Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.17.1 | 1 | ἐς ἅπαν δὲ ἀσθενείας τότε μάλιστα κατῆλθεν ἡ Ἑλλάς, λυμανθεῖσα κατὰ μέρη καὶ διαπορθηθεῖσα ἐξ ἀρχῆς ὑπὸ τοῦ δαίμονος. | Hellas then reached the utmost weakness, devastated region by region and thoroughly wasted from its earliest state by the divinity. | εἰς ἅπας δέ ἀσθένεια τότε μάλιστα κατέρχομαι ὁ Ἑλλάς λυμαίνω κατά μέρος καί διαπορθέω ἐκ ἀρχή ὑπό ὁ δαίμων | 0 |
| 7.17.1 | 2 | Ἄργος μέν, ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν ἐπὶ τῶν καλουμένων ἡρώων, ὁμοῦ τῇ μεταβολῇ τῇ ἐς Δωριέας ἐπέλιπε τὸ ἐκ τῆς τύχης εὐμενές· | As for Argos, a city that had attained the greatest power in the age of the so-called heroes, at the same time of the change to the Dorians, its previous good fortune deserted it. | Ἄργος μέν εἰς πλεῖστος ἀφικνέομαι δύναμις πόλις ἐπί ὁ καλέω ἥρως ὁμοῦ ὁ μεταβολή ὁ εἰς Δωριεύς ἐπιλείπω ὁ ἐκ ὁ τύχη εὐμενής | 0 |
| 7.17.2 | 1 | τὸ δὲ ἔθνος τὸ Ἀττικόν, ἀπὸ τοῦ Πελοποννησίων πολέμου καὶ νόσου τῆς λοιμώδους ἀνενεγκόν τε καὶ αὖθις ἀνανηξάμενον, ἔτεσιν ἔμελλεν οὐ πολλοῖς ὕστερον ἡ Μακεδόνων ἀκμὴ καθαιρήσειν· | The Attic people, having recovered from both the Peloponnesian War and the devastating plague and again regaining strength, were fated a few years later to be brought low by Macedonian power. | ὁ δέ ἔθνος ὁ Ἀττικός ἀπό ὁ Πελοποννήσιος πόλεμος καί νόσος ὁ λοιμώδης ἀναφέρω τε καί αὖθις ἀνανήχομαι ἔτος μέλλω οὐ πολύς ὕστερον ὁ Μακεδών ἀκμή καθαιρέω | 0 |
| 7.17.2 | 2 | κατέσκηψε δὲ ἐκ Μακεδονίας καὶ ἐς τὰς Βοιωτίας Θήβας τὸ Ἀλεξάνδρου μήνιμα. | Out of Macedonia also came Alexander's wrath upon Thebes in Boeotia. | κατασκῆπτω δέ ἐκ Μακεδονία καί εἰς ὁ Βοιωτία Θῆβαι ὁ Ἀλέξανδρος μήνιμα | 0 |
| 7.17.2 | 3 | Λακεδαιμονίοις δὲ Ἐπαμινώνδας ὁ Θηβαῖος καὶ αὖθις ὁ Ἀχαιῶν πόλεμος ἐγένετο· | As for the Lacedaemonians, they experienced first the attack of Epaminondas the Theban, and later the war against the Achaeans. | Λακεδαιμόνιος δέ Ἐπαμεινώνδας ὁ Θηβαῖος καί αὖθις ὁ Ἀχαιός πόλεμος γίγνομαι | 0 |
| 7.17.2 | 4 | ὅτε δὲ καὶ μόγις, ἅτε ἐκ δένδρου λελωβημένου καὶ αὔου τὰ πλείονα, ἀνεβλάστησεν ἐκ τῆς Ἑλλάδος τὸ Ἀχαϊκόν, καὶ αὐτὸ ἡ κακία τῶν στρατηγησάντων ἐκόλουσεν ἔτι αὐξανόμενον. | But when at length, like a tree that had been maimed and mostly withered, the Achaean nation sprouted anew from Hellas, its further growth was checked once again by the incompetence of its leaders. | ὅτε δέ καί μόγις ἅτε ἐκ δένδρον λωβεύω καί αὔω ὁ πλείων ἀναβλαστάνω ἐκ ὁ Ἑλλάς ὁ Ἀχαϊκός καί αὐτός ὁ κακία ὁ στρατηγεύω κολούω ἔτι αὐξάνω | 0 |
| 7.17.3 | 1 | χρόνῳ δὲ ὕστερον ἐς Νέρωνα ἡ βασιλεία περιῆλθεν ἡ Ῥωμαίων, καὶ ἐλεύθερον ὁ Νέρων ἀφίησιν ἁπάντων, ἀλλαγὴν πρὸς δῆμον ποιησάμενος τὸν Ῥωμαίων· | At a later time, the imperial power of Rome passed to Nero, who gave Greece complete freedom, thus making an exchange favorable to the Roman people. | χρόνος δέ ὕστερον εἰς Νέρων ὁ βασιλεία περιέρχομαι ὁ Ῥωμαῖος καί ἐλεύθερος ὁ Νέρων ἀφίημι ἁπᾶς ἀλλαγή πρός δῆμος ποιέω ὁ Ῥωμαῖος | 0 |
| 7.17.3 | 2 | Σαρδὼ γὰρ τὴν νῆσον ἐς τὰ μάλιστα εὐδαίμονα ἀντὶ Ἑλλάδος σφίσιν ἀντέδωκεν. | For in place of Greece, he granted them the island of Sardinia, one of the richest of all lands. | Σαρδώ γάρ ὁ νῆσος εἰς ὁ μάλιστα εὐδαίμων ἀντί Ἑλλάς σφεῖς ἀποδίδωμι | 0 |
| 7.17.3 | 3 | ἀπιδόντι οὖν ἐς τοῦτό μοι τοῦ Νέρωνος τὸ ἔργον ὀρθότατα εἰρηκέναι Πλάτων ἐφαίνετο ὁ Ἀρίστωνος, ὁπόσα ἀδικήματα μεγέθει καὶ τολμήματί ἐστιν ὑπερηρκότα, οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων, ψυχῆς δὲ γενναίας ὑπὸ ἀτόπου παιδείας διεφθαρμένης. | Looking upon this act of Nero, it seemed to me that Plato, son of Ariston, was most correct in stating that certain transgressions are so excessively great and daring in nature that ordinary men could never commit them; rather, they arise from a noble soul corrupted by a perverse education. | ἀποδίδωμι οὖν εἰς οὗτος ἐγώ ὁ Νέρων ὁ ἔργον ὀρθός εἴρω Πλάτων φαίνω ὁ Ἀρίστων ὁπόσος ἀδίκημα μέγεθος καί τόλμημα εἰμί ὑπερήρκα οὐ ὁ ἐπιτυγχάνω εἰμί οὗτος ἀνήρ ψυχή δέ γενναῖος ὑπό ἄτοπος παιδεία διαφθείρω | 0 |
| 7.17.4 | 1 | οὐ μὴν Ἕλλησί γε ἐξεγένετο ὄνασθαι τοῦ δώρου· | However, it was not granted to the Greeks to benefit from this gift. | οὐ μήν Ἕλλην γε ἐξγίγνομαι ὄνασθαι ὁ δῶρον | 0 |
| 7.17.4 | 2 | Οὐεσπασιανοῦ γὰρ μετὰ Νέρωνα ἄρξαντος ἐς ἐμφύλιον στάσιν προήχθησαν, καὶ σφᾶς ὑποτελεῖς τε αὖθις ὁ Οὐεσπασιανὸς εἶναι φόρων καὶ ἀκούειν ἐκέλευσεν ἡγεμόνος, ἀπομεμαθηκέναι φήσας τὴν ἐλευθερίαν τὸ Ἑλληνικόν. | For after Nero, when Vespasian had become emperor, they fell once more into civil strife, and Vespasian ordered that they again become subjects, paying tribute and obeying a governor, declaring that the Greek people had forgotten how to use their freedom. | Οὐεσπασιανός γάρ μετά Νέρων ἄρχω εἰς ἐμφύλιος στάσις προάγω καί σφεῖς ὑποτελής τε αὖθις ὁ Οὐεσπασιανός εἰμί φόρος καί ἀκούω κελεύω ἡγεμών ἀπομανθάνω φημί ὁ ἐλευθερία ὁ Ἑλληνικός | 0 |
| 7.17.5 | 1 | τάδε μὲν οὕτω συμβάντα εὕρισκον· | These events I found to have occurred as described above. | ὅδε μέν οὕτως συμβαίνω εὑρίσκω | 0 |
| 7.17.5 | 2 | Ἀχαιοῖς δὲ ὅροι καὶ Ἠλείοις τῆς χώρας ποταμός τε Λάρισος καὶ Ἀθηνᾶς ἐπὶ τῷ ποταμῷ ναός ἐστι Λαρισαίας, | Between the Eleians and the Achaeans the boundary of their territories is the river Larisos, and by this river is situated a temple of Athena Larisaea. | Ἀχαιός δέ ὅρος καί Ἠλεῖος ὁ χώρα ποταμός τε Λάρισος καί Ἀθηνᾶ ἐπί ὁ ποταμός ναός εἰμί Λαρισαία | 0 |
| 7.17.5 | 3 | καὶ Ἀχαιῶν πόλις Δύμη σταδίους ὅσον τε τριάκοντα ἀπέχει τοῦ Λαρίσου. | The Achaian city of Dyme lies about thirty stadia from the Larisos. | καί Ἀχαιός πόλις δύμη στάδιον ὅσος τε τριάκοντα ἀπέχω ὁ Λάρισα | 0 |
| 7.17.5 | 4 | ταύτην Φίλιππος ὁ Δημητρίου πολεμῶν μόνην τῶν Ἀχαϊκῶν ἔσχεν ὑπήκοον, καὶ ἐπὶ τῇ αἰτίᾳ ταύτῃ Σουλπίκιος, ἡγεμὼν καὶ οὗτος Ῥωμαίων, ἐπέτρεψε τῇ στρατιᾷ διαρπάσαι τὴν Δύμην· | During his war against the Achaeans, Philip, son of Demetrius, made Dyme alone of all the Achaian cities subject to him; and for this reason Sulpicius, another general of the Romans, permitted his army to plunder Dyme. | οὗτος Φίλιππος ὁ Δημήτριος πολέω μόνος ὁ Ἀχαϊκός ἔχω ὑπήκοος καί ἐπί ὁ αἰτία οὗτος Σουλπίκιος ἡγεμών καί οὗτος Ῥωμαῖος ἐπιτρέπω ὁ στρατιά διαρπάζω ὁ δύναμις | 0 |
| 7.17.5 | 5 | Αὔγουστος δὲ ὕστερον καὶ προσένειμεν αὐτὴν Πατρεῦσιν. | Later, Augustus bestowed this city upon the people of Patrae. | Αὔγουστος δέ ὕστερον καί προσνέμω αὐτός πατεύς | 0 |
| 7.17.6 | 1 | ἐκαλεῖτο δὲ τὰ μὲν ἀρχαιότερα Πάλεια· ἐχόντων δὲ ἔτι Ἰώνων ὄνομά οἱ μετέθεντο τὸ ἐφʼ ἡμῶν, σαφῶς δὲ οὐκ οἶδα εἴτε ἀπὸ γυναικὸς ἐπιχωρίας Δύμης εἴτε ἀπὸ Δύμαντος τοῦ Αἰγιμίου. | In earlier times, the city was called Paleia; but when the Ionians still inhabited it, they changed the name to that which it bears today. | καλέω δέ ὁ μέν ἀρχαῖος πάλεια ἔχω δέ ἔτι Ἴων ὄνομα ὁ μετίημι ὁ ἐπί ἐγώ σαφῶς δέ οὐ οἶδα εἴτε ἀπό γυνή ἐπιχώριος δύναμις εἴτε ἀπό δύμας ὁ Αἰγίμιος | 0 |
| 7.17.6 | 2 | ὑπὸ δὲ τοῦ ἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη ἄν τις ἐς ἀλογίαν. | But I cannot clearly determine whether it was named after a local woman, Dyme, or after Dymas, the son of Aegimius. | ὑπό δέ ὁ ἐλεγείον ὁ Ὀλυμπιάς ἐπί ὁ εἰκών ὁ Οἰβώτης οὐ προάγω ἄν τις εἰς ἀλογία | 0 |
| 7.17.6 | 3 | Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲ ἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι, ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ λέγον· | Moreover, considering the elegiac verses inscribed at Olympia upon the statue of Oebotas, no one could reasonably argue otherwise. | Οἰβώτας γάρ ἀνήρ Δυμαῖος στάδιον μέν ἀναιρέω νίκη Ὀλυμπιάς ἕκτη εἰκών δέ ἐν Ὀλυμπία περί ὁ ὀγδοηκοστός Ὀλυμπιάς κατά μάντευμα ἐκ Δελφοί ἀξιόω ἐπίγραμμα εἰμί ἐπί αὐτός λέγω | 0 |
| 7.17.7 | 1 | Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδʼ Ἁχαιὸς πατρίδα Πάλειαν θῆκʼ ὀνομαστοτέραν. | This Achaean, Oebotas of Oeneia, having won the foot-race, made his native city Paleia more distinguished. | οἰνία Οἰβώτας στάδιον νικάω ὁ Ἀχαιός πατρίς παλαιός τίθημι ὀνομαστός | 0 |
| 7.17.7 | 2 | τοῦτο οὖν οὐκ ἄν τινι ἀλογίαν παραστήσειεν, εἰ Πάλειαν ἀλλὰ μὴ Δύμην τὸ ἐπίγραμμα καλεῖ τὴν πόλιν· | Therefore, it should cause no perplexity if the epigram refers to the city as Paleia rather than Dyme. | οὗτος οὖν οὐ ἄν τις ἀλογία παρίστημι εἰ παλαιός ἀλλά μή δύναμις ὁ ἐπίγραμμα καλέω ὁ πόλις | 0 |
| 7.17.7 | 3 | τὰ γὰρ ἀρχαιότερα ὀνόματα ἐς ποίησιν ἐπάγεσθαι τῶν ὑστέρων καθεστηκός ἐστιν Ἕλλησι, καὶ Ἀμφιάραόν τε καὶ Ἄδραστον Φορωνείδας καὶ Ἐρεχθείδην ἐπονομάζουσι τὸν Θησέα. | For among the Greeks it is customary in poetry to resort to older names rather than later ones; thus they call Amphiaraüs and Adrastus Phoroneidae, and Theseus an Erechtheid. | ὁ γάρ ἀρχαῖος ὄνομα εἰς ποίησις ἐπάγομαι ὁ ὕστερος καθεστηκώς εἰμί Ἕλλην καί Ἀμφιάραος τε καί Ἄδραστος Φορωνεύς καί Ἐρεχθεύς ἐπονομάζω ὁ Θησεύς | 0 |
| 7.17.8 | 1 | ὀλίγον δὲ πρὸ τοῦ ἄστεώς ἐστι τοῦ Δυμαίων ἐν δεξιᾷ τῆς ὁδοῦ τάφος Σωστράτου· μειράκιον δὲ ἦν τῶν ἐπιχωρίων, γενέσθαι δὲ Ἡρακλέους ἐρώμενόν φασιν αὐτόν, καὶ---ἀποθανεῖν γὰρ τὸν Σώστρατον Ἡρακλέους ἔτι ὄντος μετὰ ἀνθρώπων---οὕτως οἱ τὸν Ἡρακλέα τό τε μνῆμα αὐτὸν εἶναι τὸν ποιήσαντα καὶ ἀπαρχὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ τριχῶν δοῦναι. | A little before reaching the city of Dyme, there is on the right side of the road the tomb of Sostratos; this Sostratos was a youth among the local inhabitants, and they relate that he was beloved by Heracles, and—since Sostratos had died when Heracles was still in the company of humans—Heracles himself, they say, built his tomb and offered as first-fruits some locks of hair cut from his own head. | ὀλίγος δέ πρό ὁ ἄστυ εἰμί ὁ δυμαῖος ἐν δεξιός ὁ ὁδός τάφος Σώστρατος μειράκιον δέ εἰμί ὁ ἐπιχώριος γίγνομαι δέ Ἡρακλῆς ἐράω φημί αὐτός καί ἀποθνῄσκω γάρ ὁ Σώστρατος Ἡρακλῆς ἔτι εἰμί μετά ἀνήρ οὕτως ὁ ὁ Ἡρακλῆς ὁ τε μνῆμα αὐτός εἰμί ὁ ποιέω καί ἀπαρχή ἀπό ὁ ἐν ὁ κεφαλή τρίχα δίδωμι | 0 |
| 7.17.8 | 2 | ἐπίθημα δὲ καὶ ἐς ἐμὲ ἔτι στήλη τε ἦν ἐπὶ τοῦ χώματος καὶ Ἡρακλῆς ἐπειργασμένος· | Even to my day a monument remained upon the tomb mound, bearing an image of Heracles. | ἐπίθημα δέ καί εἰς ἐγώ ἔτι στήλη τε εἰμί ἐπί ὁ χῶμα καί Ἡρακλῆς ἐπειργασμένος | 0 |
| 7.17.8 | 3 | ἐλέγετο δὲ ὡς οἱ ἐπιχώριοι καὶ ἐναγίζουσι τῷ Σωστράτῳ. | It was said by the people living in the region that they still offered sacrifices to Sostratos. | λέγω δέ ὡς ὁ ἐπιχώριος καί ἐναγίζω ὁ Σωστράτος | 0 |
| 7.17.9 | 1 | Δυμαίοις δὲ ἔστι μὲν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἐς τὰ μάλιστα ἀρχαῖον, ἔστι δὲ καὶ ἄλλο ἱερόν σφισι Δινδυμήνῃ μητρὶ καὶ Ἄττῃ πεποιημένον. | The Dymaeans possess a temple of Athena and an extremely ancient statue. | δυμαίος δέ εἰμί μέν Ἀθηνᾶ ναός καί ἄγαλμα εἰς ὁ μάλιστα ἀρχαῖος εἰμί δέ καί ἄλλος ἱερόν σφεῖς δινδυμήνη μήτηρ καί Ἄττη ποιέω | 0 |
| 7.17.9 | 2 | Ἄττης δὲ ὅστις ἦν, οὐδὲν οἷός τε ἦν ἀπόρρητον ἐς αὐτὸν ἐξευρεῖν, ἀλλὰ Ἑρμησιάνακτι μὲν τῷ τὰ ἐλεγεῖα γράψαντι πεποιημένα ἐστὶν ὡς υἱός τε ἦν Καλαοῦ Φρυγὸς καὶ ὡς οὐ τεκνοποιὸς ὑπὸ τῆς μητρὸς τεχθείη· | They also have another sanctuary, dedicated to the Mother Dindymene and to Attis. | Ἄττης δέ ὅστις εἰμί οὐδέν οἷος τε εἰμί ἀπόρρητος εἰς αὐτός ἐξευρίσκω ἀλλά Ἑρμησιάναξ μέν ὁ ὁ ἐλεγεία γράφω ποιέω εἰμί ὡς υἱός τε εἰμί καλάος φρυγός καί ὡς οὐ τεκνοποιός ὑπό ὁ μήτηρ τίκτω | 0 |
| 7.17.9 | 3 | ἐπεὶ δὲ ηὔξητο, μετῴκησεν ἐς Λυδίαν τῷ Ἑρμησιάνακτος λόγῳ καὶ Λυδοῖς ὄργια ἐτέλει Μητρός, ἐς τοσοῦτο ἥκων παρʼ αὐτῇ τιμῆς ὡς Δία αὐτῇ νεμεσήσαντα ὗν ἐπὶ τὰ ἔργα ἐπιπέμψαι τῶν Λυδῶν. | As for who this Attis was, I was unable to discover anything definite about him, since it is not permitted to speak openly concerning him. | ἐπεί δέ αὔξω μετοικέω εἰς Λυδία ὁ Ἑρμησιάναξ λόγος καί Λυδός ὄργια τελέω μήτηρ εἰς τοσοῦτος ἥκω παρά αὐτός τιμή ὡς διά αὐτός νεμεσάω ὗς ἐπί ὁ ἔργον ἐπιπέμπω ὁ Λυδός | 0 |
| 7.17.10 | 1 | ἐνταῦθα ἄλλοι τε τῶν Λυδῶν καὶ αὐτὸς Ἄττης ἀπέθανεν ὑπὸ τοῦ ὑός· | In this place, many others among the Lydians died, and Attis himself was slain by a boar. | ἐνταῦθα ἄλλος τε ὁ Λυδός καί αὐτός Ἄττης ἀποθνῄσκω ὑπό ὁ ὗς | 0 |
| 7.17.10 | 2 | καί τι ἑπόμενον τούτοις Γαλατῶν δρῶσιν οἱ Πεσσινοῦντα ἔχοντες, ὑῶν οὐχ ἁπτόμενοι. | Henceforth, the people dwelling in Pessinous, as a consequence of these events, observe a custom derived from this incident by refraining from touching swine. | καί τις ἕπομαι οὗτος Γαλάτης δράω ὁ Πεσσινοῦς ἔχω ὗς οὐ ἅπτομαι | 0 |
| 7.17.10 | 3 | νομίζουσί γε μὴν οὐχ οὕτω τὰ ἐς τὸν Ἄττην, ἀλλὰ ἐπιχώριός ἐστιν ἄλλος σφίσιν ἐς αὐτὸν λόγος, Δία ὑπνωμένον ἀφεῖναι σπέρμα ἐς γῆν, τὴν δὲ ἀνὰ χρόνον ἀνεῖναι δαίμονα διπλᾶ ἔχοντα αἰδοῖα, τὰ μὲν ἀνδρός, τὰ δὲ αὐτῶν γυναικός· | However, their own tradition concerning Attis is quite different: they recount that Zeus once emitted seed upon the earth in his sleep, and after some time, the earth gave birth to a divine being possessing dual sexual organs—those both of a man and of a woman. | νομίζω γε μήν οὐ οὕτως ὁ εἰς ὁ Ἄττης ἀλλά ἐπιχώριος εἰμί ἄλλος σφεῖς εἰς αὐτός λόγος διά ὑπνόω ἀφίημι σπέρμα εἰς γῆ ὁ δέ ἀνά χρόνος ἀνίημι δαίμων διπλάς ἔχω αἰδοῖα ὁ μέν ἀνήρ ὁ δέ αὐτός γυνή | 0 |
| 7.17.10 | 4 | ὄνομα δὲ Ἄγδιστιν αὐτῷ τίθενται. | They name this divinity Agdistis. | ὄνομα δέ Ἄγδιστις αὐτός τίθημι | 0 |
| 7.17.10 | 5 | θεοὶ δὲ Ἄγδιστιν δείσαντες τὰ αἰδοῖά οἱ τὰ ἀνδρὸς ἀποκόπτουσιν. | But the gods, fearing Agdistis, severed from it the male organs. | θεός δέ Ἄγδιστις δείδω ὁ αἰδοῖον ὁ ὁ ἀνήρ ἀποκόπτω | 0 |
| 7.17.11 | 1 | ὡς δὲ ἀπʼ αὐτῶν ἀναφῦσα ἀμυγδαλῆ εἶχεν ὡραῖον τὸν καρπόν, θυγατέρα τοῦ Σαγγαρίου ποταμοῦ λαβεῖν φασι τοῦ καρποῦ· | And when an almond tree sprang up from them bearing beautiful fruit, they say that the daughter of the river Sangarius picked from its fruit. | ὡς δέ ἀπό αὐτός ἀναφύω ἀμυγδαλή ἔχω ὡραῖος ὁ καρπός θυγάτηρ ὁ Σαγγάριος ποταμός λαμβάνω φημί ὁ καρπός | 0 |
| 7.17.11 | 2 | ἐσθεμένης δὲ ἐς τὸν κόλπον καρπὸς μὲν ἐκεῖνος ἦν αὐτίκα ἀφανής, αὐτὴ δὲ ἐκύει· | After she placed the fruit into her bosom, it suddenly vanished, and she herself conceived. | ἐσθίω δέ εἰς ὁ κόλπος καρπός μέν ἐκεῖνος εἰμί αὐτίκα ἀφανής αὐτός δέ κύω | 0 |
| 7.17.11 | 3 | τεκούσης δὲ τράγος περιεῖπε τὸν παῖδα ἐκκείμενον. | When she gave birth, a goat tended to the infant who had been exposed. | τίκτω δέ τράγος περιείπω ὁ παῖς ἔγκειμαι | 0 |
| 7.17.11 | 4 | ὡς δὲ αὐξανομένῳ κάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου, ἐνταῦθα τοῦ παιδὸς ἔρως ἔσχεν Ἄγδιστιν. | As the child grew, his beauty surpassed that belonging merely to human shape, and Agdistis fell in love with him. | ὡς δέ αὐξάνω κάλλος ὁ μετέχω πλέον ἤ κατά εἶδος ἄνθρωπος ἐνταῦθα ὁ παῖς ἔρως ἔχω Ἄγδιστις | 0 |
| 7.17.11 | 5 | αὐξηθέντα δὲ Ἄττην ἀποστέλλουσιν ἐς Πεσσινοῦντα οἱ προσήκοντες συνοικήσοντα τοῦ βασιλέως θυγατρί· | When Attis had grown to manhood, his relatives sent him to Pessinous to marry the daughter of the king. | αὔξω δέ Ἄττης ἀποστέλλω εἰς Πεσσινοῦς ὁ προσήκω συνοικέω ὁ βασιλεύς θυγάτηρ | 0 |
| 7.17.12 | 1 | ὑμέναιος δὲ ᾔδετο καὶ Ἄγδιστις ἐφίσταται καὶ τὰ αἰδοῖα ἀπέκοψε μανεὶς ὁ Ἄττης, ἀπέκοψε δὲ καὶ ὁ τὴν θυγατέρα αὐτῷ διδούς· | The marriage hymn was being sung, when Agdistis appeared, and Attis, driven mad, cut off his own genitals; likewise did the man who had given him his daughter. | Ὑμέναιος δέ ἀείδω καί Ἄγδιστις ἐφίστημι καί ὁ αἰδοῖα ἀποκόπτω μανείς ὁ Ἄττης ἀποκόπτω δέ καί ὁ ὁ θυγάτηρ αὐτός δίδωμι | 0 |
| 7.17.12 | 2 | Ἄγδιστιν δὲ μετάνοια ἔσχεν οἷα Ἄττην ἔδρασε, καί οἱ παρὰ Διὸς εὕρετο μήτε σήπεσθαί τι Ἄττῃ τοῦ σώματος μήτε τήκεσθαι. | Afterwards Agdistis felt remorse for what had befallen Attis, and received from Zeus the favor that Attis' body should neither decay nor waste away. | Ἄγδιστις δέ μετάνοια ἔχω οἷος Ἄττης δράω καί ὁ παρά Ζεύς εὑρίσκω μήτε σήπομαι τις Ἄττη ὁ σῶμα μήτε τήκω | 0 |
| 7.17.12 | 3 | τάδε μὲν ἐς Ἄττην τὰ γνωριμώτατα· | These are the best-known accounts concerning Attis. | ὅδε μέν εἰς Ἄττης ὁ γνωριμώτατος | 0 |
| 7.17.13 | 1 | ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα τάφος ἐστί· | In the territory of Dyme is also the tomb of the runner Oebotas. | ἐν δέ ὁ χώρα ὁ δυμαία καί ὁ δρομεύς Οἰβώτης τάφος εἰμί | 0 |
| 7.17.13 | 2 | τούτῳ τῷ Οἰβώτα νικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρʼ αὐτῶν ἐγένετο εὕρασθαι· | Although this Oebotas was the first among the Achaeans to win at Olympia, they devised no special honor for him. | οὗτος ὁ Οἰβώτης νικάω Ὀλύμπια Ἀχαιός πρῶτος γέρας οὐδέν ἐξαίρετος παρά αὐτός γίγνομαι εὑρίσκω | 0 |
| 7.17.13 | 3 | καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτι Ἀχαιῶν γενέσθαι. | Thus, Oebotas pronounced a curse upon them that no Achaean would henceforth achieve an Olympic victory. | καί ἐπί οὗτος κατάρα ὁ Οἰβώτας ποιέω οὐδείς Ὀλυμπικός νίκη ἔτι Ἀχαιός γίγνομαι | 0 |
| 7.17.13 | 4 | καὶ---ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν---διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθʼ ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασιν ἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς· | Indeed, since a certain god was concerned that the curses of Oebotas should be fulfilled, at last the Achaeans were advised of the reason they were deprived of Olympic crowns; they discovered this by sending envoys to Delphi. | καί εἰμί γάρ τις θεός ὅς ὁ Οἰβώτης τελέω ὁ κατάρα οὐ ἀμελής εἰμί διδάσκω ποτε ὁ Ἀχαιός κατά ὅστις αἰτία στέφανος ὁ Ὀλυμπιάς ἁμαρτάνω διδάσκω δέ ἀποστέλλω εἰς Δελφοί | 0 |
| 7.17.14 | 1 | οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν Σώστρατος Πελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί. | Thus, having paid him other honors and having dedicated his statue at Olympia, Sostratos of Pellene won the footrace for boys. | οὕτως καί ἄλλος εἰς τιμή σφεῖς ὁ Οἰβώτης ποιέω καί ὁ εἰκών ἀνατίθημι εἰς Ὀλυμπία σώστρατος Πελληνεύς στάδιον νίκη ἔχω ἐν παῖς | 0 |
| 7.17.14 | 2 | διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖς ἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐν Ὀλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα. | It continues even to my time that the Achaeans who intend to compete at Olympia offer sacrifices to Oebotas, and if they gain the victory, they crown the statue of Oebotas at Olympia. | διαμένω δέ εἰς ἐγώ ἔτι Ἀχαιός ὁ ἀγωνίζομαι μέλλω ὁ Ὀλύμπια ἐναγίζω ὁ Οἰβώτας καί ἐάν κρατέω ἐν Ὀλυμπία στεφανόω ὁ Οἰβώτης ὁ εἰκών | 0 |