάς τε χρυσοῦς καὶ Θησέως ἐπειργασμένην ἔχει μάχην τὴν πρὸς Ἀμαζόνας, τὸ Ἀθηναίων πρῶτον ἀνδραγάθημα ἐς οὐχ ὁμοφύλους. | The footstool beneath the feet of Zeus—called thranion by the Athenians—is decorated with golden lions and shows the battle of Theseus against the Amazons, the Athenians' earliest heroic deed against foreign foes. | ὁ ὑπόθημα δέ ὁ ὑπό ὁ Ζεύς ὁ πούς ὑπό ὁ ἐν ὁ Ἀττική καλέω θρανίον λέων τε χρυσοῦς καί Θησεύς ἐξεργάζομαι ἔχω μάχη ὁ πρός Ἀμαζών ὁ Ἀθηναῖος πρῶτος ἀνδραγάθημα εἰς οὐ ὁμόφυλος | 0 |
| 5.11.8 | 1 | ἐπὶ δὲ τοῦ βάθρου τοῦ τὸν θρόνον τε ἀνέχοντος καὶ ὅσος ἄλλος κόσμος περὶ τὸν Δία, ἐπὶ τούτου τοῦ βάθρου χρυσᾶ ποιήματα, ἀναβεβηκὼς ἐπὶ ἅρμα Ἤλιος καὶ Ζεύς τέ ἐστι καὶ Ἥρα, ἔτι δὲ Ἥφαιστος, παρὰ δὲ αὐτὸν Χάρις· ταύτης δὲ Ἑρμῆς ἔχεται, τοῦ Ἑρμοῦ δὲ Ἑστία· | Upon the base, which supports both the throne and all the other decorative elements around Zeus, are golden scenes worked upon it: there is Helios ascending by chariot, Zeus and Hera, and also Hephaestus, who is accompanied by Charis; next to her stands Hermes, and beside Hermes is Hestia. | ἐπί δέ ὁ βάθρον ὁ ὁ θρόνος τε ἀνέχω καί ὅσος ἄλλος κόσμος περί ὁ διά ἐπί οὗτος ὁ βάθρον χρυσός ποίημα ἀναβαίνω ἐπί ἅρμα ἥλιος καί Ζεύς τε εἰμί καί Ἥρα ἔτι δέ Ἥφαιστος παρά δέ αὐτός χάρις οὗτος δέ Ἑρμῆς ἔχω ὁ Ἑρμῆς δέ Ἑστία | 0 |
| 5.11.8 | 2 | μετὰ δὲ τὴν Ἑστίαν Ἔρως ἐστὶν ἐκ θαλάσσης Ἀφροδίτην ἀνιοῦσαν ὑποδεχόμενος, τὴν δὲ Ἀφροδίτην στεφανοῖ Πειθώ· | After Hestia is Eros, who is receiving Aphrodite as she rises from the sea; and Peitho crowns Aphrodite. | μετά δέ ὁ ἑστία ἔρως εἰμί ἐκ θάλασσα Ἀφροδίτη ἄνω ὑποδέχομαι ὁ δέ Ἀφροδίτη στεφανόω πειθώ | 0 |
| 5.11.8 | 3 | ἐπείργασται δὲ καὶ Ἀπόλλων σὺν Ἀρτέμιδι Ἀθηνᾶ τε καὶ Ἡρακλῆς, | Also depicted are Apollo along with Artemis, Athena, and Heracles. | ἐπεργάζομαι δέ καί Ἀπόλλων σύν Ἄρτεμις Ἀθηνᾶ τε καί Ἡρακλῆς | 0 |
| 5.11.8 | 4 | καὶ ἤδη τοῦ βάθρου πρὸς τῷ πέρατι Ἀμφιτρίτη καὶ Ποσειδῶν Σελήνη τε ἵππον ἐμοὶ δοκεῖν ἐλαύνουσα. | At the extremity of the base are Amphitrite and Poseidon, and Selene who is—so it seems to me—driving a horse. | καί ἤδη ὁ βάθρον πρός ὁ πέρας Ἀμφιτρίτη καί Ποσειδῶν σελήνη τε ἵππος ἐγώ δοκέω ἐλαύνω | 0 |
| 5.11.8 | 5 | τοῖς δέ ἐστιν εἰρημένα ἐφʼ ἡμιόνου τὴν θεὸν ὀχεῖσθαι καὶ οὐχ ἵππου, καὶ λόγον γέ τινα ἐπὶ τῷ ἡμιόνῳ λέγουσιν εὐήθη. | Some, however, claim that the goddess rides upon a mule rather than a horse, telling a foolish story in explanation of the mule. | ὁ δέ εἰμί λέγω ἐπί ἡμίονος ὁ θεός ὀχέομαι καί οὐ ἵππος καί λόγος γε τις ἐπί ὁ ἡμίονος λέγω εὐήθης | 0 |
| 5.11.9 | 1 | μέτρα δὲ τοῦ ἐν Ὀλυμπίᾳ Διὸς ἐς ὕψος τε καὶ εὖρος ἐπιστάμενος γεγραμμένα οὐκ ἐν ἐπαίνῳ θήσομαι τοὺς μετρήσαντας, ἐπεὶ καὶ τὰ εἰρημένα αὐτοῖς μέτρα πολύ τι ἀποδέοντά ἐστιν ἢ τοῖς ἰδοῦσι παρέστηκεν ἐς τὸ ἄγαλμα δόξα, ὅπου γε καὶ αὐτὸν τὸν θεὸν μάρτυρα ἐς τοῦ Φειδίου τὴν τέχνην γενέσθαι λέγουσιν. | Although I am familiar with the recorded measurements of Zeus at Olympia, both in height and breadth, I will not include praise of those who measured it; for even the dimensions they state fall greatly short of the impression conveyed to those who behold the statue. | μέτρον δέ ὁ ἐν Ὀλυμπία Ζεύς εἰς ὕψος τε καί εὖρος ἐπίσταμαι γράφω οὐ ἐν ἔπαινος τίθημι ὁ μετρέω ἐπεί καί ὁ λέγω αὐτός μέτρον πολύ τις ἀποδέω εἰμί ἤ ὁ ὁράω παρίστημι εἰς ὁ ἄγαλμα δόξα ὅπου γε καί αὐτός ὁ θεός μάρτυς εἰς ὁ Φειδίας ὁ τέχνη γίγνομαι λέγω | 0 |
| 5.11.9 | 2 | ὡς γὰρ δὴ ἐκτετελεσμένον ἤδη τὸ ἄγαλμα ἦν, ηὔξατο ὁ Φειδίας ἐπισημῆναι τὸν θεὸν εἰ τὸ ἔργον ἐστὶν αὐτῷ κατὰ γνώμην· αὐτίκα δʼ ἐς τοῦτο τοῦ ἐδάφους κατασκῆψαι κεραυνόν φασιν, ἔνθα ὑδρία καὶ ἐς ἐμὲ ἐπίθημα ἦν ἡ χαλκῆ. | Indeed, it is said that the god himself provided testimony to the art of Pheidias. | ὡς γάρ δή ἐκτελέω ἤδη ὁ ἄγαλμα εἰμί αὔξω ὁ Φειδίας ἐπισημαίνω ὁ θεός εἰ ὁ ἔργον εἰμί αὐτός κατά γνώμη αὐτίκα δέ εἰς οὗτος ὁ δάφος κατασκήπτω κεραυνός φημί ἔνθα ὑδρία καί εἰς ἐγώ ἐπίθημα εἰμί ὁ χαλκοῦς | 0 |
| 5.11.10 | 1 | ὅσον δὲ τοῦ ἐδάφους ἐστὶν ἔμπροσθεν τοῦ ἀγάλματος, τοῦτο οὐ λευκῷ, μέλανι δὲ κατεσκεύασται τῷ λίθῳ· | The section of ground immediately before the statue is constructed not of white stone, but of black stone. | ὅσος δέ ὁ δάφος εἰμί ἔμπροσθεν ὁ ἄγαλμα οὗτος οὐ λευκός μέλας δέ κατασκευάζω ὁ λίθος | 0 |
| 5.11.10 | 2 | περιθεῖ δὲ ἐν κύκλῳ τὸν μέλανα λίθου Παρίου κρηπίς, ἔρυμα εἶναι τῷ ἐλαίῳ τῷ ἐκχεομένῳ. | Around the black stone runs a ledge of Parian marble, serving as a barrier to contain the oil that is poured out. | περιτίθημι δέ ἐν κύκλος ὁ μέλας λίθος Πάριος κρηπίς ἔρυμα εἰμί ὁ ἐλαία ὁ ἐκχέω | 0 |
| 5.11.10 | 3 | ἔλαιον γὰρ τῷ ἀγάλματί ἐστιν ἐν Ὀλυμπίᾳ συμφέρον, καὶ ἔλαιόν ἐστι τὸ ἀπεῖργον μὴ γίνεσθαι τῷ ἐλέφαντι βλάβος διὰ τὸ ἑλῶδες τῆς Ἄλτεως. | For oil is beneficial for the statue at Olympia, and it is this oil that prevents damage to the ivory on account of the marshy nature of the Altis. | ἔλαιον γάρ ὁ ἀγάλμα εἰμί ἐν Ὀλυμπία συμφέρω καί ἔλαιον εἰμί ὁ ἀπείργω μή γίγνομαι ὁ ἐλέφας βλάβος διά ὁ ἑλώδης ὁ ἄλσος | 0 |
| 5.11.10 | 4 | ἐν ἀκροπόλει δὲ τῇ Ἀθηναίων τὴν καλουμένην Παρθένον οὐκ ἔλαιον, ὕδωρ δὲ τὸ ἐς τὸν ἐλέφαντα ὠφελοῦν ἐστιν· | In the acropolis of the Athenians, however, for the statue called the Parthenos, it is not oil but water that preserves the ivory. | ἐν ἀκρόπολις δέ ὁ Ἀθηναῖος ὁ καλέω παρθένος οὐ ἔλαιον ὕδωρ δέ ὁ εἰς ὁ ἐλέφας ὠφελέω εἰμί | 0 |
| 5.11.10 | 5 | ἅτε γὰρ αὐχμηρᾶς τῆς ἀκροπόλεως οὔσης διὰ τὸ ἄγαν ὑψηλόν, τὸ ἄγαλμα ἐλέφαντος πεποιημένον ὕδωρ καὶ δρόσον τὴν ἀπὸ τοῦ ὕδατος ποθεῖ. | Because the acropolis, due to its great height, is excessively dry, the statue, made of ivory, requires water and the moisture that comes from the water. | ἅτε γάρ αὐχμηρός ὁ ἀκρόπολις εἰμί διά ὁ ἄγαν ὑψηλός ὁ ἄγαλμα ἐλέφας ποιέω ὕδωρ καί δρόσος ὁ ἀπό ὁ ὕδωρ ποθέω | 0 |
| 5.11.11 | 1 | ἐν Ἐπιδαύρῳ δὲ ἐρομένου μου καθʼ ἥντινα αἰτίαν οὔτε ὕδωρ τῷ Ἀσκληπιῷ σφισιν οὔτε ἔλαιόν ἐστιν ἐγχεόμενον, ἐδίδασκόν με οἱ περὶ τὸ ἱερὸν ὡς καὶ τὸ ἄγαλμα τοῦ θεοῦ καὶ ὁ θρόνος ἐπὶ φρέατι εἴη πεποιημένα. | When I was in Epidaurus, asking for what reason neither water nor olive oil was poured as an offering to their Asclepius, the attendants of the sanctuary informed me that both the statue of the god and the throne had been constructed over a well. | ἐν Ἐπίδαυρος δέ ἐρέομαι ἐγώ κατά ὅστις αἰτία οὔτε ὕδωρ ὁ Ἀσκληπιός σφεῖς οὔτε ἔλαιον εἰμί ἐγχέω διδάσκω ἐγώ ὁ περί ὁ ἱερός ὡς καί ὁ ἄγαλμα ὁ θεός καί ὁ θρόνος ἐπί φρέαρ εἴην ποιέω | 0 |