Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.27.1 | 1 | Πελληνεῦσι δὲ ἡ πόλις ἐστὶν ἐπὶ λόφου κατὰ ἄκραν τὴν κορυφὴν ἐς ὀξὺ ἀνεστηκότος. | The city of the Pellenians stands upon a hill whose summit rises sharply to a high peak. | Πελληνεύς δέ ὁ πόλις εἰμί ἐπί λόφος κατά ἄκρα ὁ κορυφή εἰς ὀξύς ἀνίστημι | 0 |
| 7.27.1 | 2 | τοῦτο μὲν δὴ ἀπότομον καὶ διʼ αὐτό ἐστιν ἀοίκητον. | This upper part is steep and therefore uninhabited. | οὗτος μέν δή ἀπότομος καί διά αὐτός εἰμί ἀοίκητος | 0 |
| 7.27.1 | 3 | τῷ δὲ χθαμαλωτέρῳ πεπόλισταί σφισιν οὐ συνεχὴς ἡ πόλις, ἐς δὲ μοίρας νενεμημένη δύο ὑπὸ τῆς ἄκρας μεταξὺ ἀνεχούσης. | On the lower ground, however, dwellings have been established, although the town is not continuous, but divided into two parts separated by the peak standing between. | ὁ δέ χθαμαλός πολιτεύομαι σφεῖς οὐ συνεχής ὁ πόλις εἰς δέ μοῖρα νέμω δύο ὑπό ὁ ἄκρα μεταξύ ἀνέχω | 0 |
| 7.27.1 | 4 | ἰόντων δὲ ἐς Πελλήνην ἄγαλμά ἐστιν Ἑρμοῦ κατὰ τὴν ὁδόν, ἐπίκλησιν μὲν Δόλιος, εὐχὰς δὲ ἀνθρώπων ἕτοιμος τελέσαι. | On the road leading toward Pellene stands an image of Hermes, surnamed Dolios ("Crafty"), who readily fulfills the prayers of men. | εἶμι δέ εἰς Πελλήνη ἄγαλμα εἰμί Ἑρμῆς κατά ὁ ὁδός ἐπίκλησις μέν δόλιος εὐχή δέ ἀνήρ ἕτοιμος τελέω | 0 |
| 7.27.1 | 5 | σχῆμα δὲ αὐτῷ τετράγωνον, γένειά τε ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον εἰργασμένον. | The statue is square in form, with a beard, and upon its head is a carefully worked hat. | σχῆμα δέ αὐτός τετράγωνος γένειον τε ἔχω καί ἐπί ὁ κεφαλή πίλος ἐργάζομαι | 0 |
| 7.27.2 | 1 | κατὰ δὲ τὴν ὁδὸν ἐς αὐτὴν τὴν πόλιν ἐστὶν Ἀθηνᾶς λίθου μὲν ἐπιχωρίου ναός, ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ· | On the road leading into the city itself is a temple to Athena, built from the local stone, but the statue is of ivory and gold. | κατά δέ ὁ ὁδός εἰς αὐτός ὁ πόλις εἰμί Ἀθηνᾶ λίθος μέν ἐπιχώριος ναός ἐλέφας δέ ὁ ἄγαλμα καί χρυσός | 0 |
| 7.27.2 | 2 | Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ἐν τῇ ἀκροπόλει τε αὐτὸν τῇ Ἀθηναίων καὶ ἐν Πλαταιαῖς ποιῆσαι τῆς Ἀθηνᾶς τὰ ἀγάλματα. | They say Phidias crafted this image even earlier than the statues of Athena he made on the Acropolis in Athens and at Plataea. | Φειδίας δέ εἰμί ὁ ἐργάζομαι φημί πρότερον ἔτι ἤ ἐν ὁ ἀκρόπολις τε αὐτός ὁ Ἀθηναῖος καί ἐν Πλαταιαί ποιέω ὁ Ἀθηνᾶ ὁ ἄγαλμα | 0 |
| 7.27.2 | 3 | λέγουσι δὲ οἱ Πελληνεῖς καὶ ἄδυτον τῆς Ἀθηνᾶς καθήκειν ἐς βάθος τῆς γῆς, εἶναι δὲ τὸ ἄδυτον τοῦτο ὑπὸ τοῦ ἀγάλματος τῷ βάθρῳ, καὶ τὸν ἀέρα ἐκ τοῦ ἀδύτου νότιόν τε εἶναι καὶ διʼ αὐτὸ τῷ ἐλέφαντι ἐπιτήδειον. | The Pelleneans also say that a sanctuary chamber of Athena extends downward beneath the earth, situated beneath the statue's pedestal, and that the air from this underground chamber is moist and thereby beneficial to the ivory. | λέγω δέ ὁ Πελληνεύς καί ἄδυτον ὁ Ἀθηνᾶ καθήκω εἰς βάθος ὁ γῆ εἰμί δέ ὁ ἄδυτον οὗτος ὑπό ὁ ἄγαλμα ὁ βάθρον καί ὁ ἀήρ ἐκ ὁ ἄδυτον νότιος τε εἰμί καί διά αὐτός ὁ ἐλέφας ἐπιτήδειος | 0 |
| 7.27.3 | 1 | ὑπὲρ δὲ τὸν ναὸν τῆς Ἀθηνᾶς ἐστιν ἄλσος περιῳκοδομημένον τείχει Σωτείρας ἐπίκλησιν Ἀρτέμιδος, καὶ ὀμνύουσιν ἐπὶ μεγίστοις αὐτήν· | Above the temple of Athena is a grove enclosed by a wall, sacred to Artemis called Soteira ("Savior"), whom they invoke with oaths in matters of greatest importance. | ὑπέρ δέ ὁ ναός ὁ Ἀθηνᾶ εἰμί ἄλσος περιῳκοδομημένος τεῖχος σωτήρ ἐπίκλησις Ἄρτεμις καί ὄμνυμι ἐπί μέγιστος αὐτός | 0 |
| 7.27.3 | 2 | ἔσοδός τε πλὴν τοῖς ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων. | Entrance to this place is permitted to no human being other than the priests. | ἔσοδος τε πλήν ὁ ἱερεύς ἄλλος γε οὐδείς εἰμί ἀνήρ | 0 |
| 7.27.3 | 3 | ἱερεῖς δὲ ἄνδρες τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένους μάλιστα αἱρούμενοι. | These priests are chosen from among the local men, selected especially on account of the esteem of their lineage. | ἱερεύς δέ ἀνήρ ὁ ἐπιχώριος εἰμί κατά δόξα γένος μάλιστα αἱρέω | 0 |
| 7.27.3 | 4 | τοῦ δὲ ἄλσους τῆς Σωτείρας ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρός ἐστιν ἐπίκλησιν· | Directly opposite the grove of Soteira stands the sanctuary of Dionysus named Lampter ("Torch-bearer"). | ὁ δέ ἄλσος ὁ σωτήρ ἱερός ἀπαντικρύ Διόνυσος λαμπτήρ εἰμί ἐπίκλησις | 0 |
| 7.27.3 | 5 | τούτῳ καὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάς τε ἐς τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνου κρατῆρας ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν. | To him they celebrate a festival called the Lampteria, during which they carry torches into his sanctuary by night and set bowls of wine throughout the entire city. | οὗτος καί λαμπτήρια ἑορτή ἄγω καί δᾴδας τε εἰς ὁ ἱερός κομίζω ἐν νύξ καί οἶνος κρατήρ ἵστημι ἀνά ὁ πόλις πᾶς | 0 |
| 7.27.4 | 1 | ἔστι καὶ Ἀπόλλωνος Θεοξενίου Πελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται· | The Pelleneans also have a sanctuary of Apollo Theoxenius, whose statue is made of bronze. | εἰμί καί Ἀπόλλων θεοξένιος Πελληνεύς ἱερόν ὁ δέ ἄγαλμα χαλκός ποιέω | 0 |
| 7.27.4 | 2 | καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένια τῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶν ἐπιχωρίων. | They hold a festival in honor of Apollo called the Theoxenia, at which silver is offered as prizes for victory; local men compete in these contests. | καί ἀγών ἐπιτελέω θεοξένια ὁ Ἀπόλλων τίθημι ἀργύριον ἆθλον ὁ νίκη καί ἀνήρ ἀγωνίζομαι ὁ ἐπιχώριος | 0 |
| 7.27.4 | 3 | πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος· τοξευούσης δὲ ἡ θεὸς παρέχεται σχῆμα. | Near the temple of Apollo stands a temple of Artemis; the statue of the goddess is depicted in the pose of one who is shooting an arrow. | πλησίον δέ ὁ Ἀπόλλων ναός εἰμί Ἄρτεμις τοξεύω δέ ὁ θεός παρέχω σχῆμα | 0 |
| 7.27.4 | 4 | ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί· | In the marketplace there is also a structure built to shelter a fountain; this water provided by the deity serves them for bathing, since they have few springs within the city itself suitable for drinking. | οἰκοδομέω δέ καί ἔλυτρον κρήνη ἐν ὁ ἀγορά καί λουτρόν εἰμί αὐτός ὁ ὕδωρ ὁ ἐκ ὁ θεός ἐπεί τοί πίνω πηγή σφεῖς ὑπό ὁ πόλις εἰμί οὐ πολύς | 0 |
| 7.27.4 | 5 | τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι. | The place where the springs are found is called Glyceae. | ὁ δέ χωρίον ἔνθα ὁ πηγή γλυκεῖα ὀνομάζω | 0 |
| 7.27.5 | 1 | γυμνάσιον δὲ ἀρχαῖον ἐς ἐφήβων μάλιστα ἀνεῖται μελέτην· οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερον καθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν. | There is an ancient gymnasium intended chiefly for the training of youths; indeed, no one is permitted to be enrolled among the citizens before having completed this period of youth. | γυμνάσιον δέ ἀρχαῖος εἰς ἔφηβος μάλιστα ἀνίημι μελέτη οὐδέ εἰς ὁ πολιτεία ἐγγράφω πρότερον καθίστημι οὐδείς πρίν ἄν ἐφηβεύω | 0 |
| 7.27.5 | 2 | ἐνταῦθα ἀνὴρ Πελληνεὺς ἕστηκε Πρόμαχος ὁ Δρύωνος, ἀνελόμενος παγκρατίου νίκας, τὴν μὲν Ὀλυμπίασι, τρεῖς δʼ Ἰσθμίων καὶ Νεμέᾳ δύο· | Here stands the statue of a man from Pellene, Promachus, son of Dryon, who achieved victories in the pancratium—a single victory at Olympia, three at the Isthmian games, and two at Nemea. | ἐνταῦθα ἀνήρ Πελληνεύς ἵστημι πρόμαχος ὁ δρυών ἀναιρέω παγκράτιον νίκη ὁ μέν Ὀλυμπία τρεῖς δέ Ἰσθμός καί Νεμέα δύο | 0 |
| 7.27.5 | 3 | καὶ αὐτοῦ καὶ εἰκόνας ποιήσαντες οἱ Πελληνεῖς τὴν μὲν ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὴν δὲ ἐν τῷ γυμνασίῳ, λίθου ταύτην καὶ οὐ χαλκοῦ. | The people of Pellene erected two statues in his honor, dedicating one at Olympia and placing the other in their gymnasium; the latter statue is made of stone rather than bronze. | καί αὐτός καί εἰκών ποιέω ὁ Πελληνεύς ὁ μέν εἰς Ὀλυμπία ἀνατίθημι ὁ δέ ἐν ὁ γυμνάσιον λίθος οὗτος καί οὐ χαλκός | 0 |
| 7.27.6 | 1 | λέγεται δὲ καὶ ὡς Κορινθίου συνεστῶτος πολέμου Πελληνεῦσιν ἀποκτείνειεν ὁ Πρόμαχος πλείστους τῶν ἀντιτεταγμένων. | It is said also that during a war between Corinth and Pellene, Promachus slew a great many of his opponents. | λέγω δέ καί ὡς Κορίνθιος συνίστημι πόλεμος Πελληνεύς ἀποκτείνω ὁ πρόμαχος πλεῖστος ὁ ἀντιτάσσω | 0 |
| 7.27.6 | 2 | λέγεται δὲ καὶ ὡς Πουλυδάμαντος τοῦ Σκοτουσσαίου κρατήσειεν ἐν Ὀλυμπίᾳ· | It is further said that he defeated even Pulydamas of Scotussa at Olympia. | λέγω δέ καί ὡς Πουλυδάμας ὁ Σκοτουσσαῖος κρατέω ἐν Ὀλυμπία | 0 |
| 7.27.6 | 3 | τὸν δὲ Πουλυδάμαντα δεύτερα τότε ἐς τὸν ἀγῶνα ἀφῖχθαι τὸν Ὀλυμπικὸν παρὰ βασιλέως τοῦ Περσῶν ἀνασωθέντα οἴκαδε. | Pulydamas had returned safely home from a journey to the king of the Persians, arriving for a second time at the Olympic games. | ὁ δέ Πουλυδάμας δεύτερος τότε εἰς ὁ ἀγών ἀφικνέομαι ὁ Ὀλυμπικός παρά βασιλεύς ὁ Πέρσης ἀνασῴζω οἴκαδε | 0 |
| 7.27.6 | 4 | Θεσσαλοὶ δὲ ἡσσηθῆναι Πουλυδάμαντα οὐχ ὁμολογοῦντες παρέχονται καὶ ἄλλα ἐς πίστιν καὶ ἐλεγεῖον ἐπὶ τῷ Πουλυδάμαντι· | The Thessalians, however, not admitting that Pulydamas was actually defeated, provide additional proofs, including an elegiac couplet composed about Pulydamas: | Θεσσαλός δέ ἡσσάομαι Πουλυδάμας οὐ ὁμολογέω παρέχομαι καί ἄλλος εἰς πίστις καί ἐλεγεῖον ἐπί ὁ Πουλυδάμας | 0 |
| 7.27.6 | 5 | ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα. | "O Skotoessa, nurse of unconquered Pulydamas." | ὦ τρέπω Πουλυδάμας ἀνίκατος σκοτόεσσα | 0 |
| 7.27.7 | 1 | Πελληνεῖς δʼ οὖν Πρόμαχον τὰ μάλιστα ἄγουσιν ἐν τιμῇ. | The Pellenians hold Promachus in the highest honour. | Πελληνεύς δέ οὖν πρόμαχος ὁ μάλιστα ἄγω ἐν τιμή | 0 |
| 7.27.7 | 2 | Χαίρωνα δὲ δύο ἀνελόμενον πάλης νίκας Ἰσθμικὰς καὶ ἐν Ὀλυμπίᾳ τέσσαρας οὐδὲ ἀρχὴν ἐθέλουσιν ὀνομάζειν, ὅτι κατέλυσε πολιτείαν ἐμοὶ δοκεῖν τὴν ἐν Πελλήνῃ, δῶρον τὸ ἐπιφθονώτατον παρὰ Ἀλεξάνδρου τοῦ Φιλίππου λαβών, τύραννος πατρίδος τῆς αὑτοῦ καταστῆναι. | But they are unwilling even to mention Chairon, who won two victories in wrestling at the Isthmian games and four at Olympia, because, according to my view, he destroyed the constitution of Pellene, having accepted from Alexander, son of Philip, a most hateful gift—to become a tyrant over his own homeland. | χαίρων δέ δύο ἀναιρέω πάλη νίκη Ἰσθμικός καί ἐν Ὀλυμπία τέσσαρες οὐδέ ἀρχή ἐθέλω ὀνομάζω ὅτι καταλύω πολιτεία ἐγώ δοκέω ὁ ἐν Πελλήνη δῶρον ὁ ἐπιφθονότατος παρά Ἀλέξανδρος ὁ Φίλιππος λαμβάνω τύραννος πατρίς ὁ ἑαυτοῦ καθίστημι | 0 |
| 7.27.8 | 1 | ἔστι δὲ καὶ Εἰλειθυίας Πελληνεῦσιν ἱερόν· τοῦτο ἐν μοίρᾳ τῆς πόλεως τῇ ἐλάσσονί ἐστιν ἱδρυμένον. | The Pelleneans also have a sanctuary of Eileithyia; this is located in the lesser part of the city. | εἰμί δέ καί Εἰλείθυια Πελληνεύς ἱερόν οὗτος ἐν μοῖρα ὁ πόλις ὁ ἐλάσσων εἰμί ἱδρύω | 0 |
| 7.27.8 | 2 | τὸ δὲ ὀνομαζόμενον Ποσείδιον τὰ μὲν ἀρχαιότερα ἦν δῆμος, ἔρημον δὲ ἐφʼ ἡμῶν. | The place called Poseidion was formerly in ancient times a populous settlement, but is deserted in our day. | ὁ δέ ὀνομάζω Ποσείδιον ὁ μέν ἀρχαῖος εἰμί δῆμος ἔρημος δέ ἐπί ἐγώ | 0 |
| 7.27.8 | 3 | ἔστι μὲν δὴ τὸ Ποσείδιον τοῦτο ὑπὸ τὸ γυμνάσιον, διαμεμένηκε δὲ καὶ ἐς τόδε ἔτι αὐτῷ Ποσειδῶνος ἱερὸν νομίζεσθαι. | This Poseidion lies below the gymnasium, and even in my time a sanctuary of Poseidon continues to be held in honor there. | εἰμί μέν δή ὁ Ποσείδιον οὗτος ὑπό ὁ γυμνάσιον διαμενέω δέ καί εἰς ὅδε ἔτι αὐτός Ποσειδῶν ἱερός νομίζω | 0 |
| 7.27.9 | 1 | Πελλήνης δὲ ὅσον στάδια ἑξήκοντα ἀπέχει τὸ Μύσαιον, ἱερὸν Δήμητρος Μυσίας· | The sanctuary of Mysian Demeter, called Mysaeum, is about sixty stades distant from Pellene. | Πέλληνη δέ ὅσος στάδιον ἑξήκοντα ἀπέχω ὁ μύσαιον ἱερός Δημήτηρ Μυσία | 0 |
| 7.27.9 | 2 | ἱδρύσασθαι δὲ αὐτὸ Μύσιόν φασιν ἄνδρα Ἀργεῖον, ἐδέξατο δὲ οἴκῳ Δήμητρα καὶ ὁ Μύσιος λόγῳ τῷ Ἀργείων. | They say it was founded by Mysius, an Argive man, who, according to Argive tradition, hosted Demeter in his house. | ἱδρύω δέ αὐτός Μύσιον φημί ἀνήρ Ἀργεῖον δέχομαι δέ οἶκος Δήμητρα καί ὁ Μύσιος λόγος ὁ Ἀργεῖος | 0 |
| 7.27.9 | 3 | ἔστι δὲ ἄλσος ἐν τῷ Μυσαίῳ, δένδρα ὁμοίως τὰ πάντα, καὶ ὕδωρ ἄφθονον ἄνεισιν ἐκ πηγῶν. | At Mysaeum there is a grove, the trees of which are all alike, and abundant water flows there from springs. | εἰμί δέ ἄλσος ἐν ὁ Μυσαῖος δένδρον ὁμοίως ὁ πᾶς καί ὕδωρ ἄφθονος ἀνίημι ἐκ πηγή | 0 |
| 7.27.9 | 4 | ἄγουσι δὲ καὶ ἑορτὴν τῇ Δήμητρι ἐνταῦθα ἡμερῶν ἑπτά· | Here they also hold a festival in honor of Demeter, lasting seven days. | ἄγω δέ καί ἑορτή ὁ Δημήτηρ ἐνταῦθα ἡμέρα ἑπτά | 0 |
| 7.27.10 | 1 | τρίτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ὑπεξίασιν οἱ ἄνδρες ἐκ τοῦ ἱεροῦ, καταλειπόμεναι δὲ αἱ γυναῖκες δρῶσιν ἐν τῇ νυκτὶ ὁπόσα νόμος ἐστὶν αὐταῖς· | But on the third day of the festival, the men depart from the sanctuary; the women remain behind and perform during the night whatever rites it is prescribed for them by custom. | τρίτος δέ ἡμέρα ὁ ἑορτή ὑπεξίαμι ὁ ἀνήρ ἐκ ὁ ἱερόν καταλείπω δέ ὁ γυνή δράω ἐν ὁ νύξ ὁπόσος νόμος εἰμί αὐτός | 0 |
| 7.27.10 | 2 | ἀπελαύνονται δὲ οὐχ οἱ ἄνδρες μόνον ἀλλὰ καὶ τῶν κυνῶν τὸ ἄρρεν. | Not only are the men excluded, but even the male dogs are removed. | ἀπελαύνω δέ οὐ ὁ ἀνήρ μόνος ἀλλά καί ὁ κύων ὁ ἄρρην | 0 |
| 7.27.10 | 3 | ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐς τὸ ἱερὸν τῶν ἀνδρῶν, αἱ γυναῖκές τε ἐς αὐτοὺς καὶ ἀνὰ μέρος ἐς τὰς γυναῖκας οἱ ἄνδρες γέλωτί τε ἐς ἀλλήλους χρῶνται καὶ σκώμμασιν. | On the following day, when the men return to the sanctuary, both the women and the men exchange laughter and joking remarks with one another in turn. | εἰς δέ ὁ ἐπιοῦσα ἀφικνέομαι εἰς ὁ ἱερός ὁ ἀνήρ ὁ γυνή τε εἰς αὐτός καί ἀνά μέρος εἰς ὁ γυνή ὁ ἀνήρ γέλως τε εἰς ἀλλήλων χράομαι καί σκώμμα | 0 |
| 7.27.11 | 1 | ἀπωτέρω δὲ οὐ πολὺ ἀπὸ τοῦ Μυσαίου ἱερόν ἐστιν Ἀσκληπιοῦ καλούμενον Κῦρος, | Not far away from the sanctuary of Mysaeus is another sanctuary dedicated to Asclepius, called Cyrus. | ἀπωτέρω δέ οὐ πολύς ἀπό ὁ Μυσαῖος ἱερόν εἰμί Ἀσκληπιός καλέω κῦρος | 0 |
| 7.27.11 | 2 | καὶ ἰάματα ἀνθρώποις παρὰ τοῦ θεοῦ γίνεται. | Here too, people receive cures granted by the god. | καί ἄμα ἄνθρωπος παρά ὁ θεός γίγνομαι | 0 |
| 7.27.11 | 3 | ὕδωρ δὲ καὶ ἐνταῦθα ἀνέδην ἐστί, καὶ ἐπὶ τῇ μεγίστῃ τῶν πηγῶν τοῦ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἵδρυται. | Abundant water is available here, and the statue of Asclepius stands at the largest of the springs. | ὕδωρ δέ καί ἐνταῦθα ἀνέδην εἰμί καί ἐπί ὁ μέγιστος ὁ πηγή ὁ Ἀσκληπιός ὁ ἄγαλμα ἵδρυμαι | 0 |
| 7.27.11 | 4 | ποταμοὶ δὲ ἐκ τῶν ὀρῶν κατέρχονται τῶν ὑπὲρ τὴν Πελλήνην, πρὸς μὲν Αἰγείρας καλούμενος Κριός· ἔχειν δὲ αὐτὸν τὸ ὄνομα ἀπὸ Τιτᾶνος Κριοῦ· | Rivers flow down from the mountains above Pellene; the one flowing toward Aigeira is called Crius, named from the Titan Crius. | ποταμός δέ ἐκ ὁ ὄρος κατέρχομαι ὁ ὑπέρ ὁ Πελλήνη πρός μέν αἰγείρᾱ καλέω κριός ἔχω δέ αὐτός ὁ ὄνομα ἀπό Τιτάν κριός | 0 |
| 7.27.12 | 1 | Κριὸς δὲ καὶ ἄλλος ὠνόμασται ποταμός, ὃς ἀρχόμενος ἐκ Σιπύλου τοῦ ὄρους ἐς τὸν Ἕρμον κάτεισι. | Another river called Krios begins from Mount Sipylus and flows down into the Hermus. | κριός δέ καί ἄλλος ὀνομάζω ποταμός ὅς ἄρχομαι ἐκ Σίπυλος ὁ ὄρος εἰς ὁ ἕρμα κάτειμι | 0 |
| 7.27.12 | 2 | καθότι δὲ Πελληνεῦσιν ὅροι τῆς χώρας πρὸς Σικυωνίους εἰσί, κατὰ τοῦτο ποταμός σφισι Σύθας, ἔσχατος ποταμῶν τῶν Ἀχαϊκῶν, ἐς τὴν Σικυωνίαν ἐκδίδωσι θάλασσαν. | At the place where the boundaries of the Pellenians' territory meet those of the Sicyonians, the river Sythas, the last of Achaean rivers, empties into the sea within Sicyonian land. | καθότι δέ Πελληνεύς ὅρος ὁ χώρα πρός Σικυώνιος εἰμί κατά οὗτος ποταμός σφεῖς Σύας ἔσχατος ποταμός ὁ Ἀχαϊκός εἰς ὁ Σικυώνιος ἐκδίδωμι θάλασσα | 0 |