Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 5.20

PassageSentenceGreekEnglishLemma FormsMissing
5.20.1 1 ἔστι δὲ ἐνταῦθα καὶ ἄλλα ἀναθήματα, κλίνη τε μέγεθος οὐ μεγάλη, τὰ πολλὰ ἐλέφαντι κεκοσμημένη, καὶ ὁ Ἰφίτου δίσκος καὶ τράπεζα ἐφʼ ἧς προτίθενται τοῖς νικῶσιν οἱ στέφανοι. Here too are other dedications, including a couch of modest size, mostly decorated with ivory, the discus of Iphitos, and the table on which the crowns for the victors are set out. εἰμί δέ ἐνταῦθα καί ἄλλος ἀνάθημα κλίνη τε μέγεθος οὐ μέγας ὁ πολύς ἐλέφας κοσμέω καί ὁ Ἴφιτος δίσκος καί τράπεζα ἐπί ὅς προτίθημι ὁ νικάω ὁ στέφανος 0
5.20.1 2 τὴν μὲν δὴ Ἱπποδαμείας λέγουσιν εἶναι παίγνιον· The couch, they say, was a plaything of Hippodameia. ὁ μέν δή Ἱπποδάμεια λέγω εἰμί παίγνιον 0
5.20.1 3 ὁ δὲ τοῦ Ἰφίτου δίσκος τὴν ἐκεχειρίαν, ἣν ἐπὶ τοῖς Ὀλυμπίοις ἐπαγγέλλουσιν Ἠλεῖοι, ταύτην οὐκ ἐς εὐθὺ ἔχει γεγραμμένην, ἀλλὰ ἐς κύκλου σχῆμα περίεισιν ἐπὶ τῷ δίσκῳ τὰ γράμματα. On the discus of Iphitos is inscribed the truce, which the people of Elis proclaim during the Olympic Games; but the inscription is not written straight, for the letters are arranged in a circular shape around the discus. ὁ δέ ὁ Ἴφιτος δίσκος ὁ ἐκεχειρία ὅς ἐπί ὁ Ὀλύμπιος ἐπαγγέλλω Ἠλεῖος οὗτος οὐ εἰς εὐθύς ἔχω γράφω ἀλλά εἰς κύκλος σχῆμα πείρω ἐπί ὁ δίσκος ὁ γράμμα 0
5.20.2 1 ἡ τράπεζα δὲ ἐλέφαντος μὲν πεποίηται καὶ χρυσοῦ, Κωλώτου δέ ἐστιν ἔργον· The table is made of ivory and gold, and is the work of Kolotes. ὁ τράπεζα δέ ἐλέφας μέν ποιέω καί χρυσός κωλώτης δέ εἰμί ἔργον 0
5.20.2 2 εἶναι δέ φασιν ἐξ Ἡρακλείας τὸν Κωλώτην, οἱ δὲ πολυπραγμονήσαντες σπουδῇ τὰ ἐς τοὺς πλάστας Πάριον ἀποφαίνουσιν ὄντα αὐτόν, μαθητὴν Πασιτέλους, Πασιτέλη δὲ αὐτὸν διδαχθῆναι . They say that Kolotes was from Herakleia, but those who carefully investigate the sculptors declare with assurance that he was actually from Parion, a pupil of Pasiteles, who himself received instruction from Pasiteles. εἰμί δέ φημί ἐκ Ἡράκλεια ὁ κωλώτης ὁ δέ πολυπραγμονέω σπουδή ὁ εἰς ὁ πλάστης Πάριον ἀποφαίνω εἰμί αὐτός μαθητής πασιτέλης πασιτέλης δέ αὐτός διδάσκω 0
5.20.2 3 καὶ Ἥρα τε καὶ Ζεὺς καὶ θεῶν Μήτηρ καὶ Ἑρμῆς καὶ Ἀπόλλων μετὰ Ἀρτέμιδος πεποίηται· Represented on the table are Hera, Zeus, the Mother of the Gods, Hermes, and Apollo together with Artemis. καί Ἥρα τε καί Ζεύς καί θεός μήτηρ καί Ἑρμῆς καί Ἀπόλλων μετά Ἄρτεμις ποιέω 0
5.20.2 4 ὄπισθε δὲ ἡ διάθεσίς ἐστιν ἡ τοῦ ἀγῶνος. On the back is depicted the arrangement of the contest. ὄπισθε δέ ὁ διάθεσις εἰμί ὁ ὁ ἀγών 0
5.20.3 1 κατὰ δὲ ἑκατέραν πλευρὰν τῇ μὲν Ἀσκληπιὸς καὶ τῶν Ἀσκληπιοῦ θυγατέρων Ὑγεία ἐστίν, ἔτι δὲ καὶ Ἄρης καὶ Ἀγὼν παρʼ αὐτόν, τῇ δὲ Πλούτων καὶ Διόνυσος Περσεφόνη τε καὶ Νύμφαι, σφαῖραν αὐτῶν ἡ ἑτέρα φέρουσα· On each side, there are figures carved: on one side, Asclepius together with Hygieia, one of the daughters of Asclepius, as well as Ares and beside him Agon (Contest); on the other side, Pluto, Dionysus, Persephone, and the Nymphs, one of whom carries a sphere. κατά δέ ἑκάτερος πλευρά ὁ μέν Ἀσκληπιός καί ὁ Ἀσκληπιός θυγάτηρ ὑγεία εἰμί ἔτι δέ καί Ἄρης καί ἀγών παρά αὐτός ὁ δέ πλοῦτος καί Διόνυσος Περσεφόνη τε καί νύμφη σφαῖρα αὐτός ὁ ἕτερος φέρω 0
5.20.3 2 ἐπὶ δὲ τῇ κλειδὶ ---ἔχει γὰρ δὴ ὁ Πλούτων κλεῖν---, λέγουσιν ἐπʼ αὐτῇ τὸν καλούμενον Ἅιδην κεκλεῖσθαί τε ὑπὸ τοῦ Πλούτωνος καὶ ὡς ἐπάνεισιν οὐδεὶς αὖθις ἐξ αὐτοῦ. On Pluto's key—for indeed Pluto holds a key—they say that Hades (as the underworld is called) is locked by Pluto, and no one who enters it ever returns again. ἐπί δέ ὁ κλείς ἔχω γάρ δή ὁ πλοῦτος κλέος λέγω ἐπί αὐτός ὁ καλέω Ἅιδης κλείω τε ὑπό ὁ Πλούτων καί ὡς ἐπανίημι οὐδείς αὖθις ἐκ αὐτός 0
5.20.4 1 λόγον δέ, ὃν Ἀρίσταρχος ἔλεγεν ὁ τῶν Ὀλυμπίασιν ἐξηγητής, οὔ με εἰκὸς ἦν παριδεῖν· I should not pass over a story that Aristarchus, the interpreter at Olympia, used to tell. λόγος δέ ὅς Ἀρίσταρχος λέγω ὁ ὁ Ὀλυμπιάς ἐξηγητής οὐ ἐγώ εἰκός εἰμί παριδεῖν 0
5.20.4 2 ὃς ἐπὶ τῆς ἡλικίας ἔφη τῆς ἑαυτοῦ τὸν ὄροφον τοῦ Ἡραίου πεπονηκότα ἐπανορθουμένων Ἠλείων ὁπλίτου νεκρὸν τραύματα ἔχοντα μεταξὺ ἀμφοτέρων εὑρεθῆναι, τῆς τε ἐς εὐπρέπειαν στέγης καὶ τῆς ἀνεχούσης τὸν κέραμον· He said that, when he was himself a young man, as the Eleans were restoring the roof of the Heraion, the corpse of a hoplite was discovered, having wounds, lying between the roof tiles intended for decoration and the supporting structure beneath them. ὅς ἐπί ὁ ἡλικία φημί ὁ ἑαυτοῦ ὁ ὄροφος ὁ Ἡραῖος πονέω ἐπανορθόω Ἠλεῖος ὁπλίτης νεκρός τραῦμα ἔχω μεταξύ ἀμφότεροι εὑρίσκω ὁ τε εἰς εὐπρέπεια στέγη καί ὁ ἀνέχω ὁ κέραμος 0
5.20.4 3 τοῦτον τὸν ἄνδρα μαχέσασθαι τὴν μάχην τὴν ἐντὸς Ἄλτεως πρὸς Λακεδαιμονίους Ἠλείων. This man, he said, had taken part in the battle fought within the Altis between the Eleans and the Lacedaemonians. οὗτος ὁ ἀνήρ μάχομαι ὁ μάχη ὁ ἐντός ἄλσος πρός Λακεδαιμόνιος Ἠλεῖος 0
5.20.5 1 καὶ γὰρ ἐπὶ τῶν θεῶν τὰ ἱερὰ καὶ ἐς πάντα ὁμοίως τὰ ὑψηλὰ ἐπαναβαίνοντες ἠμύνοντο οἱ Ἠλεῖοι. For even concerning the sanctuaries of the gods and in all such high places alike the Eleans mounted up and defended themselves. καί γάρ ἐπί ὁ θεός ὁ ἱερός καί εἰς πᾶς ὁμοίως ὁ ὑψηλός ἐπαναβαίνω ἀμύνω ὁ Ἠλεῖος 0
5.20.5 2 οὗτος δʼ οὖν ὁ ἀνὴρ ἐφαίνετο ἡμῖν ὑποδῦναι μὲν ἐνταῦθα λιποψυχήσας ὑπὸ τραυμάτων· Now this man appeared to us to have crawled here after losing heart through his wounds. οὗτος δέ οὖν ὁ ἀνήρ φαίνω ἐγώ ὑποδύω μέν ἐνταῦθα λιποψυχεῖν ὑπό τραῦμα 0
5.20.5 3 ὡς δὲ ἀφῆκε τὴν ψυχήν, οὐκ ἔμελλεν ἄρα οὔτε πνῖγος θέρους οὔτε ἐν χειμῶνι κρυμὸς ἔσεσθαι τῷ νεκρῷ βλάβος ἅτε ἐν σκέπῃ πάσῃ κειμένῳ. But once he gave up his life, neither the fierce heat of summer nor winter's chill was to cause harm to the corpse, since it lay in complete shelter. ὡς δέ ἀφίημι ὁ ψυχή οὐ μέλλω ἄρα οὔτε πνῖγος θέρος οὔτε ἐν χειμών κρυμός ἔσομαι ὁ νεκρός βλάβος ἅτε ἐν σκέπη πᾶς κεῖμαι 0
5.20.5 4 ἔλεγε δὲ καὶ τόδε ἔτι ὁ Ἀρίσταρχος, ὡς ἐκκομίσαιντο ἐς τὸ ἐκτὸς τῆς Ἄλτεως τὸν νεκρὸν καὶ ὁμοῦ τοῖς ὅπλοις γῇ κρύψαιεν. Aristarchus also said the following further: that they carried the corpse out beyond the enclosure of the Altis and buried it along with its armor. λέγω δέ καί ὅδε ἔτι ὁ Ἀρίσταρχος ὡς ἐκκομίζω εἰς ὁ ἐκτός ὁ ἄλσος ὁ νεκρός καί ὁμοῦ ὁ ὅπλον γῆ κρύπτω 0
5.20.6 1 ἣν δὲ καλοῦσιν Οἰνομάου κίονα καὶ οἱ Ἠλεῖοι καλοῦσιν , ἔστι μὲν πρὸς τὸ ἱερὸν τοῦ Διὸς ἰόντι ἀπὸ τοῦ μεγάλου βωμοῦ· τέσσαρες δέ εἰσιν ἐν ἀριστερᾷ κίονες καὶ ἐπʼ αὐτῶν ὄροφος, πεποίηνται δὲ ἔρυμα εἶναι ξυλίνῳ κίονι πεπονηκότι ὑπὸ τοῦ χρόνου καὶ τὰ πολλὰ ὑπὸ δεσμῶν συνεχομένῳ. The pillar they call the "Pillar of Oenomaus," as the Eleans themselves also name it, stands on the way to the temple of Zeus from the great altar; on the left there are four pillars supporting a roof, constructed precisely to protect a wooden column, worn by time and largely held intact by bands. ὅς δέ καλέω Οἰνόμαος κίων καί ὁ Ἠλεῖος καλέω εἰμί μέν πρός ὁ ἱερός ὁ Ζεύς εἶμι ἀπό ὁ μέγας βωμός τέσσαρες δέ εἰμί ἐν ἀριστερός κίων καί ἐπί αὐτός ὄροφος ποιέω δέ ἔρυμα εἰμί ξύλινος κίων πονέω ὑπό ὁ χρόνος καί ὁ πολύς ὑπό δεσμός συνέχω 0
5.20.6 2 οὗτος ὁ κίων ἐν οἰκίᾳ τοῦ Οἰνομάου, καθὰ λέγουσιν, εἱστήκει· This pillar, they say, originally stood within the house of Oenomaus. οὗτος ὁ κίων ἐν οἰκία ὁ Οἰνόμαος καθά λέγω ἵστημι 0
5.20.6 3 κεραυνώσαντος δὲ τοῦ θεοῦ τὴν μὲν ἄλλην ἠφάνισεν οἰκίαν τὸ πῦρ, ὑπελίπετο δὲ τὸν κίονα ἐξ ἁπάσης μόνον. When the god hurled his thunderbolt, the fire completely destroyed the rest of the building, yet from the entire structure, the pillar alone survived. κεραυνόω δέ ὁ θεός ὁ μέν ἄλλος ἀφανίζω οἰκία ὁ πῦρ ὑπολείπω δέ ὁ κίων ἐκ πᾶς μόνος 0
5.20.7 1 πινάκιον δὲ πρὸ αὐτοῦ χαλκοῦν ἐλεγεῖα ἔχει γεγραμμένα· In front of it a small bronze tablet bears inscribed elegiac verses: πινάκιον δέ πρό αὐτός χαλκοῦς ἐλεγεία ἔχω γράφω 0
5.20.7 2 καὶ γὰρ ἐγὼ κεινῶν εἴμʼ ὦ ξένε λείψανον οἴκων, στυλὶς ἐν Οἰνομάου πρίν ποτʼ ἐοῦσα δόμοις· "I too, stranger, am a relic of that house, once a column in the halls of Oenomaus. καί γάρ ἐγώ κεῖνος εἰμί ὦ ξένος λείψανον οἶκος στυλίς ἐν Οἰνόμαος πρίν ποτέ εἰμί δόμος 0
5.20.7 3 νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδʼ ἔχουσα τὰ δεσμὰ τίμιος· Now by Cronus' son I lie, revered, bound with these bonds; νῦν δέ παρά Κρονίδης κεῖμαι τόδε ἔχω ὁ δεσμός τίμιος 0
5.20.7 4 οὐδʼ ὀλοὴ δαίσατο φλόξ με πυρός. nor did consuming flame devour me in fire." οὐδέ ὀλοός δαιτάομαι φλόξ ἐγώ πῦρ 0
5.20.7 5 συνέβη δὲ καὶ ἄλλο κατʼ ἐμὲ τοιόνδε. Another event of the same nature also befell this object. συμβαίνω δέ καί ἄλλος κατά ἐγώ τοιόσδε 0
5.20.8 1 ἀνὴρ βουλῆς τῆς Ῥωμαίων ἀνείλετο Ὀλυμπικὴν νίκην· A man from the Roman senate gained an Olympic victory. ἀνήρ βουλή ὁ Ῥωμαῖος ἀναιρέω Ὀλυμπικός νίκη 0
5.20.8 2 ἐθέλων δὲ ὑπολιπέσθαι τῆς νίκης ὑπόμνημα χαλκῆν εἰκόνα σὺν ἐπιγράμματι, ὤρυσσεν ἐς ποίησιν βάθρου· Wishing to leave behind a memorial of his victory, a bronze statue with an inscription, he proceeded to dig to construct a base. ἐθέλω δέ ὑπολείπω ὁ νίκη ὑπόμνημα χαλκοῦς εἰκών σύν ἐπίγραμμα ὀρύσσω εἰς ποίησις βάθρον 0
5.20.8 3 καὶ ὡς ἐγένετο ἐγγύτατα τὸ ὄρυγμα αὐτῷ τῆς τοῦ Οἰνομάου κίονος, ἐνταῦθα εὕρισκον οἱ ὀρύσσοντες καὶ ὅπλων καὶ χαλινῶν καὶ ψαλίων θραύματα. When the excavation had come very close to the pillar of Oenomaus, those digging discovered fragments of armor, bridles, and horse-bits. καί ὡς γίγνομαι ἐγγύτατα ὁ ὄρυγμα αὐτός ὁ ὁ Οἰνόμαος κίων ἐνταῦθα εὑρίσκω ὁ ὀρύσσω καί ὅπλον καί χαλινός καί ψάλιον θραῦμα 0
5.20.9 1 ταῦτα μὲν δὴ αὐτὸς ἑώρων ὀρυσσόμενα· These things indeed I myself saw while they were being excavated. οὗτος μέν δή αὐτός ὁράω ὀρύσσω 0
5.20.9 2 ναὸν δὲ μεγέθει οὐ μέγαν καὶ ἐργασίᾳ Δώριον Μητρῷον καὶ ἐς ἐμὲ καλοῦσιν ἔτι, τὸ ὄνομα αὐτῷ διασώζοντες τὸ ἀρχαῖον· There is also a temple, not large in size and Dorian in workmanship, called the Metroön even up to my own day, preserving its ancient name. ναός δέ μέγεθος οὐ μέγας καί ἐργασία Δώριον μητρῷος καί εἰς ἐγώ καλέω ἔτι ὁ ὄνομα αὐτός διασῴζω ὁ ἀρχαῖος 0
5.20.9 3 κεῖται δὲ οὐκ ἄγαλμα ἐν αὐτῷ θεῶν Μητρός, βασιλέων δὲ ἑστήκασιν ἀνδριάντες Ῥωμαίων. It contains no statue of the Mother of the Gods, but statues of Roman emperors stand therein. κεῖμαι δέ οὐ ἄγαλμα ἐν αὐτός θεός μήτηρ βασιλεύς δέ ἵστημι ἀνδριάς Ῥωμαῖος 0
5.20.9 4 ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως τό τε Μητρῷον καὶ οἴκημα περιφερὲς ὀνομαζόμενον Φιλιππεῖον· Within the Altis are located both the Metroön and a circular structure called the Philippeion. εἰμί δέ ἐντός ὁ ἄλσος ὁ τε μητρῷος καί οἴκημα περιφερής ὀνομάζω φιλιππεῖον 0
5.20.9 5 ἐπὶ κορυφῇ δέ ἐστι τοῦ Φιλιππείου μήκων χαλκῆ σύνδεσμος ταῖς δοκοῖς. And atop the Philippeion is a bronze poppy that joins together the beams. ἐπί κορυφή δέ εἰμί ὁ Φιλίππειος μήκων χαλκοῦς σύνδεσμος ὁ δοκός 0
5.20.10 1 τοῦτο τὸ οἴκημα ἔστι μὲν κατὰ τὴν ἔξοδον τὴν κατὰ τὸ πρυτανεῖον ἐν ἀριστερᾷ, πεποίηται δὲ ὀπτῆς πλίνθου, κίονες δὲ περὶ αὐτὸ ἑστήκασι· This building stands on the left as one goes out toward the Prytaneion; it is constructed of baked bricks, and columns stand around it. οὗτος ὁ οἴκημα εἰμί μέν κατά ὁ ἔξοδος ὁ κατά ὁ πρυτανεῖον ἐν ἀριστερός ποιέω δέ ὀπτός πλίνθος κίων δέ περί αὐτός ἵστημι 0
5.20.10 2 Φιλίππῳ δὲ ἐποιήθη μετὰ τὸ ἐν Χαιρωνείᾳ τὴν Ἑλλάδα ὀλισθεῖν. It was built for Philip after Greece's defeat at Chaeronea. Φίλιππος δέ ποιέω μετά ὁ ἐν Χαιρώνεια ὁ Ἑλλάς ὀλισθαίνω 0
5.20.10 3 κεῖνται δὲ αὐτόθι Φίλιππός τε καὶ Ἀλέξανδρος, σὺν δὲ αὐτοῖς Ἀμύντας ὁ Φιλίππου πατήρ· Statues of Philip and Alexander are set up there, and with them Amyntas the father of Philip. κεῖμαι δέ αὐτόθι Φίλιππος τε καί Ἀλέξανδρος σύν δέ αὐτός ἀμύντωρ ὁ Φίλιππος πατήρ 0
5.20.10 4 ἔργα δέ ἐστι καὶ ταῦτα Λεωχάρους ἐλέφαντος καὶ χρυσοῦ, καθὰ καὶ τῆς Ὀλυμπιάδος καὶ Εὐρυδίκης εἰσὶν αἱ εἰκόνες. These works also were created by Leochares in ivory and gold, as are likewise the images of Olympias and Eurydice. ἔργον δέ εἰμί καί οὗτος Λεωχάρης ἐλέφας καί χρυσός καθά καί ὁ Ὀλυμπιάς καί Εὐρυδίκη εἰμί ὁ εἰκών 0