Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.3.1 | 1 | Δαμίσκου δὲ ἐγγύτατα ἕστηκεν ἀνὴρ ὅστις δή, τὸ γὰρ ὄνομα οὐ λέγουσιν ἐπʼ αὐτῷ, | Next to Damiskos stands a man whose identity they do not state; indeed, the name is not recorded on the statue. | δάμισκος δέ ἐγγύτατα ἵστημι ἀνήρ ὅστις δή ὁ γάρ ὄνομα οὐ λέγω ἐπί αὐτός | 0 |
| 6.3.1 | 2 | Πτολεμαίου δὲ ἀνάθημά ἐστι τοῦ Λάγου· | The dedication is by Ptolemy, son of Lagus. | Πτολεμαῖος δέ ἀνάθημα εἰμί ὁ λαγώς | 0 |
| 6.3.1 | 3 | Μακεδόνα δὲ αὑτὸν ὁ Πτολεμαῖος ἐν τῷ ἐπιγράμματι ἐκάλεσε, βασιλεύων ὅμως Αἰγύπτου. | And Ptolemy, though ruling as king in Egypt, called himself Macedonian in the inscription. | Μακεδών δέ ἑαυτοῦ ὁ Πτολεμαῖος ἐν ὁ ἐπίγραμμα καλέω βασιλεύω ὅμως Αἴγυπτος | 0 |
| 6.3.1 | 4 | Χαιρέᾳ δὲ Σικυωνίῳ πύκτῃ παιδὶ ἐπίγραμμά ἐστιν ὡς νικήσειεν ἡλικίαν νέος καὶ ὡς πατρὸς εἴη Χαιρήμονος, γέγραπται δὲ καὶ ὁ τὸν ἀνδριάντα εἰργασμένος Ἀστερίων Αἰσχύλου. | A youth, the boxer Chairias of Sicyon, has an epigram recording that he won victories at a young age and naming his father as Chairemon; the artist who fashioned the statue is also inscribed—Asterion, son of Aeschylus. | χαιρέας δέ Σικυώνιος πυκτής παῖς ἐπίγραμμα εἰμί ὡς νικάω ἡλικία νέος καί ὡς πατήρ εἴην χαιρήμων γράφω δέ καί ὁ ὁ ἀνδριάς ἐργάζομαι Ἀστερίων Αἰσχύλος | 0 |
| 6.3.2 | 1 | μετὰ δὲ τὸν Χαιρέαν Μεσσήνιός τε παῖς Σόφιος καὶ ἀνὴρ Ἠλεῖος ἀνάκειται Στόμιος, καὶ τῷ μὲν τοὺς συνθέοντας τῶν παίδων παρελθεῖν, Στομίῳ δὲ πενταθλοῦντι ἐν Ὀλυμπίᾳ καὶ Νεμείων τρεῖς ὑπῆρξεν ἀνελέσθαι νίκας. | After Chaereas, there are statues dedicated of Sophius, a boy from Messenia, and of Stomius, a man from Elis, the former surpassing his rivals in running, while Stomius, competing in the pentathlon, won three victories at Olympia and at the Nemean games. | μετά δέ ὁ χαιρέας Μεσσήνιος τε παῖς σοφός καί ἀνήρ ἠλεῖος ἀνάκειμαι στόμιος καί ὁ μέν ὁ τίθημι ὁ παῖς παρέρχομαι στόμιον δέ πενταθλέω ἐν Ὀλυμπία καί Νέμειος τρεῖς ὑπάρχω ἀναιρέω νίκη | 0 |
| 6.3.2 | 2 | τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ καὶ τάδε ἐπιλέγει, τῆς ἵππου τε Ἠλείοις αὐτὸν ἡγούμενον ἀναστῆσαι τρόπαια καὶ ἄνδρα τοῖς πολεμίοις στρατηγοῦντα ἀποθανεῖν ὑπὸ τοῦ Στομίου, μονομαχήσαντά οἱ κατὰ πρόκλησιν· | The inscription upon his statue further states that he also led the Eleans to victory in horse-racing and, commanding their forces, slew in single combat an enemy general who had challenged him. | ὁ δέ ἐπίγραμμα ὁ ἐπί αὐτός καί ὅδε ἐπιλέγω ὁ ἵππος τε Ἠλεῖος αὐτός ἡγέομαι ἀνίστημι τρόπαιον καί ἀνήρ ὁ πολέμιος στρατηγοῦντα ἀποθνῄσκω ὑπό ὁ στόμιον μονομαχέω ὁ κατά πρόκλησις | 0 |
| 6.3.3 | 1 | εἶναι δὲ αὐτὸν ἐκ Σικυῶνος οἱ Ἠλεῖοί φασι καὶ ἄρχειν Σικυωνίων, στρατεῦσαι δὲ ἐπὶ Σικυῶνα αὐτοὶ φιλίᾳ Θηβαίων ὁμοῦ τῇ ἐκ Βοιωτίας δυνάμει. | The Eleans say that he was from Sicyon and ruled over the Sicyonians, and that they themselves, in alliance with the Thebans, undertook a campaign against Sicyon, together with the forces from Boeotia. | εἰμί δέ αὐτός ἐκ Σικυών ὁ ἠλεῖοι φημί καί ἄρχω Σικυώνιος στρατεύω δέ ἐπί Σικυών αὐτός φιλία Θηβαῖος ὁμοῦ ὁ ἐκ Βοιωτία δύναμις | 0 |
| 6.3.3 | 2 | φαίνοιτο ἂν οὖν ἡ ἐπὶ Σικυῶνα Ἠλείων καὶ Θηβαίων στρατεία γεγενῆσθαι μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις. | Thus it would seem that the expedition of the Eleans and Thebans against Sicyon took place after the disaster suffered by the Lacedaemonians at Leuctra. | φαίνω ἄν οὖν ὁ ἐπί Σικυών Ἠλεῖος καί Θηβαῖος στρατεία γίγνομαι μετά ὁ ἀτύχημα Λακεδαιμόνιος ὁ ἐν Λεύκτρα | 0 |
| 6.3.4 | 1 | ἐφεξῆς δὲ ἀνάκειται μὲν πύκτης ἐκ Λεπρέου τοῦ Ἠλείων, Λάβαξ Εὔφρονος, ἀνάκειται δὲ καὶ ἐξ αὐτῆς Ἤλιδος παλαιστὴς ἀνὴρ Ἀριστόδημος Θράσιδος· | Next in order is a statue of the boxer Labax son of Euphron from Lepreum in Elis, and there is also here a statue of Aristodemus son of Thrasis, a wrestler from Elis itself. | ἐφεξῆς δέ ἀνάκειμαι μέν πύκτης ἐκ Λέπρεον ὁ Ἠλεῖος λάβαξ εὔφρων ἀνάκειμαι δέ καί ἐκ αὐτός Ἠλίς παλαιστής ἀνήρ Ἀριστόδημος θράσις | 0 |
| 6.3.4 | 2 | γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ δύο νῖκαι, | Aristodemus won two victories at Pytho as well. | γίγνομαι δέ αὐτός καί Πυθώ δύο νίκη | 0 |
| 6.3.4 | 3 | ἡ δὲ εἰκών ἐστι τοῦ Ἀριστοδήμου τέχνη Δαιδάλου τοῦ Σικυωνίου, μαθητοῦ καὶ πατρὸς Πατροκλέους. | His statue is the work of Daedalus of Sicyon, who was both pupil and father of Patrocles. | ὁ δέ εἰκών εἰμί ὁ Ἀριστόδημος τέχνη δαίδαλος ὁ Σικυώνιος μαθητής καί πατήρ Πατροκλῆς | 0 |
| 6.3.5 | 1 | Ἵππον δὲ Ἠλεῖον πυγμῇ παῖδας κρατήσαντα ἐποίησε Δαμόκριτος Σικυώνιος, ὃς ἐς πέμπτον διδάσκαλον ἀνῄει τὸν Ἀττικὸν Κριτίαν· | Damokritos of Sicyon made the statue of Hippos of Elis, who had won the boys' boxing match. | ἵππος δέ Ἠλεῖος πυγμή παῖς κρατέω ποιέω Δαμόκριτος Σικυώνιος ὅς εἰς πέμπτος διδάσκαλος ἄνειμι ὁ ἀττικός Κριτίας | 0 |
| 6.3.5 | 2 | Πτόλιχος μὲν γὰρ ἔμαθεν ὁ Κορκυραῖος παρʼ αὐτῷ Κριτίᾳ, Πτολίχου δὲ ἦν μαθητὴς Ἀμφίων, Πίσων δὲ ἀνὴρ ἐκ Καλαυρείας ἐδιδάχθη παρʼ Ἀμφίονι, ὁ δὲ παρὰ τῷ Πίσωνι Δαμόκριτος. | Damokritos' teaching lineage went back, through five masters, to the Attic sculptor Kritias. | πτόλις μέν γάρ μανθάνω ὁ Κορκυραῖος παρά αὐτός Κριτία πτολίεθρον δέ εἰμί μαθητής Ἀμφίων Πίσων δέ ἀνήρ ἐκ Καλαυρεία διδάσκω παρά Ἀμφίων ὁ δέ παρά ὁ Πίσων Δαμόκριτος | 0 |
| 6.3.6 | 1 | Κρατῖνος δὲ ἐξ Αἰγείρας τῆς Ἀχαιῶν τότε ἐγένετο κάλλιστος τῶν ἐφʼ ἑαυτοῦ καὶ σὺν τέχνῃ μάλιστα ἐπάλαισε, καταπαλαίσαντι δὲ αὐτῷ τοὺς παῖδας προσαναστῆσαι καὶ τὸν παιδοτρίβην ὑπὸ Ἠλείων ἐδόθη· | Cratinus from Aegeira in Achaia was at that time the most handsome of all his contemporaries among the Achaeans, and he wrestled especially skillfully; having conquered in wrestling, he was permitted by the Eleans to set up also statues of the boys and of his trainer. | Κρατῖνος δέ ἐκ αἰγείρᾱ ὁ Ἀχαιός τότε γίγνομαι κάλλιστος ὁ ἐπί ἑαυτοῦ καί σύν τέχνη μάλιστα ἐπαλείφω καταπαλαίω δέ αὐτός ὁ παῖς προσαναίστημι καί ὁ παιδοτρίβης ὑπό Ἠλεῖος δίδωμι | 0 |
| 6.3.6 | 2 | τὸν δὲ ἀνδριάντα ἐποίησε Σικυώνιος Κάνθαρος, Ἀλέξιδος μὲν πατρός, διδασκάλου δὲ ὢν Εὐτυχίδου. | The statue of Cratinus was made by Kantharos of Sicyon, the son of Alexis, who had been a student of Eutychides. | ὁ δέ ἀνδριάς ποιέω Σικυώνιος κάνθαρος Ἀλέξιδος μέν πατήρ διδάσκαλος δέ εἰμί Εὐτυχίδης | 0 |
| 6.3.7 | 1 | Εὐπολέμου δὲ Ἠλείου τὴν μὲν εἰκόνα Σικυώνιος εἴργασται Δαίδαλος · τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ μηνύει σταδίου μὲν ἀνδρῶν Ὀλυμπίασι νίκην ἀνελέσθαι τὸν Εὐπόλεμον, εἶναι δὲ καὶ δύο Πυθικοὺς αὐτῷ πεντάθλου στεφάνους καὶ ἄλλον Νεμείων. | The statue of Eupolemus of Elis was made by Daedalus of Sicyon; according to the inscription upon it, Eupolemus won at Olympia in the men's stadion race, and he had also other crowns, two from Delphi for pentathlon victories and another from Nemea. | Εὐπολέμου δέ Ἠλεῖος ὁ μέν εἰκών Σικυώνιος ἔργάζομαι Δαίδαλος ὁ δέ ἐπίγραμμα ὁ ἐπί αὐτός μηνύω στάδιον μέν ἀνήρ Ὀλυμπία νίκη ἀναιρέω ὁ εὔπολεμος εἰμί δέ καί δύο Πυθικός αὐτός πένταθλον στέφανος καί ἄλλος Νέμειος | 0 |
| 6.3.7 | 2 | λέγεται δὲ ἐπὶ τῷ Εὐπολέμῳ καὶ τάδε, ὡς ἐφεστήκοιεν τρεῖς ἐπὶ τῷ δρόμῳ τῷ πέρατι Ἑλλανοδίκαι, νικᾶν δὲ τῷ μὲν Εὐπολέμῳ δύο ἐξ αὐτῶν δοῖεν, ὁ τρίτος δὲ Ἀμβρακιώτῃ Λέοντι, καὶ ὡς χρημάτων καταδικάσαιτο ὁ Λέων ἐπὶ τῆς Ὀλυμπικῆς βουλῆς ἑκατέρου τῶν Ἑλλανοδικῶν οἳ νικᾶν τὸν Εὐπόλεμον ἔγνωσαν. | Moreover, these things are recounted concerning Eupolemus: that at the finish line stood three judges; two of them awarded the victory to Eupolemus, while the third awarded it to Leon of Ambracia. | λέγω δέ ἐπί ὁ εὐπολέμος καί ὅδε ὡς ἐφίστημι τρεῖς ἐπί ὁ δρόμος ὁ πέρας ἑλλανοδίκης νικάω δέ ὁ μέν εὐπολέμος δύο ἐκ αὐτός δίδωμι ὁ τρίτος δέ Ἀμβρακιώτης λέων καί ὡς χρῆμα καταδικάζομαι ὁ λέων ἐπί ὁ Ὀλυμπικός βουλή ἑκάτερος ὁ Ἑλλανοδίκης ὅς νικάω ὁ εὔπολεμος γιγνώσκω | 0 |
| 6.3.8 | 1 | Οἰβώτα δὲ τὸν μὲν ἀνδριάντα Ἀχαιοὶ κατὰ πρόσταγμα ἀνέθεσαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ἐπὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς· ἡ δὲ τοῦ σταδίου νίκη τῷ Οἰβώτᾳ γέγονεν Ὀλυμπιάδι ἕκτῃ. | The Achaeans dedicated the statue of Oebotas by command of the god Apollo at Delphi in the eightieth Olympiad; but Oebotas’ victory in the foot-race had taken place in the sixth Olympiad. | Οἰβώτης δέ ὁ μέν ἀνδριάς Ἀχαιός κατά πρόσταγμα ἀνατίθημι ὁ ἐν Δελφοί Ἀπόλλων ἐπί Ὀλυμπιάς ὀγδοηκοστός ὁ δέ ὁ στάδιον νίκη ὁ Οἰβώτας γίγνομαι Ὀλυμπιάς ἕκτη | 0 |
| 6.3.8 | 2 | πῶς ἂν οὖν τήν γε ἐν Πλαταιαῖς μάχην μεμαχημένος ὁ Οἰβώτας εἴη μετὰ Ἑλλήνων; | How, then, could Oebotas have fought alongside the Greeks at the battle of Plataea? | πῶς ἄν οὖν ὁ γε ἐν Πλαταιαί μάχη μαχέομαι ὁ Οἰβώτας εἴην μετά Ἕλλην | 0 |
| 6.3.8 | 3 | πέμπτῃ γὰρ ἐπὶ τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι τὸ πταῖσμα ἐγένετο τὸ ἐν Πλαταιαῖς Μαρδονίῳ καὶ Μήδοις. | For the defeat of Mardonius and the Persians at Plataea occurred in the seventy-fifth Olympiad. | πέμπτος γάρ ἐπί ὁ ἑβδομηκοστός Ὀλυμπιάς ὁ πταῖσμα γίγνομαι ὁ ἐν Πλαταιαί Μαρδόνιος καί μήδομαι | 0 |
| 6.3.8 | 4 | ἐμοὶ μὲν οὖν λέγειν μὲν τὰ ὑπὸ Ἑλλήνων λεγόμενα ἀνάγκη, πείθεσθαι δὲ πᾶσιν οὐκέτι ἀνάγκη. | I myself must indeed relate what is asserted by the Greeks; however, it is no longer necessary to believe everything. | ἐγώ μέν οὖν λέγω μέν ὁ ὑπό Ἕλλην λέγω ἀνάγκη πείθομαι δέ πᾶς οὐκέτι ἀνάγκη | 0 |
| 6.3.8 | 5 | τὰ δὲ ἄλλα ὁποῖα τὰ συμβάντα ἦν ἐς τὸν Οἰβώταν, τῇ ἐς Ἀχαιοὺς προσέσται μοι συγγραφῇ. | As for the other circumstances concerning Oebotas, I will deal with them in my account of the Achaeans. | ὁ δέ ἄλλος οἷος ὁ συμβαίνω εἰμί εἰς ὁ οἰβώτης ὁ εἰς Ἀχαιός πρόσειμι ἐγώ συγραφή | 0 |
| 6.3.9 | 1 | Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμος, γένος δὲ ὁ Ἀντίοχος ἦν ἐκ Λεπρέου· παγκρατίῳ δὲ ἄνδρας ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶς πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι. | The statue of Antiochus was made by Nicodamus. | Ἀντίοχος δέ ἀνδριάς ποιέω μέν Νικόδαμος γένος δέ ὁ Ἀντίοχος εἰμί ἐκ Λέπρεον παγκράτιον δέ ἀνήρ ἐν Ὀλυμπία μέν κρατέω ἅπαξ ἐν Ἰσθμός δέ καί Νεμέα δίς πένταθλον ἐν ἑκάτερος ὁ ἀγών | 0 |
| 6.3.9 | 2 | οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα ὥσπερ γε αὐτοῖς ἐστιν Ἠλείοις, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ---πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτος ἕστηκε---τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥ τε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡς καὶ οὗτος κατὰ ταὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο. | Antiochus was by birth from Lepreum, and he won at Olympia in the men's pankration once; at the Isthmian and Nemean games he twice won the pentathlon at each of these contests. | οὐ γάρ τις Ἰσθμός Λεπρεᾶται δεῖμα ὥσπερ γε αὐτός εἰμί Ἠλεῖος ἐπεί ὕσμων γε ὁ ἠλεῖος πλησίον δέ ὁ Ἀντίοχος καί ὕσμη οὗτος ἵστημι οὗτος ὁ ἀνήρ ἀθλέω πένταθλον ὅς τε Ὀλυμπικός νίκη καί Νέμειος γίγνομαι ὁ ἕτερος Ἰσθμός δέ δῆλος ὡς καί οὗτος κατά αὐτός Ἠλεῖος ὁ ἄλλος εἴργω | 0 |
| 6.3.10 | 1 | λέγεται δὲ παιδὶ ἔτι ὄντι τῷ Ὕσμωνι κατασκῆψαι ῥεῦμα ἐς τὰ νεῦρα, καὶ αὐτὸν ἐπὶ τούτῳ μελετῆσαι πένταθλον, ἵνα δὴ ἐκ τῶν πόνων ὑγιής τε καὶ ἄνοσος ἀνὴρ εἴη· | It is said that, while Hysmon was still a boy, a rheumatic illness settled into his sinews, and that for this very reason he undertook training in the pentathlon, so that through these exertions he might become a healthy and disease-free man. | λέγω δέ παῖς ἔτι εἰμί ὁ ὕσμων κατασκήπτω ῥεῦμα εἰς ὁ νεῦρον καί αὐτός ἐπί οὗτος μελετάω πένταθλον ἵνα δή ἐκ ὁ πόνος ὑγιής τε καί ἄνοσος ἀνήρ εἴην | 0 |
| 6.3.10 | 2 | τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν. | And indeed the practice itself brought him, as it turned out, distinguished athletic victories. | ὁ δέ ἄρα ὁ μάθημα καί νίκη μέλλω ἐπιφανής οὕτως παρασκευάζω | 0 |
| 6.3.10 | 3 | ὁ δὲ ἀνδριὰς αὐτῷ Κλέωνος μέν ἐστιν ἔργον, ἔχει δὲ ἁλτῆρας ἀρχαίους. | His statue is a work of Cleon and holds ancient jumping-weights. | ὁ δέ ἀνδριάς αὐτός Κλέων μέν εἰμί ἔργον ἔχω δέ ἁλτήρ ἀρχαῖος | 0 |
| 6.3.11 | 1 | μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ἡραίας ἀνάκειται τῆς Ἀρκάδων, Νικόστρατος Ξενοκλείδου· | Next after Hysmon lies a statue dedicated to a boy wrestler from Heraea in Arcadia, Nicostratus, son of Xenocleides. | μετά δέ ὕσμων παλαιστής παῖς ἐκ Ἡραία ἀνάκειμαι ὁ Ἀρκάς Νικόστρατος ξενοκλείδης | 0 |
| 6.3.11 | 2 | Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής. | Pantias made this statue; he was the seventh pupil in succession from Aristocles the Sicyonian, when counting through his line of teachers. | Παντίας δέ αὐτός ὁ εἰκών ποιέω ὅς ἀπό ἀριστοκλῆς ὁ Σικυώνιος καταριθμέω ὁ διδάσκω ἕβδομος ἀπό οὗτος εἰμί μαθητής | 0 |
| 6.3.11 | 3 | Δίκων δὲ ὁ Καλλιβρότου πέντε μὲν Πυθοῖ δρόμου νίκας, τρεῖς δὲ ἀνείλετο Ἰσθμίων, τέσσαρας δὲ ἐν Νεμέᾳ, καὶ Ὀλυμπικὰς μίαν μὲν ἐν παισί, δύο δὲ ἄλλας ἀνδρῶν· | Dicon, the son of Callibrotus, won five foot-race victories at Pytho, three victories at the Isthmian games, four at Nemea, and in Olympia one victory as a boy and another two as a man. | δίκη δέ ὁ Καλλιβρότης πέντε μέν Πυθώ δρόμος νίκη τρεῖς δέ ἀναιρέω Ἰσθμός τέσσαρες δέ ἐν Νεμέα καί Ὀλυμπικός εἷς μέν ἐν παῖς δύο δέ ἄλλος ἀνήρ | 0 |
| 6.3.11 | 4 | καί οἱ καὶ ἀνδριάντες ἴσοι ταῖς νίκαις εἰσὶν ἐν Ὀλυμπίᾳ. | At Olympia he has statues equal in number to his victories. | καί ὁ καί ἀνδριάς ἴσος ὁ νίκη εἰμί ἐν Ὀλυμπία | 0 |
| 6.3.11 | 5 | παιδὶ μὲν δὴ ὄντι αὐτῷ Καυλωνιάτῃ, καθάπερ γε καὶ ἦν, ὑπῆρξεν ἀναγορευθῆναι· | When he first won a victory as a boy he was proclaimed as being from Caulonia, as indeed he originally was. | παῖς μέν δή εἰμί αὐτός Καυλωνιάτης καθάπερ γε καί εἰμί ὑπάρχω ἀναγορεύω | 0 |
| 6.3.11 | 6 | τὸ δὲ ἀπὸ τούτου Συρακούσιον αὑτὸν ἀνηγόρευσεν ἐπὶ χρήμασι. | Afterward he had himself proclaimed from Syracuse in exchange for money. | ὁ δέ ἀπό οὗτος Συρακούσιος ἑαυτοῦ ἀνηγορεύω ἐπί χρῆμα | 0 |
| 6.3.12 | 1 | Καυλωνία δὲ ἀπῳκίσθη μὲν ἐς Ἰταλίαν ὑπὸ Ἀχαιῶν, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Τύφων Αἰγιεύς· | Caulonia was settled in Italy by colonists from Achaea, and Typhon of Aigion became its founder. | Καυλωνία δέ ἀποικίζω μέν εἰς Ἰταλία ὑπό Ἀχαιός οἰκιστής δέ γίγνομαι αὐτός Τυφών Αἰγιεύς | 0 |
| 6.3.12 | 2 | Πύρρου δὲ τοῦ Αἰακίδου καὶ Ταραντίνων ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον καταστάντων ἄλλαι τε τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγένοντο αἱ μὲν ὑπὸ Ῥωμαίων, αἱ δὲ ὑπὸ τῶν Ἠπειρωτῶν ἀνάστατοι, κατέλαβε δὲ ἐς ἅπαν ἐρημωθῆναι καὶ τὴν Καυλωνίαν ἁλοῦσαν ὑπὸ Καμπανῶν, οἳ Ῥωμαίοις μεγίστη τοῦ συμμαχικοῦ μοῖρα ἦσαν. | Later, when Pyrrhus son of Aeacides and the Tarentines entered into war against the Romans, many of the cities in Italy were devastated, some by the Romans and others by the Epirotes, and Caulonia too was captured by the Campanians—who formed the greatest contingent among the Roman allies—and was utterly deserted and ruined. | Πύρρος δέ ὁ Αἰακίδης καί Ταραντῖνος εἰς ὁ πρός Ῥωμαῖος πόλεμος καθίστημι ἄλλος τε ὁ ἐν Ἰταλία πόλις γίγνομαι ὁ μέν ὑπό Ῥωμαῖος ὁ δέ ὑπό ὁ Ἠπειρώτης ἀνάστατος καταλαμβάνω δέ εἰς ἅπας ἐρημόω καί ὁ Καυλωνία ἁλίσκομαι ὑπό καμπάνη ὅς Ῥωμαῖος μέγιστος ὁ συμμαχικός μοῖρα εἰμί | 0 |
| 6.3.13 | 1 | ἐπὶ δὲ τῷ Δίκωνι ἀνάκειται μὲν Ξενοφῶν Μενεφύλου παγκρατιαστὴς ἀνὴρ ἐξ Αἰγίου τῆς Ἀχαιῶν, ἀνάκειται δὲ Πυριλάμπης Ἐφέσιος λαβὼν δολίχου νίκην. | Upon the statue of Dicon stands Xenophon, son of Menephylus, a competitor in the pankration from Aigion of the Achaeans, and also Pyrilampes of Ephesus, who gained victory in the long-distance race. | ἐπί δέ ὁ δίκων ἀνάκειμαι μέν Ξενοφῶν Μενέφυλος παγκρατιαστής ἀνήρ ἐκ Αἰγίος ὁ Ἀχαιός ἀνάκειμαι δέ Πυριλάμπης Ἐφέσιος λαμβάνω δολιχός νίκη | 0 |
| 6.3.13 | 2 | τοῦ μὲν δὴ τὴν εἰκόνα ἐποίησεν Ὄλυμπος , Πυριλάμπει δὲ ὁμώνυμος καὶ ὁ πλάστης, γένος δὲ οὐ Σικυώνιος, ἀλλὰ ἐκ Μεσσήνης τῆς ὑπὸ τῇ Ἰθώμῃ. | The statue of the former was made by Olympus, while the sculptor who fashioned Pyrilampes bears the same name as the athlete himself, Pyrilampes; he was not of Sicyonian origin but rather from Messene beneath Ithome. | ὁ μέν δή ὁ εἰκών ποιέω Ὄλυμπος πυριλάμπω δέ ὁμώνυμος καί ὁ πλάστης γένος δέ οὐ Σικυώνιος ἀλλά ἐκ Μεσσήνη ὁ ὑπό ὁ Ἰθώμη | 0 |
| 6.3.14 | 1 | Λύσανδρον δὲ τὸν Ἀριστοκρίτου Σπαρτιάτην ἀνέθεσαν ἐν Ὀλυμπίᾳ Σάμιοι, | The Samians dedicated at Olympia a statue of Lysander, son of Aristocritus, a Spartan. | Λύσανδρος δέ ὁ Ἀριστοκρίτης Σπαρτιάτης ἀνατίθημι ἐν Ὀλυμπία Σάμιος | 0 |
| 6.3.14 | 2 | καὶ αὐτοῖς τὸ μὲν πρότερον τῶν ἐπιγραμμάτων ἐστὶν | Of the inscriptions upon it, the first runs as follows: | καί αὐτός ὁ μέν πρότερον ὁ ἐπιγράμμα εἰμί | 0 |
| 6.3.14 | 3 | ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος ἕστηκʼ ἀνθέντων δημοσίᾳ Σαμίων· | "In the far-famed precinct of high-ruling Zeus I stand, erected by the flourishing Samians." | ἐν πολυθαής τέμενος Ζεύς ὑψιμήδων ἵστημι ἀνθίημι δημοσίᾳ Σάμιοι | 0 |
| 6.3.14 | 4 | τοῦτο μὲν δὴ τοὺς τὸ ἀνάθημα ἀναθέντας μηνύει, τὸ δʼ ἐφεξῆς ἐς αὐτὸν ἔπαινός ἐστι Λύσανδρον· | This inscription indicates who set up the offering; the following words praise Lysander himself: | οὗτος μέν δή ὁ ὁ ἀνάθημα ἀνατίθημι μηνύω ὁ δέ ἐφεξῆς εἰς αὐτός ἔπαινος εἰμί Λύσανδρος | 0 |
| 6.3.14 | 5 | ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων, Λύσανδρʼ, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς. | "Lysander, having achieved glory by your deeds, you possess undying fame for your homeland and Aristocritus." | ἀθάνατος πάτρα καί Ἀριστοκρίτης κλέος ἔργον Λύσανδρος ἐκτελέω δόξα ἔχω ἀρετή | 0 |
| 6.3.14 | 6 | δῆλοι οὖν εἰσιν οἵ τε Σάμιοι καὶ οἱ ἄλλοι Ἴωνες, | Thus it is clear how the Samians and the rest of the Ionians felt. | δῆλος οὖν εἰμί ὁ τε Σάμιος καί ὁ ἄλλος Ἴων | 0 |
| 6.3.15 | 1 | κατὰ τὸ λεγόμενον ὑπʼ αὐτῶν Ἰώνων, τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες. | According to what is said by the Ionians themselves, they used to plaster over the two walls. | κατά ὁ λέγω ὑπό αὐτός Ἴων ὁ τοῖχος ὁ δύο ἐπαλείφω | 0 |
| 6.3.15 | 2 | Ἀλκιβιάδου μέν γε τριήρεσιν Ἀθηναίων περὶ Ἰωνίαν ἰσχύοντος ἐθεράπευον αὐτὸν Ἰώνων οἱ πολλοί, καὶ εἰκὼν Ἀλκιβιάδου χαλκῆ παρὰ τῇ Ἥρᾳ τῇ Σαμίων ἐστὶν ἀνάθημα· | Indeed when Alcibiades stood powerful with the Athenian navy around Ionia, most of the Ionians showed him honor, and a bronze statue of Alcibiades set up by the Samians stands as a dedication by the temple of Hera at Samos. | Ἀλκιβιάδης μέν γε τριήρης Ἀθηναῖος περί Ἰωνία ἰσχύω θεραπεύω αὐτός Ἴων ὁ πολύς καί εἰκών Ἀλκιβιάδης χαλκοῦς παρά ὁ Ἥρα ὁ Σάμιοι εἰμί ἀνάθημα | 0 |
| 6.3.15 | 3 | ὡς δὲ ἐν Αἰγὸς ποταμοῖς ἑάλωσαν αἱ ναῦς αἱ Ἀττικαί, Σάμιοι μὲν ἐς Ὀλυμπίαν τὸν Λύσανδρον, Ἐφέσιοι δὲ ἐς τὸ ἱερὸν ἀνετίθεσαν τῆς Ἀρτέμιδος Λύσανδρόν τε αὐτὸν καὶ Ἐτεόνικον καὶ Φάρακα καὶ ἄλλους Σπαρτιατῶν ἥκιστα ἔς γε τὸ Ἑλληνικὸν γνωρίμους. | But when the Attic fleet was captured at Aegospotami, the Samians set up at Olympia a statue of Lysander, while the Ephesians dedicated in the temple of Artemis figures of Lysander himself, and Eteonikos, Pharax, and other Spartans who were very little known in the Greek world. | ὡς δέ ἐν αἴξ ποταμός ἁλίσκομαι ὁ ναῦς ὁ ἀττικός Σάμιος μέν εἰς Ὀλυμπία ὁ Λύσανδρος Ἐφέσιος δέ εἰς ὁ ἱερός ἀνατίθημι ὁ Ἄρτεμις Λύσανδρος τε αὐτός καί Ἐτεόνικος καί φάραξ καί ἄλλος Σπαρτιάτης ἥκιστα εἰς γε ὁ Ἑλληνικός γνώριμος | 0 |
| 6.3.16 | 1 | μεταπεσόντων δὲ αὖθις τῶν πραγμάτων καὶ Κόνωνος κεκρατηκότος τῇ ναυμαχίᾳ περὶ Κνίδον καὶ ὄρος τὸ Δώριον ὀνομαζόμενον, οὕτω μετεβάλλοντο οἱ Ἴωνες, καὶ Κόνωνα ἀνακείμενον χαλκοῦν καὶ Τιμόθεον ἐν Σάμῳ τε ἔστιν ἰδεῖν παρὰ τῇ Ἥρᾳ καὶ ὡσαύτως ἐν Ἐφέσῳ παρὰ τῇ Ἐφεσίᾳ θεῷ. | When later the situation reversed again, and Conon had secured victory in the naval battle around Cnidus and the mountain called Dorion, the Ionians likewise altered their stance, and bronze statues of Conon and Timotheus may be seen set up at Samos near the temple of Hera, as well as similarly at Ephesus near the sanctuary of the Ephesian goddess. | μεταπίπτω δέ αὖθις ὁ πρᾶγμα καί Κόνων κρατέω ὁ ναυμαχία περί κνίδος καί ὄρος ὁ Δώριον ὀνομάζω οὕτως μεταβάλλω ὁ Ἴων καί Κόνων ἀνάκειμαι χαλκοῦς καί Τιμόθεος ἐν Σάμος τε εἰμί ὁράω παρά ὁ Ἥρα καί ὡσαύτως ἐν φέζω παρά ὁ Ἐφέσιος θεός | 0 |
| 6.3.16 | 2 | ταῦτα μέν ἐστιν ἔχοντα οὕτω τὸν ἀεὶ χρόνον, καὶ Ἴωσιν ὡσαύτως οἱ πάντες ἄνθρωποι θεραπεύουσι τὰ ὑπερέχοντα τῇ ἰσχύι. | These circumstances always remain thus, and likewise all people continually honor whatever surpasses them in power. | οὗτος μέν εἰμί ἔχω οὕτως ὁ ἀεί χρόνος καί ἴως ὡσαύτως ὁ πᾶς ἄνθρωπος θεραπεύω ὁ ὑπερέχω ὁ ἰσχύς | 0 |