Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.46.1 | 1 | τῆς δὲ Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας τὸ ἀρχαῖον, σὺν δὲ αὐτῇ καὶ ὑὸς τοῦ Καλυδωνίου τοὺς ὀδόντας ἔλαβεν ὁ Ῥωμαίων βασιλεὺς Αὔγουστος, Ἀντώνιον πολέμῳ καὶ τὸ Ἀντωνίου νικήσας συμμαχικόν, ἐν ᾧ καὶ οἱ Ἀρκάδες πλὴν Μαντινέων ἦσαν οἱ ἄλλοι. | The ancient image of Athena Alea, together with the tusks of the Calydonian boar, was taken by Augustus, emperor of the Romans, after defeating Antony and his allied forces in war, among whom were also the Arcadians, with the exception only of the Mantineans. | ὁ δέ Ἀθηνᾶ ὁ ἄγαλμα ὁ ἀλέα ὁ ἀρχαῖος σύν δέ αὐτός καί ὗς ὁ Καλυδώνιος ὁ ὀδούς λαμβάνω ὁ Ῥωμαῖος βασιλεύς Αὔγουστος Ἀντώνιον πόλεμος καί ὁ Ἀντωνίου νικάω συμμαχικός ἐν ὅς καί ὁ Ἀρκάς πλήν Μαντινεύς εἰμί ὁ ἄλλος | 2 |
| 8.46.2 | 1 | φαίνεται δὲ οὐκ ἄρξας ὁ Αὔγουστος ἀναθήματα καὶ ἕδη θεῶν ἀπάγεσθαι παρὰ τῶν κρατηθέντων, καθεστηκότι δὲ ἐκ παλαιοῦ χρησάμενος. | It appears that Augustus was not the initiator of removing dedications and images of the gods from conquered peoples, but rather employed a custom long established from earlier times. | φαίνω δέ οὐ ἄρχω ὁ Αὔγουστος ἀνάθημα καί ἕδη θεός ἀπάγεσθαι παρά ὁ κρατέω καθεστηκότι δέ ἐκ παλαιός χράομαι | 3 |
| 8.46.2 | 2 | Ἰλίου τε γὰρ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα Ἑλλήνων, Σθενέλῳ τῷ Καπανέως τὸ ξόανον τοῦ Διὸς ἐδόθη τοῦ Ἑρκείου· | For when Troy was captured and the Greeks were distributing the spoils, the wooden image of Zeus Herkeios was given to Sthenelus, the son of Capaneus. | Ἴλιον τε γάρ ἁλίσκομαι καί νέμω ὁ λάφυρον Ἕλλην σθενέλας ὁ Καπανεύς ὁ ξόανον ὁ Ζεύς δίδωμι ὁ ἑρκαῖος | 0 |
| 8.46.2 | 3 | καὶ ἔτεσιν ὕστερον πολλοῖς Δωριέων ἐς Σικελίαν ἐσοικιζομένων, Ἀντίφημος ὁ Γέλας οἰκιστὴς πόλισμα Σικανῶν Ὀμφάκην πορθήσας μετεκόμισεν ἐς Γέλαν ἄγαλμα ὑπὸ Δαιδάλου πεποιημένον. | Years later, too, when the Dorians settled in Sicily, Antiphemos, the founder of Gela, having destroyed Omphake, a town of the Sikanians, carried off to Gela an image crafted by Daedalus. | καί ἔτος ὕστερον πολύς Δωριεύς εἰς Σικελία ἐσοικιζομένων Ἀντίφημος ὁ Γέλας οἰκιστής πόλισμα Σικανῶν Ὀμφάκην πορθέω μετεκόμισεν εἰς Γέλαν ἄγαλμα ὑπό δαίδαλος ποιέω | 7 |
| 8.46.3 | 1 | βασιλέα τε τῶν Περσῶν Ξέρξην τὸν Δαρείου, χωρὶς ἢ ὅσα ἐξεκόμισε τοῦ Ἀθηναίων ἄστεως, τοῦτο μὲν ἐκ Βραυρῶνος καὶ ἄγαλμα ἴσμεν τῆς Βραυρωνίας λαβόντα Ἀρτέμιδος, τοῦτο δὲ αἰτίαν ἐπενεγκὼν Μιλησίοις, ἐθελοκακῆσαι σφᾶς ἐναντία Ἀθηναίων ἐν τῇ Ἑλλάδι ναυμαχήσαντας, τὸν χαλκοῦν ἔλαβεν Ἀπόλλωνα τὸν ἐν Βραγχίδαις· | Xerxes, son of Darius, the king of the Persians, carried away from Brauron, besides what he took from the city of the Athenians, the image of Artemis Brauronia—we know he took this—and furthermore, having laid blame upon the Milesians, asserting that they had deliberately behaved cowardly when fighting against the Athenians in the naval engagement in Greece, he seized the bronze Apollo from Branchidae. | βασιλεύς τε ὁ Πέρσης Ξέρξης ὁ Δαρεῖος χωρίς ἤ ὅσος ἐξεκόμισε ὁ Ἀθηναῖος ἄστυ οὗτος μέν ἐκ βραυρών καί ἄγαλμα οἶδα ὁ Βραυρώνια λαμβάνω Ἄρτεμις οὗτος δέ αἰτία ἐπενεγκὼν Μιλήσιος θελοκακέω σφεῖς ἐναντίος Ἀθηναῖος ἐν ὁ Ἑλλάς ναυμαχήσαντας ὁ χαλκοῦς λαμβάνω Ἀπόλλων ὁ ἐν Βραγχίδαι | 3 |
| 8.46.3 | 2 | καὶ τὸν μὲν ὕστερον ἔμελλε χρόνῳ Σέλευκος καταπέμψειν Μιλησίοις, | This statue, at a later time, Seleucus was destined to restore to the Milesians. | καί ὁ μέν ὕστερον μέλλω χρόνος Σελευκός καταπέμψειν Μιλήσιος | 1 |
| 8.46.3 | 3 | Ἀργείοις δὲ τὰ ἐκ Τίρυνθος ἔτι καὶ ἐς ἐμὲ τὸ μὲν παρὰ τῇ Ἥρᾳ ξόανον, τὸ δὲ ἐν τοῦ Ἀπόλλωνός ἐστιν ἀνακείμενον τοῦ Λυκίου· | As for the Argives, even down to my day, the objects taken from Tiryns are still with them: the wooden statue placed beside Hera, and the other object dedicated in the temple of Apollo Lycius. | Ἀργεῖος δέ ὁ ἐκ Τίρυνς ἔτι καί εἰς ἐγώ ὁ μέν παρά ὁ Ἥρα ξόανον ὁ δέ ἐν ὁ Ἀπόλλων εἰμί ἀνάκειμαι ὁ Λύκιος | 0 |
| 8.46.4 | 1 | Κυζικηνοί τε, ἀναγκάσαντες πολέμῳ Προκοννησίους γενέσθαι σφίσι συνοίκους, Μητρὸς Δινδυμήνης ἄγαλμα ἔλαβον ἐκ Προκοννήσου· | The Cyzicenes, having compelled the Proconnesians by war to combine and live with them, took from Proconnesus the statue of Mother Dindymene. | Κυζικηνοί τε ἀναγκάσαντες πόλεμος Προκοννησίους γίγνομαι σφεῖς σύνοικος μήτηρ δινδυμήνη ἄγαλμα λαμβάνω ἐκ Προκοννήσου | 4 |
| 8.46.4 | 2 | τὸ δὲ ἄγαλμά ἐστι χρυσοῦ, καὶ αὐτοῦ τὸ πρόσωπον ἀντὶ ἐλέφαντος ἵππων τῶν ποταμίων ὀδόντες εἰσὶν εἰργασμένοι. | The statue is made of gold, and its face, instead of ivory, is fashioned from the teeth of river horses. | ὁ δέ ἄγαλμα εἰμί χρυσός καί αὐτός ὁ πρόσωπον ἀντί ἐλέφας ἵππος ὁ ποτάμιος ὀδούς εἰμί ἐργάζομαι | 0 |
| 8.46.4 | 3 | βασιλεὺς μὲν δὴ Αὔγουστος καθεστηκότα ἐκ παλαιοῦ καὶ ὑπό τε Ἑλλήνων νομιζόμενα καὶ βαρβάρων εἰργάσατο· | Augustus, after becoming emperor, made regular the rites that had existed from ancient times, observed both by Greeks and barbarians. | βασιλεύς μέν δή Αὔγουστος καθίστημι ἐκ παλαιός καί ὑπό τε Ἕλλην νομίζω καί βάρβαρος ἐργάζομαι | 0 |
| 8.46.4 | 4 | Ῥωμαίοις δὲ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας ἐς τὴν ἀγορὰν τὴν ὑπὸ Αὐγούστου ποιηθεῖσαν, ἐς ταύτην ἐστὶν ἰόντι. | As for the Romans, the statue of Athena Alea stands in the marketplace which was constructed by Augustus; one encounters it upon entering this marketplace. | Ῥωμαῖος δέ ὁ Ἀθηνᾶ ὁ ἄγαλμα ὁ ἀλέα εἰς ὁ ἀγορά ὁ ὑπό Αὔγουστος ποιέω εἰς οὗτος εἰμί εἶμι | 0 |
| 8.46.5 | 1 | τοῦτο μὲν δὴ ἐνταῦθα ἀνάκειται ἐλέφαντος διὰ παντὸς πεποιημένον, τέχνη δὲ Ἐνδοίου. | This object here is set up entirely fashioned of ivory, the workmanship being by Endoeus. | οὗτος μέν δή ἐνταῦθα ἀνάκειμαι ἐλέφας διά πᾶς ποιέω τέχνη δέ ἐνδοῖος | 0 |
| 8.46.5 | 2 | τοῦ δὲ ὑὸς τῶν ὀδόντων κατεᾶχθαι μὲν τὸν ἕτερόν φασιν οἱ ἐπὶ τοῖς θαύμασιν, ὁ δʼ ἔτι ἐξ αὐτῶν λειπόμενος ἀνέκειτο ἐν βασιλέως κήποις ἐν ἱερῷ Διονύσου, τὴν περίμετρον τοῦ μήκους παρεχόμενος ἐς ἥμισυ μάλιστα ὀργυιᾶς. | Of the boar’s tusks, those responsible for the religious treasures say that one has been broken off, while the remaining one was deposited in the gardens of the king, in the sanctuary of Dionysus; it measures approximately half a fathom in circumference along its length. | ὁ δέ ὗς ὁ ὀδόντων κατεάγνυμι μέν ὁ ἕτερος φημί ὁ ἐπί ὁ θαύμασιν ὁ δέ ἔτι ἐκ αὐτός λειπόμενος ἀνάκειμαι ἐν βασιλεύς κῆπος ἐν ἱερός Διόνυσος ὁ περίμετρον ὁ μῆκος παρέχομαι εἰς ἥμισυς μάλιστα ὀργυιά | 4 |