Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 7.20

PassageSentenceGreekEnglishLemma FormsMissing
7.20.1 1 τῷ θεῷ δὲ τῷ ἐντὸς τῆς λάρνακος ἐπίκλησις μέν ἐστιν Αἰσυμνήτης, οἱ δὲ αὐτὸν ἐς τὰ μάλιστα θεραπεύοντες ἐννέα τέ εἰσιν ἄνδρες, οὓς ἂν ἐκ πάντων ὁ δῆμος προέληται κατʼ ἀξίωμα, καὶ ἴσαι γυναῖκες τοῖς ἀνδράσι. The god within the chest is called by the title Aesymnetes, and those who render him the greatest devotion are nine men, whom the people choose from all citizens according to their worth, and an equal number of women corresponding to the men. ὁ θεός δέ ὁ ἐντός ὁ λάρναξ ἐπίκλησις μέν εἰμί αἰσυμνήτης ὁ δέ αὐτός εἰς ὁ μάλιστα θεραπεύω ἐννέα τε εἰμί ἀνήρ ὅς ἄν ἐκ πᾶς ὁ δῆμος προαιρέομαι κατά ἀξίωμα καί ἴσος γυνή ὁ ἀνήρ 0
7.20.1 2 μιᾷ δὲ ἐν τῇ ἑορτῇ νυκτὶ ἐς τὸ ἐκτὸς φέρει τὴν λάρνακα ὁ ἱερεύς. During one night of the festival, the priest carries the chest outside. εἷς δέ ἐν ὁ ἑορτή νύξ εἰς ὁ ἐκτός φέρω ὁ λάρναξ ὁ ἱερεύς 0
7.20.1 3 αὕτη μὲν δὴ ἡ νὺξ γέρας τοῦτο εἴληφε, καταβαίνουσι δὲ καὶ ὁπόσοι δὴ τῶν ἐπιχωρίων παῖδες ἐπὶ τὸν Μείλιχον ἀστάχυσιν ἐστεφανωμένοι τὰς κεφαλάς· This night has received the special honor, and also children of the native inhabitants descend to the sanctuary of Meilichos, crowned upon their heads with wreaths of ears of grain. οὗτος μέν δή ὁ νύξ γέρας οὗτος λαμβάνω καταβαίνω δέ καί ὁπόσος δή ὁ ἐπιχώριος παῖς ἐπί ὁ μειλίχιος στάχυς στεφανόω ὁ κεφαλή 0
7.20.1 4 ἐκόσμουν δὲ οὕτω καὶ τὸ ἀρχαῖον οὓς ἄγοιεν τῇ Ἀρτέμιδι θύσοντες. Indeed, this same decoration was used of old for those who were led forth to be sacrificed to Artemis. κοσμέω δέ οὕτως καί ὁ ἀρχαῖος ὅς ἄγω ὁ Ἄρτεμις θύω 0
7.20.2 1 τὰ δὲ ἐφʼ ἡμῶν στεφάνους μὲν τῶν ἀσταχύων ἀποτίθενται παρὰ τῇ θεῷ, λουσάμενοι δὲ τῷ ποταμῷ καὶ αὖθις στεφάνους ἐπιθέμενοι κισσοῦ πρὸς τὸ ἱερὸν ἴασι τοῦ Αἰσυμνήτου. In my time, they place crowns of grain stalks before the goddess, and then having bathed in the river, they put on crowns of ivy and proceed to the sanctuary of Aesymnetes. ὁ δέ ἐπί ἐγώ στέφανος μέν ὁ στάχυς ἀποτίθημι παρά ὁ θεός λούω δέ ὁ ποταμός καί αὖθις στέφανος ἐπιτίθημι κισσός πρός ὁ ἱερός ἰάομαι ὁ αἰσυμνήτης 0
7.20.2 2 ταῦτα μέν σφισιν οὕτω δρᾶν καθέστηκε. This is their established custom. οὗτος μέν σφεῖς οὕτως δράω καθίστημι 0
7.20.2 3 τοῦ περιβόλου δέ ἐστιν ἐντὸς τῆς Λαφρίας καὶ Ἀθηνᾶς ναὸς ἐπίκλησιν Παναχαΐδος· ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ. Within the enclosure of Lafria stands also a temple of Athena, surnamed Panachais; her image is made of ivory and gold. ὁ περίβολος δέ εἰμί ἐντός ὁ Λαφρία καί Ἀθηνᾶ ναός ἐπίκλησις Παναχαΐς ἐλέφας ὁ ἄγαλμα καί χρυσός 0
7.20.3 1 ἐρχομένῳ δὲ ἐς τὴν κάτω πόλιν Μητρὸς Δινδυμήνης ἐστὶν ἱερόν, ἐν δὲ αὐτῷ καὶ Ἄττης ἔχει τιμάς. Descending into the lower city, there is a sanctuary of the Mother Dindymene, within which Attis also receives honors. ἔρχομαι δέ εἰς ὁ κάτω πόλις μήτηρ δινδυμήνη εἰμί ἱερόν ἐν δέ αὐτός καί Ἄττης ἔχω τιμή 0
7.20.3 2 τούτου μὲν δὴ τὸ ἄγαλμα οὐδὲν ἀποφαίνουσι· τὸ δὲ τῆς Μητρὸς λίθου πεποίηται. They display no statue of this Attis, but the image of the Mother is made of stone. οὗτος μέν δή ὁ ἄγαλμα οὐδέν ἀποφαίνω ὁ δέ ὁ μήτηρ λίθος ποιέω 0
7.20.3 3 ἔστι δὲ ἐν τῇ ἀγορᾷ Διὸς ναὸς Ὀλυμπίου, αὐτός τε ἐπὶ θρόνου καὶ ἑστῶσα Ἀθηνᾶ παρὰ τὸν θρόνον, In the marketplace is a temple of Olympian Zeus; Zeus himself seated on a throne, and Athena standing beside his throne. εἰμί δέ ἐν ὁ ἀγορά Ζεύς ναός Ὀλύμπιος αὐτός τε ἐπί θρόνος καί ἵστημι Ἀθηνᾶ παρά ὁ θρόνος 0
7.20.3 4 τῆς τε Ἥρας ἄγαλμα τοῦ Ὀλυμπίου πέραν ἱερόν τε Ἀπόλλωνος πεποίηται καὶ Ἀπόλλων χαλκοῦς, γυμνὸς ἐσθῆτος· Beyond the sanctuary of Olympian Zeus is a statue of Hera, as well as a sanctuary dedicated to Apollo, and a bronze Apollo made without clothing. ὁ τε Ἥρα ἄγαλμα ὁ Ὀλύμπιος πέραν ἱερόν τε Ἀπόλλων ποιέω καί Ἀπόλλων χαλκοῦς γυμνός ἐσθής 0
7.20.3 5 ὑποδήματα δὲ ὑπὸ τοῖς ποσίν ἐστιν αὐτῷ, καὶ τῷ ἑτέρῳ ποδὶ ἐπὶ κρανίου βέβηκε βοός. Beneath his feet lie sandals, and with one foot he stands upon the skull of an ox. ὑπόδημα δέ ὑπό ὁ πούς εἰμί αὐτός καί ὁ ἕτερος πούς ἐπί κρανίον βαίνω βοῦς 0
7.20.4 1 βουσὶ γὰρ χαίρειν μάλιστα Ἀπόλλωνα Ἀλκαῖός τε ἐδήλωσεν ἐν ὕμνῳ τῷ ἐς Ἑρμῆν, γράψας ὡς ὁ Ἑρμῆς βοῦς ὑφέλοιτο τοῦ Ἀπόλλωνος, καὶ ἔτι πρότερον ἢ Ἀλκαῖον γενέσθαι πεποιημένα ἦν Ὁμήρῳ βοῦς Ἀπόλλωνα Λαομέδοντος ἐπὶ μισθῷ νέμειν· That Apollo delights especially in cattle was stated clearly by Alcaeus in his hymn to Hermes, where he writes that Hermes stole Apollo's cattle. βοῦς γάρ χαίρω μάλιστα Ἀπόλλων Ἀλκαῖος τε δηλόω ἐν ὕμνος ὁ εἰς Ἑρμῆς γράφω ὡς ὁ Ἑρμῆς βοῦς ὑφέλομαι ὁ Ἀπόλλων καί ἔτι πρότερον ἤ Ἀλκαῖος γίγνομαι ποιέω εἰμί Ὅμηρος βοῦς Ἀπόλλων Λαομέδων ἐπί μισθός νέμω 0
7.20.4 2 Ποσειδῶνι περιέθηκεν ἐν Ἰλιάδι τὰ ἔπη, And even earlier than Alcaeus' time, Homer had composed that Apollo herded the cattle of Laomedon as payment, though in the Iliad he attributes these verses to Poseidon. Ποσειδῶν περιτίθημι ἐν Ἰλιάς ὁ ἔπος 0
7.20.5 1 ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα, εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· Indeed I myself built a wall around the city for the Trojans, wide and exceedingly fine, so that the city would become impregnable. ἤτοι ἐγώ Τρῶες πόλις περί τεῖχος δέω εὐρύς τε καί μάλα καλός ἵνα ἄρρηκτος πόλις εἴην 0
7.20.5 2 Φοῖβε, σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες. Phoebus, but you were pasturing the curved-horned cattle with their rolling gait. (Hom. Il. 21.446–448) Φοίβος σύ δέ εἰλίπους ἕλιξ βοῦς βουκολέω 0
7.20.5 3 τὰ μὲν δὴ ἐς τὸ κρανίον τοῦ βοὸς ἐπὶ τοιῷδε ἄν τις εἰκάσειε πεποιῆσθαι· Such is about the way one might conjecture the skull of the ox to have been made. ὁ μέν δή εἰς ὁ κρανίον ὁ βοῦς ἐπί τοιοῦτος ἄν τις εἰκάζω ποιέω 0
7.20.5 4 ἔστι δὲ ἐν ὑπαίθρῳ τῆς ἀγορᾶς ἄγαλμά τε Ἀθηνᾶς καὶ πρὸ αὐτοῦ Πατρέως τάφος. In the open area of the market-place there is a statue of Athena, and before it is the tomb of Patreus. εἰμί δέ ἐν ὑπαίθριος ὁ ἀγορά ἄγαλμα τε Ἀθηνᾶ καί πρό αὐτός πατεύς τάφος 0
7.20.6 1 ἔχεται δὲ τῆς ἀγορᾶς τὸ Ὠιδεῖον, καὶ Ἀπόλλων ἐνταῦθα ἀνάκειται θέας ἄξιος· Next to the marketplace stands the Odeion, where also is set up a statue of Apollo, worthy of viewing. ἔχω δέ ὁ ἀγορά ὁ ὠιδεῖον καί Ἀπόλλων ἐνταῦθα ἀνάκειμαι θέα ἄξιος 0
7.20.6 2 ἐποιήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα ἐπὶ τὸν στρατὸν τῶν Γαλατῶν οἱ Πατρεῖς ἤμυναν Αἰτωλοῖς Ἀχαιῶν μόνοι. It was made from spoils taken when the people of Patrai, alone among the Achaeans, aided the Aetolians against the army of the Gauls. ποιέω δέ ἀπό λάφυρον ἡνίκα ἐπί ὁ στρατός ὁ Γαλάτης ὁ πατήρ ἀμύνω Αἰτωλός Ἀχαιός μόνος 0
7.20.6 3 κεκόσμηται δὲ καὶ ἐς ἄλλα τὸ Ὠιδεῖον ἀξιολογώτατα τῶν ἐν Ἕλλησι, πλήν γε δὴ τοῦ Ἀθήνῃσι· The Odeion is adorned with other notable decorations as well, making it among the most remarkable in Greece, except, of course, the one in Athens. κοσμέω δέ καί εἰς ἄλλος ὁ ὠιδεῖον ἀξιολόγωτατα ὁ ἐν Ἕλλην πλήν γε δή ὁ Ἀθήνη 0
7.20.6 4 τοῦτο γὰρ μεγέθει τε καὶ ἐς τὴν πᾶσαν ὑπερῆρκε κατασκευήν, ἀνὴρ δὲ Ἀθηναῖος ἐποίησεν Ἡρώδης ἐς μνήμην ἀποθανούσης γυναικός. For the Athenian Odeion surpasses all in both size and general magnificence; it was built by Herodes, an Athenian citizen, in memory of his deceased wife. οὗτος γάρ μέγεθος τε καί εἰς ὁ πᾶς ὑπεραίρω κατασκευή ἀνήρ δέ Ἀθηναῖος ποιέω Ἡρώδης εἰς μνήμη ἀποθνῄσκω γυνή 0
7.20.6 5 ἐμοὶ δὲ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐς τοῦτο παρείθη τὸ Ὠιδεῖον, ὅτι πρότερον ἔτι ἐξείργαστό μοι τὰ ἐς Ἀθηναίους ἢ ὑπῆρκτο Ἡρώδης τοῦ οἰκοδομήματος. In my account of Attica I omitted mention of this Odeion, as my work on Athens had already been completed before Herodes had begun its construction. ἐγώ δέ ἐν ὁ Ἀτθίς συγραφή ὁ εἰς οὗτος παρίημι ὁ ὠιδεῖον ὅτι πρότερον ἔτι ἐξεργάζομαι ἐγώ ὁ εἰς Ἀθηναῖος ἤ ὑπάρχω Ἡρώδης ὁ οἰκοδόμημα 0
7.20.7 1 ἐν Πάτραις δὲ ἰόντι ἐκ τῆς ἀγορᾶς, ᾗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, πύλη κατὰ τὴν ἔξοδόν ἐστι ταύτην, καὶ ἐπιθήματα ἐπὶ τῆς πύλης ἀνδριάντες εἰσὶν ἐπίχρυσοι, Πατρεύς τε καὶ Πρευγένης καὶ Ἀθερίων, οἳ Πατρέως ἡλικίαν παιδὸς ἔχοντος καὶ αὐτοὶ παῖδές εἰσι. In Patrae, as you go from the market-place toward the sanctuary of Apollo, there is a gate at that exit, and set upon this gate are gilded statues: Patreus, Preugenes, and Atherion—the last two being boys of the same age as Patreus, who himself is represented as a child. ἐν πάτρα δέ εἶμι ἐκ ὁ ἀγορά ὅς ὁ ἱερός ὁ Ἀπόλλων πύλη κατά ὁ ἔξοδος εἰμί οὗτος καί ἐπίθημα ἐπί ὁ πύλη ἀνδριάς εἰμί ἐπίχρυσος πατρεύς τε καί Πρευγένης καί ἀθέριος ὅς πατεύς ἡλικία παῖς ἔχω καί αὐτός παῖς εἰμί 0
7.20.7 2 τῆς δὲ ἀγορᾶς ἄντικρυς κατὰ ταύτην τὴν διέξοδον τέμενός ἐστιν Ἀρτέμιδος καὶ ναὸς Λιμνάτιδος. Directly opposite the market-place, along this road, is a precinct sacred to Artemis and a temple of Artemis Limnatis. ὁ δέ ἀγορά ἄντικρυς κατά οὗτος ὁ διέξοδος τέμενος εἰμί Ἄρτεμις καί ναός λιμνάτις 0
7.20.8 1 ἐχόντων δὲ ἤδη Λακεδαίμονα καὶ Ἄργος Δωριέων, ὑφελέσθαι Πρευγένην τῆς Λιμνάτιδος τὸ ἄγαλμα κατὰ ὄψιν ὀνείρατος λέγουσιν ἐκ Σπάρτης, κοινωνῆσαι δὲ αὐτῷ τοῦ ἐγχειρήματος τῶν δούλων τὸν εὐνούστατον. After Lacedaemon and Argos had come into the hands of the Dorians, they say that Preugenes removed the statue from Limnatis following the vision of a dream sent from Sparta, confiding his plan to the most trustworthy of his slaves. ἔχω δέ ἤδη Λακεδαίμων καί Ἄργος Δωριεύς ὑφέλομαι Πρευγένης ὁ λιμνάτις ὁ ἄγαλμα κατά ὄψις ὄνειραρ λέγω ἐκ Σπάρτη κοινωνέω δέ αὐτός ὁ ἐγχείρημα ὁ δοῦλος ὁ εὔνουστος 0
7.20.8 2 τὸ δὲ ἄγαλμα τὸ ἐκ τῆς Λακεδαίμονος τὸν μὲν ἄλλον χρόνον ἔχουσιν ἐν Μεσόᾳ, ὅτι καὶ ἐξ ἀρχῆς ὑπὸ τοῦ Πρευγένους ἐς τοῦτο ἐκομίσθη τὸ χωρίον· This statue from Lacedaemon they ordinarily keep at Mesoa, for it had first been brought there by Preugenes. ὁ δέ ἄγαλμα ὁ ἐκ ὁ Λακεδαίμων ὁ μέν ἄλλος χρόνος ἔχω ἐν μέσος ὅτι καί ἐκ ἀρχή ὑπό ὁ Πρευγένης εἰς οὗτος κομίζω ὁ χωρίον 0
7.20.8 3 ἐπειδὰν δὲ τῇ Λιμνάτιδι τὴν ἑορτὴν ἄγωσι, τῆς θεοῦ τις τῶν οἰκετῶν ἐκ Μεσόας ἔρχεται τὸ ξόανον κομίζων τὸ ἀρχαῖον ἐς τὸ τέμενος τὸ ἐν τῇ πόλει. But when they hold the festival in honor of Limnatis, one of the household slaves brings the ancient wooden image from Mesoa to the sanctuary of the goddess within the city. ἐπειδάν δέ ὁ λιμνάτις ὁ ἑορτή ἄγω ὁ θεός τις ὁ οἰκέτης ἐκ μέσος ἔρχομαι ὁ ξόανον κομίζω ὁ ἀρχαῖος εἰς ὁ τέμενος ὁ ἐν ὁ πόλις 0
7.20.9 1 τούτου δὲ τοῦ τεμένους ἐστὶ καὶ ἄλλα τοῖς Πατρεῦσιν ἱερά· πεποίηται δὲ ταῦτα οὐκ ἐν ὑπαίθρῳ, ἀλλὰ ἔσοδος ἐς αὐτὰ διὰ τῶν στοῶν ἐστι. Within this precinct, the Patrenses possess also other sacred shrines; these are not placed in the open air, but one approaches them through porticoes. οὗτος δέ ὁ τέμενος εἰμί καί ἄλλος ὁ πατεύς ἱερός ποιέω δέ οὗτος οὐ ἐν ὑπαίθριος ἀλλά ἔσοδος εἰς αὐτός διά ὁ στοά εἰμί 0
7.20.9 2 τὸ μὲν δὴ ἄγαλμα τοῦ Ἀσκληπιοῦ, πλὴν ἐσθῆτος, λίθου τὰ ἄλλα· Ἀθηνᾶ δὲ ἐλέφαντος εἴργασται καὶ χρυσοῦ. The statue of Asclepius is entirely of stone except the garments; Athena is fashioned from ivory and gold. ὁ μέν δή ἄγαλμα ὁ Ἀσκληπιός πλήν ἐσθής λίθος ὁ ἄλλος Ἀθηνᾶ δέ ἐλέφας ἔργάζομαι καί χρυσός 0
7.20.9 3 πρὸ δὲ τῆς Ἀθηνᾶς τοῦ ἱεροῦ Πρευγένους μνῆμά ἐστιν· ἐναγίζουσι δὲ καὶ τῷ Πρευγένει κατὰ ἔτος, ὡσαύτω; δὲ καὶ Πατρεῖ, τὴν ἑορτὴν τῇ Λιμνάτιδι ἄγοντες. In front of the temple of Athena is the tomb of Preugenes, and they offer solemn sacrifices annually to Preugenes, as they do also to Patreus, celebrating the feast dedicated to Limnatis. πρό δέ ὁ Ἀθηνᾶ ὁ ἱερόν Πρευγένης μνῆμα εἰμί ἐναγίζω δέ καί ὁ Πρευγένης κατά ἔτος ὡσαύτως δέ καί πατέω ὁ ἑορτή ὁ λιμνάτις ἄγω 0
7.20.9 4 τοῦ θεάτρου δὲ οὐ πόρρω Νεμέσεως ναὸς καὶ ἕτερός ἐστιν Ἀφροδίτης· μεγέθει μεγάλα λίθου λευκοῦ τὰ ἀγάλματα. Not far from the theater are a shrine of Nemesis and another of Aphrodite; both statues are large in size and made of white marble. ὁ θέατρον δέ οὐ πόρρω νέμεσις ναός καί ἕτερος εἰμί Ἀφροδίτη μέγεθος μέγας λίθος λευκός ὁ ἄγαλμα 0