Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.25.1 | 1 | τοσαῦτα ἐντὸς τῆς Ἄλτεως ἀγάλματα εἶναι Διὸς ἀνηριθμησάμεθα ἐς τὸ ἀκριβέστατον. | We have now enumerated, as accurately as possible, the many statues of Zeus within the Altis. | τοσοῦτος ἐντός ὁ ἄλσος ἄγαλμα εἰμί Ζεύς ἀναριθμέω εἰς ὁ ἀκριβής | 0 |
| 5.25.1 | 2 | τὸ ἀνάθημα γὰρ τὸ πρὸς τῷ μεγάλῳ ναῷ ὑπὸ ἀνδρὸς Κορινθίου τεθέν, Κορινθίων δὲ οὐ τῶν ἀρχαίων ἀλλʼ οἳ παρὰ βασιλέως ἔχουσιν εἰληφότες τὴν πόλιν, τοῦτο τὸ ἀνάθημα Ἀλέξανδρός ἐστιν ὁ Φιλίππου, Διὶ εἰκασμένος δῆθεν. | As for the offering placed near the great temple by a Corinthian—though not one of the original Corinthians, but one of those who received the city from the king—this dedication is an image of Alexander, the son of Philip, represented supposedly in the likeness of Zeus. | ὁ ἀνάθημα γάρ ὁ πρός ὁ μέγας ναός ὑπό ἀνήρ Κορίνθιος τίθημι Κορινθιος δέ οὐ ὁ ἀρχαῖος ἀλλά ὅς παρά βασιλεύς ἔχω λαμβάνω ὁ πόλις οὗτος ὁ ἀνάθημα Ἀλέξανδρος εἰμί ὁ Φίλιππος Ζεύς εἰκάζω δῆθεν | 0 |
| 5.25.1 | 3 | ὁπόσα δὲ ἀλλοῖα καὶ οὐ μίμησίς ἐστι Διός, ἐπιμνησόμεθα καὶ τούτων· | As many other statues as remain, which do not imitate Zeus, we shall also mention these. | ὁπόσος δέ ἀλλοῖος καί οὐ μίμησις εἰμί Ζεύς ἐπιμιμνῄσκω καί οὗτος | 0 |
| 5.25.1 | 4 | εἰκόνας δὲ οὐ τιμῇ τῇ πρὸς τὸ θεῖον, τῇ δὲ ἐς αὐτοὺς χάριτι ἀνατεθείσας τοὺς ἀνθρώπους, λόγῳ σφᾶς τῷ ἐς τοὺς ἀθλητὰς ἀναμίξομεν. | But those likenesses dedicated, not out of reverence toward divinity but as marks of respect to men themselves, we will include in our account concerning the athletes. | εἰκών δέ οὐ τιμή ὁ πρός ὁ θεῖος ὁ δέ εἰς αὐτός χάρις ἀνατίθημι ὁ ἄνθρωπος λόγος σφεῖς ὁ εἰς ὁ ἀθλητής ἀναμίγνυμι | 0 |
| 5.25.2 | 1 | Μεσσηνίους τοὺς ἐπὶ τῷ πορθμῷ κατὰ ἔθος δή τι ἀρχαῖον πέμποντας ἐς Ῥήγιον χορὸν παίδων πέντε ἀριθμὸν καὶ τριάκοντα καὶ διδάσκαλόν τε ὁμοῦ τῷ χορῷ καὶ ἄνδρα αὐλητὴν ἐς ἑορτήν τινα ἐπιχώριον Ῥηγίνων, κατέλαβεν αὐτούς ποτε συμφορά, μηδένα ὀπίσω τῶν ἀποσταλέντων σφίσιν ἀποσωθῆναι· | Once, according to an ancient tradition, the Messenians were sending a chorus of boys—thirty-five in number—along with a teacher for the chorus and a flute-player, across the strait to Rhegium for a local festival celebrated by the Rhegians. | Μεσσήνιος ὁ ἐπί ὁ πορθμός κατά ἔθος δή τις ἀρχαῖος πέμπω εἰς ῥήγιον χορός παῖς πέντε ἀριθμός καί τριάκοντα καί διδάσκαλος τε ὁμοῦ ὁ χορός καί ἀνήρ αὐλητής εἰς ἑορτή τις ἐπιχώριος Ῥηγῖνος καταλαμβάνω αὐτός ποτε συμφορά μηδείς ὀπίσω ὁ ἀποστέλλω σφεῖς ἀποσῴζω | 0 |
| 5.25.2 | 2 | ἀλλὰ ἡ ναῦς ἡ ἄγουσα τοὺς παῖδας ἠφανίσθη σὺν αὐτοῖς κατὰ τοῦ βυθοῦ. | But disaster befell them on one occasion, and none of those dispatched returned home safely. | ἀλλά ὁ ναῦς ὁ ἄγω ὁ παῖς ἀφανίζω σύν αὐτός κατά ὁ βυθός | 0 |
| 5.25.2 | 3 | ἔστι γὰρ δὴ ἡ κατὰ τοῦτον θάλασσα τὸν πορθμὸν θαλάσσης χειμεριωτάτη πάσης· | Rather, the ship carrying the boys disappeared with all on board into the depths of the sea. | εἰμί γάρ δή ὁ κατά οὗτος θάλασσα ὁ πορθμός θάλασσα χειμεριώτατος πᾶς | 0 |
| 5.25.3 | 1 | οἵ τε γὰρ ἄνεμοι ταράσσουσιν αὐτὴν ἀμφοτέρωθεν τὸ κῦμα ἐπάγοντες ἐκ τοῦ Ἀδρίου καὶ ἐξ ἑτέρου πελάγους ὃ καλεῖται Τυρσηνόν. | For the winds disturb this sea from both sides, driving waves upon it from the Adriatic and from the other sea called Tyrrhenian. | ὁ τε γάρ ἄνεμος ταράσσω αὐτός ἀμφοτέρωθεν ὁ κῦμα ἐπάγω ἐκ ὁ Ἄδριος καί ἐκ ἕτερος πέλαγος ὅς καλέω Τυρσηνός | 0 |
| 5.25.3 | 2 | ἤν τε καὶ ἀνέμων ἀπῇ πνεύματα, ὁ δὲ καὶ τηνικαῦτα ὁ πορθμὸς κίνησιν βιαιοτάτην αὐτὸς ἐξ αὑτοῦ καὶ ἰσχυρὰς παρέχεται παλιρροίας. | Even when the winds cease to blow, the strait itself still violently fluctuates and produces powerful tidal currents from its own nature. | ἄν τε καί ἄνεμος ἄπειμι πνεῦμα ὁ δέ καί τηνικαῦτα ὁ πορθμός κίνησις βίαιος αὐτός ἐκ ἑαυτοῦ καί ἰσχυρός παρέχω παλιρροία | 0 |
| 5.25.3 | 3 | θηρία τε τοσαῦτα ἐς αὐτὸν τὰ ἀθροιζόμενά ἐστιν, ὡς καὶ τὸν ἀέρα τὸν ὑπὲρ τῆς θαλάσσης ταύτης ἀναπίμπλασθαι τῶν θηρίων τῆς ὀσμῆς, ὡς σωτηρίας γε ἐκ τοῦ πορθμοῦ μηδὲ ἐλπίδος τι ὑπολείπεσθαι ναυαγῷ. | Moreover, such great numbers of monstrous creatures gather there that even the air above the sea becomes heavy with their odor, leaving no hope whatsoever for survival to any shipwrecked sailor. | θηρίον τε τοσοῦτος εἰς αὐτός ὁ ἀθροίζω εἰμί ὡς καί ὁ ἀήρ ὁ ὑπέρ ὁ θάλασσα οὗτος ἀναπίμπλημι ὁ θηρίον ὁ ὀσμή ὡς σωτηρία γε ἐκ ὁ πορθμός μηδέ ἐλπίς τις ὑπολείπω ναυαγός | 0 |
| 5.25.3 | 4 | εἰ δὲ ἐνταῦθα συνέπεσε καὶ Ὀδυσσεῖ διαφθαρῆναι τὴν ναῦν, ἄλλως μὲν οὐκ ἄν τις πείθοιτο ἐκνήξασθαι ζῶντα ἐς τὴν Ἰταλίαν αὐτόν. | If it happened that Odysseus' ship was destroyed there, under normal circumstances no one would be convinced that he could swim alive to Italy. | εἰ δέ ἐνταῦθα συμπίπτω καί Ὀδυσσεύς διαφθείρω ὁ ναῦς ἄλλως μέν οὐ ἄν τις πείθω ἐκνήχομαι ζάω εἰς ὁ Ἰταλία αὐτός | 0 |
| 5.25.3 | 5 | τὸ δὲ ἐκ τῶν θεῶν εὐμενὲς ἐπὶ παντὶ ἐργάζεται ῥᾳστώνην. | But the favor of the gods makes every task effortless. | ὁ δέ ἐκ ὁ θεός εὐμενής ἐπί πᾶς ἐργάζομαι ῥᾳστώνη | 0 |
| 5.25.4 | 1 | τότε δὲ ἐπὶ τῇ ἀπωλείᾳ τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν. | At that time the Messenians grieved over the loss of their children, and they devised various other honors for them; among these, they dedicated bronze statues at Olympia, depicting the boys along with their chorus-master and flute-player. | τότε δέ ἐπί ὁ ἀπώλεια ὁ παῖς ὁ Μεσσήνιοι πένθος ἄγω καί ἄλλος τε σφεῖς εἰς τιμή αὐτός εὑρίσκω καί εἰκών εἰς Ὀλυμπία ἀνατίθημι χαλκᾶς σύν δέ αὐτός ὁ διδάσκαλος ὁ χορός καί ὁ αὐλητής | 0 |
| 5.25.4 | 2 | τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῷ Μεσσηνίων· | The original inscription upon them made clear that the dedication was from the Messenians settled at Rhegium. | ὁ μέν δή ἐπίγραμμα δηλόω ὁ ἀρχαῖος ἀνάθημα εἰμί ὁ ἐν πορθμός Μεσσήνιος | 0 |
| 5.25.4 | 3 | χρόνῳ δὲ ὕστερον Ἱππίας ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπʼ αὐτοῖς ἐποίησεν. | Later, Hippias, whom the Greeks considered wise, composed elegiac verses about these statues. | χρόνος δέ ὕστερον ἱππίας ὁ λέγω ὑπό Ἕλλην γίγνομαι σοφός ὁ ἐλεγεία ἐπί αὐτός ποιέω | 0 |
| 5.25.4 | 4 | ἔργα δέ εἰσιν Ἠλείου Κάλλωνος αἱ εἰκόνες. | The statues themselves were works by Callon of Elis. | ἔργον δέ εἰμί Ἠλεῖος Κάλλων ὁ εἰκών | 0 |
| 5.25.5 | 1 | ἔστι δὲ κατὰ τὴν ἄκραν ἐν Σικελίᾳ τὴν τετραμμένην ἐπὶ Λιβύης καὶ Νότου, καλουμένην δὲ Πάχυνον, Μοτύη πόλις· οἰκοῦσι δὲ Λίβυες ἐν αὐτῇ καὶ Φοίνικες. | On the promontory of Sicily facing Libya and the south, called Pachynos, is a city called Motye; it is inhabited by Libyans and Phoenicians. | εἰμί δέ κατά ὁ ἄκρα ἐν Σικελία ὁ τρέπω ἐπί Λιβύη καί νότος καλέω δέ παχύνω Μοτύη πόλις οἰκέω δέ Λίβυες ἐν αὐτός καί Φοίνικες | 0 |
| 5.25.5 | 2 | τούτοις τοῖς ἐν Μοτύῃ βαρβάροις Ἀκραγαντῖνοι καταστάντες ἐς πόλεμον καὶ λείαν τε καὶ λάφυρα ἀπʼ αὐτῶν λαβόντες ἀνέθεσαν τοὺς παῖδας ἐς Ὀλυμπίαν τοὺς χαλκοῦς, προτείνοντάς τε τὰς δεξιὰς καὶ εἰκασμένους εὐχομένοις τῷ θεῷ. | The people of Akragas went to war with these foreign inhabitants of Motye, and having taken plunder and booty from them, dedicated bronze statues of boys at Olympia. | οὗτος ὁ ἐν Μοτύη βάρβαρος Ἀκραγαντῖνος καθίστημι εἰς πόλεμος καί λεία τε καί λάφυρον ἀπό αὐτός λαμβάνω ἀνατίθημι ὁ παῖς εἰς Ὀλυμπία ὁ χαλκοῦς προτείνω τε ὁ δεξιός καί εἰκάζω εὔχομαι ὁ θεός | 0 |
| 5.25.5 | 3 | κεῖνται δὲ ἐπὶ τοῦ τείχους οὗτοι τῆς Ἄλτεως· | These statues have their right hands stretched out, as if they were praying to the god. | κεῖμαι δέ ἐπί ὁ τεῖχος οὗτος ὁ ἄλσος | 0 |
| 5.25.5 | 4 | Καλάμιδος δὲ εἶναι σφᾶς ἔργα ἐγώ τε εἴκαζον καὶ ἐς αὐτοὺς κατὰ τὰ αὐτὰ εἶχεν ὁ λόγος. | They stand along the wall of the Altis. | καλάμις δέ εἰμί σφεῖς ἔργον ἐγώ τε εἰκάζω καί εἰς αὐτός κατά ὁ αὐτός ἔχω ὁ λόγος | 0 |
| 5.25.6 | 1 | Σικελίαν δὲ ἔθνη τοσάδε οἰκεῖ, Σικανοί τε καὶ Σικελοὶ καὶ Φρύγες, οἱ μὲν ἐξ Ἰταλίας διαβεβηκότες ἐς αὐτήν, Φρύγες δὲ ἀπὸ τοῦ Σκαμάνδρου ποταμοῦ καὶ χώρας τῆς Τρῳάδος· | Sicily is inhabited by the following peoples: the Sicanians, Sicels, and Phrygians—the first two groups migrated there from Italy, but the Phrygians came from the Scamander river and the region of the Troad. | Σικελία δέ ἔθνος τόσδε οἰκέω Σικανός τε καί Σικελός καί Φρύγες ὁ μέν ἐκ Ἰταλία διαβεβαίνω εἰς αὐτός Φρύγες δέ ἀπό ὁ Σκάμανδρος ποταμός καί χώρα ὁ Τρῳάς | 0 |
| 5.25.6 | 2 | οἱ δὲ Φοίνικες καὶ Λίβυες στόλῳ ἀφίκοντο ἐς τὴν νῆσον κοινῷ καὶ ἄποικοι Καρχηδονίων εἰσὶ. | The Phoenicians and Libyans together sailed to the island in an expedition, and they are colonists sent from Carthage. | ὁ δέ Φοίνικες καί Λίβυες στόλος ἀφικνέομαι εἰς ὁ νῆσος κοινός καί ἀποικος Καρχηδόνιος εἰμί | 0 |
| 5.25.6 | 3 | τοσαῦτα μὲν ἐν Σικελίᾳ ἔθνη βάρβαρα· | These, then, are the barbarian nations in Sicily. | τοσοῦτος μέν ἐν Σικελία ἔθνος βάρβαρος | 0 |
| 5.25.6 | 4 | Ἑλλήνων δὲ Δωριεῖς τε ἔχουσιν αὐτὴν καὶ Ἴωνες καὶ τοῦ Φωκικοῦ καὶ τοῦ Ἀττικοῦ γένους ἑκατέρου μοῖρα οὐ πολλή. | As for the Greeks, the island is inhabited by both Dorians and Ionians, along with small communities descended from the Phokians and from Attica. | Ἕλλην δέ Δωριεύς τε ἔχω αὐτός καί Ἴων καί ὁ φωκικός καί ὁ Ἀττικός γένος ἑκάτερος μοῖρα οὐ πολύς | 0 |
| 5.25.7 | 1 | ἐπὶ δὲ τοῦ αὐτοῦ τείχους τά τε Ἀκραγαντίνων ἀναθήματα καὶ Ἡρακλέους δύο εἰσὶν ἀνδριάντες γυμνοί, παῖδες ἡλικίαν· | On the same wall are dedications from the people of Acragas and two bronze statues of Heracles, depicted nude as youths. | ἐπί δέ ὁ αὐτός τεῖχος ὁ τε Ἀκραγαντῖνος ἀνάθημα καί Ἡρακλῆς δύο εἰμί ἀνδριάς γυμνός παῖς ἡλικία | 0 |
| 5.25.7 | 2 | τὸν δὲ ἐν Νεμέᾳ τοξεύοντι ἔοικε λέοντα. | The one at Nemea is represented shooting at the lion. | ὁ δέ ἐν Νεμέα τοξεύω ἔοικα λέων | 0 |
| 5.25.7 | 3 | τοῦτον μὲν δὴ τόν τε Ἡρακλέα καὶ ὁμοῦ τῷ Ἡρακλεῖ τὸν λέοντα Ταραντῖνος ἀνέθηκεν Ἱπποτίων, Νικοδάμου δέ ἐστι Μαιναλίου τέχνη· | This representation of Heracles along with the lion was dedicated by Hippotion of Tarentum and crafted by Nicodamus of Maenalus. | οὗτος μέν δή ὁ τε Ἡρακλῆς καί ὁμοῦ ὁ Ἡρακλῆς ὁ λέων Ταραντῖνος ἀνατίθημι Ἱπποτίων Νικοδήμου δέ εἰμί Μαίναλος τέχνη | 0 |
| 5.25.7 | 4 | τὸ δὲ ἄγαλμα τὸ ἕτερον Ἀναξίππου μέν ἐστιν ἀνάθημα Μενδαίου, μετεκομίσθη δὲ ἐνταῦθα ὑπὸ Ἠλείων· | The other statue is a dedicated offering from Anaxippus of Mende, and was brought here by the Eleans. | ὁ δέ ἄγαλμα ὁ ἕτερος Ἀναξίππος μέν εἰμί ἀνάθημα Μενδαῖος μετακομίζω δέ ἐνταῦθα ὑπό Ἠλεῖος | 0 |
| 5.25.7 | 5 | τὰ πρὸ τούτου δὲ ἔκειτο ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι, ἣ ἄγει μὲν ἐξ Ἤλιδος ἐς Ὀλυμπίαν, καλεῖται δὲ Ἱερά. | Previously, it stood at the end of the road called "Sacred," which leads from Elis to Olympia. | ὁ πρό οὗτος δέ κεῖμαι ἐπί ὁ ὁδός ὁ πέρας ὅς ἄγω μέν ἐκ Ἠλίς εἰς Ὀλυμπία καλέω δέ ἱερός | 0 |
| 5.25.8 | 1 | ἔστι δὲ καὶ ἀναθήματα ἐν κοινῷ τοῦ Ἀχαιῶν ἔθνους, ὅσοι προκαλεσαμένου τοῦ Ἕκτορος ἐς μονομαχίαν ἄνδρα Ἕλληνα τὸν κλῆρον ἐπὶ τῷ ἀγῶνι ὑπέμειναν. | There are also offerings set up in common by the Achaean nation, representing those Greeks who drew lots and stood prepared to fight when challenged by Hector to single combat. | εἰμί δέ καί ἀνάθημα ἐν κοινός ὁ Ἀχαιός ἔθνος ὅσος προκαλέομαι ὁ Ἕκτωρ εἰς μονομαχία ἀνήρ Ἕλλην ὁ κλῆρος ἐπί ὁ ἀγών ὑπομένω | 0 |
| 5.25.8 | 2 | οὗτοι μὲν δὴ ἑστήκασι τοῦ ναοῦ τοῦ μεγάλου πλησίον, δόρασι καὶ ἀσπίσιν ὡπλισμένοι· ἀπαντικρὺ δὲ ἐπὶ ἑτέρου βάθρου πεποίηται Νέστωρ, τὸν ἑκάστου κλῆρον ἐσβεβληκὼς ἐς τὴν κυνῆν. | These figures stand near the great temple, armed with spears and shields; opposite, on another pedestal, is depicted Nestor placing the lot of each man into the helmet. | οὗτος μέν δή ἵστημι ὁ ναός ὁ μέγας πλησίον δόρυ καί ἀσπίς ὁπλίζω ἀπαντικρύ δέ ἐπί ἕτερος βάθρον ποιέω Νέστωρ ὁ ἕκαστος κλῆρος ἐμβάλλω εἰς ὁ κυνή | 0 |
| 5.25.8 | 3 | τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ---τὸν γὰρ ἔνατον αὐτῶν, τὴν τοῦ Ὀδυσσέως εἰκόνα, Νέρωνα κομίσαι λέγουσιν ἐς Ῥώμην ---, τῶν δὲ ὀκτὼ τούτων ἐπὶ μόνῳ τῷ ἀγάλματι | Although the number of those who drew lots to face Hector was originally nine—since they say Nero carried away the ninth figure, that of Odysseus, to Rome—only eight of these statues remain. | ὁ δέ ἐπί ὁ Ἕκτωρ κληρόομαι ἀριθμός εἰμί ὀκτώ ὁ γάρ ἔνατος αὐτός ὁ ὁ Ὀδυσσεύς εἰκών Νέρων κομίζω λέγω εἰς Ῥώμη ὁ δέ ὀκτώ οὗτος ἐπί μόνος ὁ ἄγαλμα | 0 |
| 5.25.9 | 1 | Ἀγαμέμνονι τὸ ὄνομά ἐστι γεγραμμένον· | The name of Agamemnon is inscribed there. | Ἀγαμέμνων ὁ ὄνομα εἰμί γράφω | 0 |
| 5.25.9 | 2 | γέγραπται δὲ καὶ τοῦτο ἐπὶ τὰ λαιὰ ἐκ δεξιῶν. | And it is written from right to left. | γράφω δέ καί οὗτος ἐπί ὁ λαιός ἐκ δεξιός | 0 |
| 5.25.9 | 3 | ὅτου δὲ ὁ ἀλεκτρυών ἐστιν ἐπίθημα τῇ ἀσπίδι, Ἰδομενεύς ἐστιν ὁ ἀπόγονος Μίνω· | As for the warrior who has a cock as a device upon his shield, he is identified as Idomeneus, the descendant of Minos. | ὅστις δέ ὁ ἀλεκτρυών εἰμί ἐπίθημα ὁ ἀσπίς Ἰδομενεύς εἰμί ὁ ἀπόγονος Μίνως | 0 |
| 5.25.9 | 4 | τῷ δὲ Ἰδομενεῖ γένος ἀπὸ Ἡλίου τοῦ πατρὸς Πασιφάης, | Idomeneus traces his lineage from Helios, the father of Pasiphae. | ὁ δέ Ἰδομενεύς γένος ἀπό ἥλιος ὁ πατήρ Πασιφάη | 0 |
| 5.25.9 | 5 | Ἡλίου δὲ ἱερόν φασιν εἶναι τὸν ὄρνιθα καὶ ἀγγέλλειν ἀνιέναι μέλλοντος τοῦ ἡλίου. | They say that the bird is sacred to Helios, and announces beforehand the rising of the sun. | ἥλιος δέ ἱερόν φημί εἰμί ὁ ὄρνις καί ἀγγέλλω ἀνίημι μέλλω ὁ ἥλιος | 0 |
| 5.25.10 | 1 | γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπὶ τῷ βάθρῳ· | An epigram is also written upon the pedestal: | γράφω δέ καί ἐπίγραμμα ἐπί ὁ βάθρον | 0 |
| 5.25.10 | 2 | τῷ Διὶ τἈχαιοὶ τἀγάλματα ταῦτʼ ἀνέθηκαν, ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος. | These statues the Achaeans dedicated to Zeus, Descendants of divine Pelops, son of Tantalus. | ὁ Ζεύς Ἀχαιός ἄγαλμα οὗτος ἀνατίθημι ἔγγονος Ἀντίθεος Τανταλίς Πέλοψ | 0 |
| 5.25.10 | 3 | τοῦτο μὲν δὴ ἐνταῦθά ἐστι γεγραμμένον· | That inscription is indeed found here. | οὗτος μέν δή ἐνταῦθα εἰμί γράφω | 0 |
| 5.25.10 | 4 | ὁ δὲ ἀγαλματοποιὸς ὅστις ἦν, ἐπὶ τοῦ Ἰδομενέως γέγραπται τῇ ἀσπίδι· | The name of the sculptor, whoever he was, is engraved upon the shield of Idomeneus: | ὁ δέ ἀγαλματοποιός ὅστις εἰμί ἐπί ὁ Ἰδομενεύς γράφω ὁ ἀσπίς | 0 |
| 5.25.10 | 5 | πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδʼ Ὀνάτα ἔργον Αἰγινήτεω, τὸν γείνατο παῖδα Μίκων. | Many other skilful works as well as this one are by Onatas, The Aeginetan, whom Micon begot as his son. | πολύς μέν ἄλλος σοφός ποίημα καί τόδε ὀνάτα ἔργον Αἰγινήτης ὁ γίγνομαι παῖς μίκων | 0 |
| 5.25.11 | 1 | οὐ πόρρω δὲ τοῦ Ἀχαιῶν ἀναθήματος καὶ Ἡρακλῆς ἐστιν ὑπὲρ τοῦ ζωστῆρος μαχόμενος πρὸς τὴν Ἀμαζόνα ἔφιππον γυναῖκα· | Not far from the dedication of the Achaeans is a figure of Heracles fighting for the belt against an Amazon, a mounted woman. | οὐ πόρρω δέ ὁ Ἀχαιός ἀνάθημα καί Ἡρακλῆς εἰμί ὑπέρ ὁ ζωστήρ μάχομαι πρός ὁ Ἀμαζών ἐφιππος γυνή | 0 |
| 5.25.11 | 2 | τοῦτον Εὐαγόρας μὲν γένος Ζαγκλαῖος ἀνέθηκεν, ἐποίησε δὲ Κυδωνιάτης Ἀριστοκλῆς. | This was dedicated by Euagoras, a native of Zancle, and made by Aristocles of Cydonia. | οὗτος Εὐαγόρας μέν γένος ζαγκλαῖος ἀνατίθημι ποιέω δέ Κυδωνιάτης Ἀριστοκλῆς | 0 |
| 5.25.11 | 3 | ἐν δὲ τοῖς μάλιστα ἀρχαίοις καταριθμήσασθαι καὶ τὸν Ἀριστοκλέα ἔστι· | Aristocles may also be counted among the oldest sculptors. | ἐν δέ ὁ μάλιστα ἀρχαῖος καταριθμέω καί ὁ Ἀριστοκλῆς εἰμί | 0 |
| 5.25.11 | 4 | καὶ σαφῶς μὲν ἡλικίαν οὐκ ἔχοι τις ἂν εἰπεῖν αὐτοῦ, δῆλα δὲ ὡς πρότερον ἔτι ἐγένετο πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφʼ ἡμῶν Μεσσήνην. | Although no one could exactly determine his date, it is clear that he lived before the time when Zancle was renamed Messene, the name by which we know it today. | καί σαφῶς μέν ἡλικία οὐ ἔχω τις ἄν λέγω αὐτός δῆλος δέ ὡς πρότερον ἔτι γίγνομαι πρίν ἤ ὁ Ζάγκλη ὁ ὄνομα γίγνομαι ὁ ἐπί ἐγώ Μεσσήνη | 0 |
| 5.25.12 | 1 | Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν Ἡρακλέα ἐς Ὀλυμπίαν, | The Thasians, who were Phoenicians originally and who had sailed from Tyre together with other Phoenicians along with Thasos, son of Agenor, during the search for Europa, dedicated a statue of Heracles at Olympia. | Θάσιος δέ Φοίνικες ὁ ἀνέκαθεν εἰμί καί ἐκ τύρος καί φοινίκη ὁ ἄλλος ὁμοῦ Θάσος ὁ ἀγήνωρ κατά ζήτησις ἐκπλέω ὁ Εὐρώπη ἀνατίθημι Ἡρακλῆς εἰς Ὀλυμπία | 0 |
| 5.25.12 | 2 | τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ ἀγάλματι· | Its pedestal, like the image itself, is made of bronze. | ὁ βάθρον χαλκοῦς ὁμοίως ὁ ἄγαλμα | 0 |
| 5.25.12 | 3 | μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ ἔχει τόξον. | The height of the statue is ten cubits; he holds a club in his right hand, and a bow in his left. | μέγεθος μέν δή ὁ ἄγαλμα εἰμί πῆχυς δέκα ῥόπαλον δέ ἐν ὁ δεξιός ὁ δέ ἀριστερός χείρ ἔχω τόξον | 0 |
| 5.25.12 | 4 | ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρακλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦντας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος νέμειν τιμάς. | I heard that these same Thasians honored originally the same Heracles worshipped by the Tyrians, but later, after entering into Greek customs, they resolved to pay reverence also to the Heracles who was the son of Amphitryon. | ἀκούω δέ ἐν Θάσος ὁ αὐτός σφεῖς Ἡρακλῆς ὅς καί τύριος σέβομαι ὕστερον δέ ἤδη τελέω εἰς Ἕλλην νομίζω καί Ἡρακλῆς ὁ Ἀμφιτρύων νέμω τιμή | 0 |
| 5.25.13 | 1 | τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον· | On the dedication of the Thasians at Olympia there is an elegiac couplet inscribed: | ὁ δέ ἀνάθημα ὁ εἰς Ὀλυμπία θάσιος ἔπειμι ἐλεγεῖον | 0 |
| 5.25.13 | 2 | υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων. | "Onatas himself, son of Micon, fashioned me, dwelling in Aegina within his house." | υἱός μέν ἐγώ Μίκων ὀνάτης ἐκτελέω αὐτός ἐν Αἴγινα δῶμα ναιετάω | 0 |
| 5.25.13 | 3 | τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα Αἰγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ. | Yet, though this Onatas belonged to the school of Aeginetan sculpture, I would place him second to none among artists since Daedalus and the Attic workshop. | ὁ δέ Ὀνάτας οὗτος ὅμως καί τέχνη εἰς ὁ ἄγαλμα εἰμί Αἰγιναία οὐδείς ὕστερον τίθημι ὁ ἀπό δαίδαλος τε καί ἐργαστήριον ὁ Ἀττικός | 0 |