Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 8.11

PassageSentenceGreekEnglishLemma FormsMissing
8.11.1 1 μετὰ δὲ τὸ ἱερὸν τοῦ Ποσειδῶνος χωρίον ὑποδέξεταί σε δρυῶν πλῆρες, καλούμενον Πέλαγος, καὶ ἐκ Μαντινείας ἡ ἐς Τεγέαν ὁδὸς φέρει διὰ τῶν δρυῶν. After the sanctuary of Poseidon, you will come upon a place full of oak trees, called Pelagos ("Sea"), and the road from Mantineia to Tegea passes through these oaks. μετά δέ ὁ ἱερός ὁ Ποσειδῶν χωρίον ὑποδέχομαι σύ δρυς πλήρης καλέω πέλαγος καί ἐκ Μαντίνεια ὁ εἰς Τεγέα ὁδός φέρω διά ὁ δρυς 0
8.11.1 2 Μαντινεῦσι δὲ ὅροι πρὸς Τεγεάτας εἰσὶν ὁ περιφερὴς ἐν τῇ λεωφόρῳ βωμός. On the boundaries between Mantineia and Tegea there is a round altar by the roadside. Μαντινεύς δέ ὅρος πρός Τεγεάτης εἰμί ὁ περιφερής ἐν ὁ λεωφόρος βωμός 0
8.11.1 3 εἰ δὲ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος ἐς ἀριστερὰν ἐκτραπῆναι θελήσειας, σταδίους τε ἥξεις μάλιστά που πέντε καὶ ἐπὶ τῶν Πελίου θυγατέρων ἀφίξῃ τοὺς τάφους· If, however, you wish to turn left from Poseidon's sanctuary, you will go about five stades and arrive at the tombs of the daughters of Pelias. εἰ δέ ἀπό ὁ ἱερόν ὁ Ποσειδῶν εἰς ἀριστερός ἐκτρέπω θέλω στάδιον τε ἥξω μάλιστα πού πέντε καί ἐπί ὁ Πήλιος θυγάτηρ ἀφικνέομαι ὁ τάφος 0
8.11.1 4 ταύτας φασὶν οἱ Μαντινεῖς μετοικῆσαι παρὰ σφᾶς, τὰ ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀνείδη φευγούσας. The Mantineans say these women settled among them when fleeing from the reproaches connected to the death of their father. οὗτος φημί ὁ Μαντινεύς μετοικέω παρά σφεῖς ὁ ἐπί ὁ θάνατος ὁ πατήρ ὄνειδος φεύγω 0
8.11.2 1 ὡς γὰρ δὴ ἀφίκετο ἡ Μήδεια ἐς Ἰωλκόν, αὐτίκα ἐπεβούλευε τῷ Πελίᾳ, τῷ ἔργῳ μὲν συμπράσσουσα τῷ Ἰάσονι, τῷ λόγῳ δὲ ἀπεχθανομένη. For indeed, when Medea arrived in Iolcus, she immediately plotted against Pelias, practically assisting Jason but outwardly showing hostility toward him. ὡς γάρ δή ἀφικνέομαι ὁ Μήδεια εἰς Ἰωλκός αὐτίκα ἐπιβουλεύω ὁ Πελίας ὁ ἔργον μέν συμπράσσω ὁ Ἰάσων ὁ λόγος δέ ἀπεχθάνομαι 0
8.11.2 2 ἐπαγγέλλεται τοῦ Πελίου ταῖς θυγατράσιν ὡς τὸν πατέρα αὐταῖς, ἢν ἐθέλωσιν, ἀποφανοῖ νέον ἀντὶ γέροντος παλαιοῦ· She promised Pelias' daughters that, if they wished it, she would restore their father to youth, turning him young instead of being an old man. ἐπαγγέλλω ὁ Πήλιος ὁ θυγατήρ ὡς ὁ πατήρ αὐτός ἐάν ἐθέλω ἀποφαίνω νέος ἀντί γέρων παλαιός 0
8.11.2 3 κατασφάξασα δὲ ὅτῳ δὴ τρόπῳ κριὸν τὰ κρέα ὁμοῦ φαρμάκοις ἐν λέβητι ἥψησεν, οἷς ἐκ τοῦ λέβητος τὸν κριὸν τὸν ἑψόμενον ἄρνα ἐξήγαγε ζῶντα· Having slaughtered a ram by some contrivance, she boiled its flesh together with magical herbs in a cauldron, through whose powers she then brought forth from that cauldron the ram—no longer a ram, but rather a living young lamb. κατασφάζω δέ ὅστις δή τρόπος κριός ὁ κρέας ὁμοῦ φάρμακον ἐν λέβης ἥσσω ὅς ἐκ ὁ λέβης ὁ κριός ὁ ἕπομαι ἀρήν ἐξάγω ζάω 0
8.11.3 1 παραλαμβάνει τε δὴ τὸν Πελίαν κατακόψασα ἑψῆσαι, καὶ αὐτὸν ἐκομίσαντο αἱ θυγατέρες οὐδὲ ἐς ταφὴν ἔτι ἐπιτήδειον. Indeed, after cutting Pelias into pieces, she persuaded his daughters to boil him, and thus they received their father's body, no longer fit even for burial. παραλαμβάνω τε δή ὁ πελία κατακόπτω ἕπω καί αὐτός κομίζω ὁ θυγάτηρ οὐδέ εἰς ταφή ἔτι ἐπιτήδειος 0
8.11.3 2 τοῦτο ἠνάγκασε τὰς γυναῖκας ἐς Ἀρκαδίαν μετοικῆσαι, καὶ ἀποθανούσαις τὰ μνήματα ἐχώσθη σφίσιν αὐτοῦ· This compelled the women to migrate to Arcadia, and having died there, their tombs were built in that very place. οὗτος ἀναγκάζω ὁ γυνή εἰς Ἀρκαδία μετοικέω καί ἀποθνῄσκω ὁ μνῆμα χώννυμι σφεῖς αὐτός 0
8.11.3 3 ὀνόματα δὲ αὐταῖς ποιητὴς μὲν ἔθετο οὐδείς, ὅσα γε ἐπελεξάμεθα ἡμεῖς, Μίκων δὲ ὁ ζωγράφος Ἀστερόπειάν τε εἶναι καὶ Ἀντινόην ἐπὶ ταῖς εἰκόσιν αὐτῶν ἐπέγραψεν. No poet, at least among those whom I have examined, has named these women; but Micon the painter, in his inscriptions accompanying their portraits, identified them as Asteropeia and Antinoe. ὄνομα δέ αὐτός ποιητής μέν τίθημι οὐδείς ὅσος γε ἐπιλέγομαι ἐγώ μίκων δέ ὁ ζωγράφος ἀστερόπεια τε εἰμί καί Ἀντινόη ἐπί ὁ εἴκοσι αὐτός ἐπιγράφω 0
8.11.4 1 χωρίον δὲ ὀνομαζόμενον Φοίζων περὶ εἴκοσί που σταδίους τῶν τάφων ἐστὶν ἀπωτέρω τούτων· About twenty stades further away from these tombs is a place called Phoizon. χωρίον δέ ὀνομάζω φοίζω περί εἴκοσι πού στάδιον ὁ τάφος εἰμί ἀπωτέρω οὗτος 0
8.11.4 2 ὁ δὲ Φοίζων μνῆμά ἐστι λίθου περιεχόμενον κρηπῖδι, ἀνέχον δὲ οὐ πολὺ ὑπὲρ τῆς γῆς. Phoizon is a grave surrounded by a stone base, rising only a little above the ground. ὁ δέ φοίζω μνῆμα εἰμί λίθος περιέχω κρηπίς ἔχω δέ οὐ πολύς ὑπέρ ὁ γῆ 0
8.11.4 3 κατὰ τοῦτο ἥ τε ὁδὸς μάλιστα στενὴ γίνεται καὶ τὸ μνῆμα Ἀρηιθόου λέγουσιν εἶναι, Κορυνήτου διὰ τὸ ὅπλον ἐπονομασθέντος. At this point, the road becomes especially narrow, and they say the tomb is that of Areithoös, who was surnamed Korynetes ("Clubman") because of his weapon. κατά οὗτος ὅς τε ὁδός μάλιστα στενός γίγνομαι καί ὁ μνῆμα ἀρηίθοος λέγω εἰμί Κορυνήτης διά ὁ ὅπλον ἐπονομάζω 0
8.11.5 1 κατὰ δὲ τὴν ἐς Παλλάντιον ἐκ Μαντινείας ἄγουσαν προελθόντι ὡς τριάκοντά που σταδίους, παρήκει κατὰ τοῦτο ἐς τὴν λεωφόρον ὁ τοῦ Πελάγους καλουμένου δρυμός, καὶ τὰ ἱππικὰ τὸ Ἀθηναίων τε καὶ Μαντινέων ἐνταῦθα ἐμαχέσαντο ἐναντία τῆς Βοιωτίας ἵππου. About thirty stadia along the road from Mantineia toward Pallantium, the grove called Pelagos extends to the highway, and here the cavalry forces of the Athenians and Mantineians fought against the Boeotian horsemen. κατά δέ ὁ εἰς Παλλάντιον ἐκ Μαντίνεια ἄγω προέρχομαι ὡς τριάκοντα πού στάδιον πάρειμι κατά οὗτος εἰς ὁ λεωφόρος ὁ ὁ πέλαγος καλέω δρυμός καί ὁ ἱππικός ὁ Ἀθηναῖος τε καί Μαντινεύς ἐνταῦθα μάχομαι ἐναντίος ὁ Βοιωτία ἵππος 0
8.11.5 2 Ἐπαμινώνδαν δὲ ἀποθανεῖν Μαντινεῖς μὲν ὑπὸ Μαχαιρίωνος Μαντινέως φασὶν ἀνδρός· ὡσαύτως δὲ καὶ Λακεδαιμόνιοι Σπαρτιάτην λέγουσιν εἶναι τὸν ἀποκτείναντα Ἐπαμινώνδαν, τίθενται δὲ Μαχαιρίωνα ὄνομα καὶ οὗτοι τῷ ἀνδρί. The Mantineians say Epaminondas was killed by Machairion, a Mantineian; likewise, the Lacedaemonians report that the slayer of Epaminondas was a Spartan, yet they, too, give this man the name Machairion. Ἐπαμεινώνδας δέ ἀποθνῄσκω Μαντινεύς μέν ὑπό μαχαιρίων Μαντινεύς φημί ἀνήρ ὡσαύτως δέ καί Λακεδαιμόνιος Σπαρτιάτης λέγω εἰμί ὁ ἀποκτείνω Ἐπαμεινώνδας τίθημι δέ μαχαιρίων ὄνομα καί οὗτος ὁ ἀνήρ 0
8.11.6 1 ὁ δὲ Ἀθηναίων ἔχει λόγος--- ὁμολογοῦσι δὲ αὐτῷ καὶ Θηβαῖοι---τρωθῆναι τὸν Ἐπαμινώνδαν ὑπὸ Γρύλου· παραπλήσια δέ σφισίν ἐστι καὶ τὰ ἐν τῇ γραφῇ τῇ τὸ ἔργον ἐχούσῃ τὸ ἐν Μαντινείᾳ. The Athenians have a tradition—which the Thebans also confirm—that Epaminondas was struck down by Grylus; their account fits closely with the depiction in the painting that portrays the battle of Mantinea. ὁ δέ Ἀθηναῖος ἔχω λόγος ὁμολογέω δέ αὐτός καί Θηβαῖος τρώγω ὁ Ἐπαμεινώνδας ὑπό γρύλος παραπλήσιος δέ σφεῖς εἰμί καί ὁ ἐν ὁ γραφή ὁ ὁ ἔργον ἔχω ὁ ἐν Μαντίνεια 0
8.11.6 2 φαίνονται δὲ οἱ Μαντινεῖς Γρύλον μὲν δημοσίᾳ τε θάψαντες καὶ ἔνθα ἔπεσεν ἀναθέντες εἰκόνα ἐπὶ στήλης ὡς ἀνδρὸς ἀρίστου τῶν συμμάχων· Μαχαιρίωνα δὲ λόγῳ μὲν καὶ αὐτοὶ καὶ οἱ Λακεδαιμόνιοι λέγουσιν, ἔργῳ δὲ οὔτε ἐν Σπάρτῃ Μαχαιρίων ἐστὶν οὐδείς, οὐ μὴν οὐδὲ παρὰ Μαντινεῦσιν, ὅτῳ γεγόνασιν ὡς ἀνδρὶ ἀγαθῷ τιμαί. The Mantineans themselves evidently buried Grylus at public expense and erected at the spot where he fell a statue set upon a pillar, honoring him as the bravest of their allies; as for Machairion, both they and the Lacedaemonians indeed praise him verbally, yet in fact there is no monument for Machairion, either in Sparta or among the Mantineans, that honors him as an outstanding man. φαίνομαι δέ ὁ Μαντινεύς γρύλος μέν δημοσίᾳ τε θάπτω καί ἔνθα πίπτω ἀνατίθημι εἰκών ἐπί στήλη ὡς ἀνήρ ἄριστος ὁ σύμμαχος μαχαιρίων δέ λόγος μέν καί αὐτός καί ὁ Λακεδαιμόνιος λέγω ἔργον δέ οὔτε ἐν Σπάρτη μαχαιρίον εἰμί οὐδείς οὐ μήν οὐδέ παρά Μαντινεύς ὅστις γίγνομαι ὡς ἀνήρ ἀγαθός τιμή 0
8.11.7 1 ὡς δὲ ἐτέτρωτο ὁ Ἐπαμινώνδας, ἐκκομίζουσιν ἔτι ζῶντα ἐκ τῆς παρατάξεως αὐτόν. When Epaminondas had been wounded, they carried him, still alive, out of the battle. ὡς δέ τιτρώσκω ὁ Ἐπαμεινώνδας ἐκκομίζω ἔτι ζάω ἐκ ὁ παράταξις αὐτός 0
8.11.7 2 ὁ δὲ τέως μὲν τὴν χεῖρα ἔχων ἐπὶ τῷ τραύματι ἐταλαιπώρει καὶ ἐς τοὺς μαχομένους ἀφεώρα. At first he suffered, holding his hand upon the wound and continuing to gaze at the combatants. ὁ δέ τέως μέν ὁ χείρ ἔχω ἐπί ὁ τραῦμα ταλαιπωρέω καί εἰς ὁ μάχομαι ἀφοράω 0
8.11.7 3 ὁπόθεν δὲ ἀπέβλεπεν ἐς αὐτούς, ὠνόμαζον Σκοπὴν οἱ ἔπειτα. The place from which he looked upon them was afterward named 'Scope' (Lookout). ὅθεν δέ ἀποβλέπω εἰς αὐτός ὀνομάζω σκοπή ὁ ἔπειτα 0
8.11.7 4 λαβόντος δὲ ἴσον τοῦ ἀγῶνος πέρας, οὕτω τὴν χεῖρα ἀπέσχεν ἀπὸ τοῦ τραύματος· καὶ αὐτὸν ἀφέντα τὴν ψυχὴν ἔθαψαν ἔνθα σφίσιν ἐγένετο ἡ συμβολή. But after the fighting had reached an indecisive conclusion, he withdrew his hand from the wound, and, having released his life, they buried him on the very spot where their armies had clashed. λαμβάνω δέ ἴσος ὁ ἀγών πέρας οὕτως ὁ χείρ ἀπέχω ἀπό ὁ τραῦμα καί αὐτός ἀφίημι ὁ ψυχή θάπτω ἔνθα σφεῖς γίγνομαι ὁ συμβολή 0
8.11.8 1 τῷ τάφῳ δὲ κίων τε ἐφέστηκε καὶ ἀσπὶς ἐπʼ αὐτῷ δράκοντα ἔχουσα ἐπειργασμένον· Upon his tomb is erected a pillar, and upon it stands a shield adorned with a sculpted serpent. ὁ τάφος δέ κίων τε ἐφίστημι καί ἀσπίς ἐπί αὐτός δράκων ἔχω ἐξεργάζομαι 0
8.11.8 2 ὁ μὲν δὴ δράκων ἐθέλει σημαίνειν γένους τῶν Σπαρτῶν καλουμένων εἶναι τὸν Ἐπαμινώνδαν, Indeed, this serpent is meant to signify that Epaminondas belonged to the race of those called the Spartoi. ὁ μέν δή δράκων ἐθέλω σημαίνω γένος ὁ Σπαρτιάτης καλέω εἰμί ὁ Ἐπαμεινώνδας 0
8.11.8 3 στῆλαι δέ εἰσιν ἐπὶ τῷ μνήματι, ἡ μὲν ἀρχαία καὶ ἐπίγραμμα ἔχουσα Βοιώτιον, τὴν δὲ αὐτήν τε ἀνέθηκεν Ἀδριανὸς βασιλεὺς καὶ ἐποίησε τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῇ. There are two inscriptions at the tomb: the older contains an epitaph in the Boeotian dialect; the other was set up later by the Emperor Hadrian, who himself composed the verses inscribed upon it. στήλη δέ εἰμί ἐπί ὁ μνῆμα ὁ μέν ἀρχαῖος καί ἐπίγραμμα ἔχω Βοιώτιον ὁ δέ αὐτός τε ἀνατίθημι Ἁδριανός βασιλεύς καί ποιέω ὁ ἐπίγραμμα ὁ ἐπί αὐτός 0
8.11.9 1 τὸν δὲ Ἐπαμινώνδαν τῶν παρʼ Ἕλλησι στρατηγίας ἕνεκα εὐδοκιμησάντων μάλιστα ἐπαινέσαι τις ἂν ἢ ὕστερόν γε οὐδενὸς ποιήσαιτο· One might praise Epaminondas above all the Greeks who became famous for their generalship, or at least regard him as second to none who came after him. ὁ δέ Ἐπαμεινώνδας ὁ παρά Ἕλλην στρατηγία ἕνεκα εὐδοκιμέω μάλιστα ἐπαινέω τις ἄν ἤ ὕστερον γε οὐδείς ποιέω 0
8.11.9 2 Λακεδαιμονίων μὲν γὰρ καὶ Ἀθηναίων τοῖς ἡγεμόσι πόλεών τε ἀξίωμα ὑπῆρχεν ἐκ παλαιοῦ καὶ οἱ στρατιῶται φρονήματός τι ἦσαν ἔχοντες, For the rulers of Sparta and Athens long possessed great prestige due to the importance of their cities, and their soldiers always had a certain pride in their spirit. Λακεδαιμόνιος μέν γάρ καί Ἀθηναῖος ὁ ἡγεμών πόλις τε ἀξίωμα ὑπάρχω ἐκ παλαιός καί ὁ στρατιώτης φρόνημα τις εἰμί ἔχω 0
8.11.9 3 Θηβαίους δὲ Ἐπαμινώνδας ἀθύμους τὰς γνώμας καὶ ἄλλων ἀκούειν εἰωθότας ἀπέφηνεν ἐν οὐ πολλῷ πρωτεύοντας. Epaminondas, however, took the Thebans, who were faint-hearted and accustomed to obeying others, and in a short time made them foremost among the Greeks. Θηβαῖος δέ Ἐπαμεινώνδας ἄθυμος ὁ γνώμη καί ἄλλος ἀκούω ἔθω ἀποφαίνω ἐν οὐ πολύς πρωτεύω 0
8.11.10 1 ἐγεγόνει δὲ τῷ Ἐπαμινώνδᾳ μαντεία πρότερον ἔτι ἐκ Δελφῶν πέλαγος αὐτὸν φυλάσσεσθαι· Epaminondas had previously received an oracle from Delphi that warned him to beware of "Pelagos." γίγνομαι δέ ὁ Ἐπαμεινώνδας μαντεία πρότερον ἔτι ἐκ Δελφοί πέλαγος αὐτός φυλάσσω 0
8.11.10 2 καὶ ὁ μὲν τριήρους τε μὴ ἐπιβῆναι μηδὲ ἐπὶ νεὼς φορτίδος πλεῦσαι δεῖμα εἶχε, τῷ δὲ ἄρα Πέλαγος δρυμὸν καὶ οὐ θάλασσαν προέλεγεν ὁ δαίμων. Consequently, he was afraid to embark upon a trireme or even sail aboard a merchant vessel; however, the god, it seems, foretold "Pelagos" as a wooded area rather than the sea. καί ὁ μέν τριήρης τε μή ἐπιβαίνω μηδέ ἐπί νεώς φορτίς πλέω δεῖμα ἔχω ὁ δέ ἄρα πέλαγος δρυμός καί οὐ θάλασσα προλέγω ὁ δαίμων 0
8.11.10 3 χωρία δὲ τὰ ὁμώνυμα καὶ Ἀννίβαν ὕστερον τὸν Καρχηδόνιον καὶ πρότερον ἔτι Ἀθηναίους ἠπάτησεν. Such homonyms misled Hannibal the Carthaginian later, and even earlier deceived the Athenians. χωρίον δέ ὁ ὁμώνυμος καί Ἀννίβας ὕστερον ὁ Καρχηδόνιος καί πρότερον ἔτι Ἀθηναῖος ἀπατάω 0
8.11.11 1 Ἀννίβᾳ γὰρ χρησμὸς ἀφίκετο παρὰ Ἄμμωνος ὡς ἀποθανὼν γῇ καλυφθήσεται τῇ Λιβύσσῃ. For Hannibal received an oracle from Ammon, that he would die and be buried in Libyssa. Ἀννίβας γάρ χρησμός ἀφικνέομαι παρά Ἄμμων ὡς ἀποθνῄσκω γῆ καλυφθήσομαι ὁ λίβυσσα 0
8.11.11 2 ὁ μὲν δὴ ἤλπιζεν ἀρχήν τε τὴν Ῥωμαίων καθαιρήσειν καὶ οἴκαδε ἐς τὴν Λιβύην ἐπανελθὼν τελευτήσειν γήρᾳ τὸν βίον. He himself therefore expected that he would destroy the empire of the Romans, return home to Libya, and end his life there in old age. ὁ μέν δή ἐλπίζω ἀρχή τε ὁ Ῥωμαῖος καθαιρέω καί οἴκαδε εἰς ὁ Λιβύη ἐπανέρχομαι τελευτάω γῆρας ὁ βίος 0
8.11.11 3 Φλαμινίου δὲ τοῦ Ῥωμαίου ποιουμένου σπουδὴν ἑλεῖν ζῶντα αὐτόν, ἀφικόμενος παρὰ Προυσίαν ἱκέτης καὶ ἀπωσθεὶς ὑπʼ αὐτοῦ ἀνεπήδα τε ἐπὶ τὸν ἵππον καὶ γυμνωθέντος τοῦ ξίφους τιτρώσκεται τὸν δάκτυλον. But when Flaminius the Roman was making eager effort to capture him alive, Hannibal fled as a suppliant to Prusias, and, having been rejected by him, he leapt upon his horse, and, as he drew his sword, wounded one of his fingers. φλαμίνιος δέ ὁ Ῥωμαῖος ποιέω σπουδή αἱρέω ζάω αὐτός ἀφικνέομαι παρά προυσία ἱκέτης καί ἀπωθέω ὑπό αὐτός ἀναπηδάω τε ἐπί ὁ ἵππος καί γυμνόω ὁ ξίφος τιτρώσκω ὁ δάκτυλος 0
8.11.11 4 προελθόντι δέ οἱ στάδια οὐ πολλὰ πυρετός τε ἀπὸ τοῦ τραύματος καὶ ἡ τελευτὴ τριταίῳ συνέβη· After advancing only a short distance, he was seized on the third day by fever from the wound, and died. προέρχομαι δέ ὁ στάδιον οὐ πολύς πυρετός τε ἀπό ὁ τραῦμα καί ὁ τελευτή τρίτος συμβαίνω 0
8.11.11 5 τὸ δὲ χωρίον ἔνθα ἀπέθανε καλοῦσιν οἱ Νικομηδεῖς Λίβυσσαν. The place where he met his end is called Libyssa by the people of Nicomedia. ὁ δέ χωρίον ἔνθα ἀποθνῄσκω καλέω ὁ Νικομηδεῖς Λιβύη 0
8.11.12 1 Ἀθηναίοις δὲ μάντευμα ἐκ Δωδώνης Σικελίαν ἦλθεν οἰκίζειν, ἡ δὲ οὐ πόρρω τῆς πόλεως ἡ Σικελία λόφος ἐστὶν οὐ μέγας· οἱ δὲ οὐ συμφρονήσαντες τὸ εἰρημένον ἔς τε ὑπερορίους στρατείας προήχθησαν καὶ ἐς τὸν Συρακοσίων πόλεμον. An oracle from Dodona came to the Athenians commanding them to found a settlement in "Sicily," and there is indeed, near their city, a hill called Sicily, though not a large one; but failing to understand the true meaning of this oracle, they were drawn into expeditions overseas and into the war against Syracuse. Ἀθηναῖος δέ μάντευμα ἐκ Δωδώνη Σικελία ἔρχομαι οἰκίζω ὁ δέ οὐ πόρρω ὁ πόλις ὁ Σικελία λόφος εἰμί οὐ μέγας ὁ δέ οὐ συμφρονέω ὁ λέγω εἰς τε ὑπερόριος στρατεία προάγω καί εἰς ὁ Συρακόσιος πόλεμος 0
8.11.12 2 ἔχοι δʼ ἄν τις καὶ πλέονα τοῖς εἰρημένοις ἐοικότα ἄλλα ἐξευρεῖν. One could find many other instances similar to those I have mentioned. ἔχω δέ ἄν τις καί πλείων ὁ εἴρημαι ἔοικα ἄλλος ἐξευρίσκω 0