Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 8.25

PassageSentenceGreekEnglishLemma FormsMissing
8.25.1 1 ἐς δὲ Θέλπουσαν ἰόντι ἐκ Ψωφῖδος πρῶτα μὲν χωρίον Τρόπαιά ἐστιν ὀνομαζόμενον ἐν ἀριστερᾷ τοῦ Λάδωνος, Τροπαίων δὲ ἔχεται δρυμὸς Ἀφροδίσιον· τρίτα δέ ἐστιν ἀρχαῖα ἐν στήλῃ γράμματα, ὅροι Ψωφιδίοις πρὸς τὴν Θελπουσίαν χώραν. On the way from Psophis to Thelpousa, the first place encountered is called Tropaea, situated on the left bank of the Ladon river. εἰς δέ θέλπουσα εἶμι ἐκ Ψωφίς πρῶτος μέν χωρίον τρόπαιον εἰμί ὀνομάζω ἐν ἀριστερός ὁ Λάδων τρόπαιον δέ ἔχω δρυμός ἀφροδίσιος τρία δέ εἰμί ἀρχαῖος ἐν στήλη γράμμα ὅρος Ψωφίδιος πρός ὁ θελπουσία χώρα 0
8.25.1 2 ἐν δὲ τῇ γῇ τῇ Θελπουσίᾳ ποταμός ἐστιν Ἄρσην καλούμενος· τοῦτον οὖν διαβήσῃ καὶ ὅσον πέντε ἀπʼ αὐτοῦ σταδίοις ἀφίξῃ καὶ εἴκοσι ἐπὶ ἐρείπια Καοῦντος κώμης ὃ καὶ ἱερὸν Ἀσκληπιοῦ Καουσίου πεποιημένον ἐν τῇ ὁδῷ. Next to Tropaea is the grove Aphrodision, and thirdly there are ancient inscriptions carved on a stele marking the boundaries of Psophidian territory toward the land of Thelpousa. ἐν δέ ὁ γῆ ὁ θελπουσία ποταμός εἰμί ἄρσην καλέω οὗτος οὖν διαβαίνω καί ὅσος πέντε ἀπό αὐτός στάδιον ἀφικνέομαι καί εἴκοσι ἐπί ἐρείπιον καέω κώμη ὅς καί ἱερός Ἀσκληπιός Καούσιος ποιέω ἐν ὁ ὁδός 0
8.25.2 1 τοῦ δὲ ἱεροῦ τούτου σταδίους τεσσαράκοντα μάλιστα ἀφέστηκεν ἡ πόλις· The city stands around forty stades distant from this sanctuary. ὁ δέ ἱερόν οὗτος στάδιον τεσσαράκοντα μάλιστα ἀφεστήκω ὁ πόλις 0
8.25.2 2 τεθῆναι δὲ αὐτῇ ὄνομα ἀπὸ νύμφης λέγουσι Θελπούσης, ταύτην δὲ θυγατέρα εἶναι Λάδωνος. They say it was named after the nymph Thelpusa, who is said to have been a daughter of Ladon. τίθημι δέ αὐτός ὄνομα ἀπό νύμφη λέγω θελπουσία οὗτος δέ θυγάτηρ εἰμί Λάδων 0
8.25.2 3 τῷ δὲ Λάδωνι ἄρχεται μὲν τὸ ὕδωρ ἐν πηγαῖς τῆς Κλειτορίας, καθὰ ὁ λόγος ἐδήλωσεν ἤδη μοι· The water of the Ladon begins in springs at Kleitoria, as I have already described. ὁ δέ Λάδων ἄρχω μέν ὁ ὕδωρ ἐν πηγαῖος ὁ Κλειτορία καθά ὁ λόγος δηλόω ἤδη ἐγώ 0
8.25.2 4 ῥεῖ δὲ πρῶτον μὲν παρὰ Λευκάσιον χωρίον καὶ Μεσόβοα καὶ διὰ τῶν Νάσων ἐπί τε Ὄρυγα τὸν καὶ Ἁλοῦντα ὀνομαζόμενον, ἐξ Ἁλοῦντος δὲ ἐπὶ Θαλιάδας τε καὶ ἐπὶ Δήμητρος ἱερὸν κάτεισιν Ἐλευσινίας. It flows first near the place Leukasion and Mesoboa, then through the Nasoi, on toward Oryx, also called Halous; and from Halous it descends toward Thaliades and the sanctuary of Demeter Eleusinia. ῥέω δέ πρῶτος μέν παρά Λευκάσιον χωρίον καί μεσόβοος καί διά ὁ νάσων ἐπί τε ὄρυξ ὁ καί αἱρέω ὀνομάζω ἐκ αἱρέω δέ ἐπί θαλιάς τε καί ἐπί Δημήτηρ ἱερός κάτειμι Ἐλευσινίας 0
8.25.3 1 τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις· This sanctuary lies within the territory of Thelpousa. ὁ δέ ἱερός οὗτος εἰμί μέν θελπουσίων ἐν ὅρος 0
8.25.3 2 ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου. Inside, there are stone statues, each nearly seven feet tall, representing Demeter, her daughter, and Dionysus, all similarly made of stone. ἄγαλμα δέ ἐν αὐτός πούς ἑπτά οὐ ἀποδέω ἕκαστος Δήμητρος εἰμί καί ὁ παῖς καί ὁ Διόνυσος ὁ πᾶς ὁμοίως λίθος 0
8.25.3 3 μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφʼ ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς. Past the sanctuary of Eleusinian Demeter, the Ladon river flows by the city of Thelpousa on the left. μετά δέ ὁ Ἐλευσινίας ὁ ἱερός καί θέλπουσα ὁ πόλις ὁ Λάδων παρέξειμι ἐν ἀριστερός κεῖμαι μέν ἐπί λόφος μέγας ὁ πλείων δέ ἐπί ἐγώ ἔρημος ὥστε καί ὁ ἀγορά ἐπί ὁ πέρας εἰμί φημί ἐν ὁ μεσαίτατος ποιέω ὁ ἐκ ἀρχή 0
8.25.3 4 ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα· The city is positioned upon a lofty hill but has been mostly deserted in our times, so that even the agora, which is now at its farthest edge, was originally situated in the very center. εἰμί δέ ἐν θελπούσα ναός Ἀσκληπιός καί θεός ἱερός ὁ δώδεκα 0
8.25.4 1 τούτου τὰ πολλὰ ἐς ἔδαφος ἔκειτο ἤδη. Most of this temple already lay in ruins. οὗτος ὁ πολύς εἰς ἔδαφος κεῖμαι ἤδη 0
8.25.4 2 μετὰ δὲ Θέλπουσαν ἐπὶ τὸ ἱερὸν τῆς Δήμητρος ὁ Λάδων κάτεισι τὸ ἐν Ὀγκείῳ· After passing Thelpousa, the river Ladon flows down toward the sanctuary of Demeter at Onkeion. μετά δέ θέλπουσα ἐπί ὁ ἱερός ὁ Δημήτηρ ὁ Λάδων κάτειμι ὁ ἐν ὀγκείος 0
8.25.4 3 καλοῦσι δὲ Ἐρινὺν οἱ Θελπούσιοι τὴν θεόν, ὁμολογεῖ δέ σφισι καὶ Ἀντίμαχος ἐπιστρατείαν Ἀργείων ποιήσας ἐς Θήβας· The Thelpusians call the goddess Erinys (Fury), and Antimachus agrees with them, having recorded the Argives’ expedition against Thebes. καλέω δέ ἐρινύς ὁ θελπούσιοι ὁ θεός ὁμολογέω δέ σφεῖς καί Ἄντιμαχος ἐπιστρατεία Ἀργεῖος ποιέω εἰς Θῆβαι 0
8.25.4 4 καί οἱ τὸ ἔπος ἔχει, He has expressed this in the verse: καί ὁ ὁ ἔπος ἔχω 0
8.25.4 5 Δήμητρος τόθι φασὶν Ἐρινύος εἶναι ἔδεθλον. "There, they say, is the seat of Demeter Erinys." Δημήτηρ τόθι φημί Ἐρινύς εἰμί ἄεθλον 0
8.25.4 6 Antimachus, unknown location. Of this Antimachus nothing further is known. 0
8.25.4 7 ὁ μὲν δὴ Ὄγκιος Ἀπόλλωνός ἐστι κατὰ τὴν φήμην καὶ ἐν τῇ Θελπουσίᾳ περὶ τὸ χωρίον ἐδυνάστευε τὸ Ὄγκιον, Onkeios, according to tradition, was a surname of Apollo, who once held lordship over that region around Thelpousa called Onkeion. ὁ μέν δή ὄγκιος Ἀπόλλων εἰμί κατά ὁ φήμη καί ἐν ὁ θελπουσία περί ὁ χωρίον δυναστεύω ὁ ὄγκιον 0
8.25.4 8 τῇ θεῷ δὲ Ἐρινὺς γέγονεν ἐπίκλησις· Yet the goddess received the surname Erinys (Fury). ὁ θεός δέ Ἐρινύς γίγνομαι ἐπίκλησις 0
8.25.5 1 πλανωμένῃ γὰρ τῇ Δήμητρι, ἡνίκα τὴν παῖδα ἐζήτει, λέγουσιν ἕπεσθαί οἱ τὸν Ποσειδῶνα ἐπιθυμοῦντα αὐτῇ μιχθῆναι. For when Demeter was wandering while searching for her daughter, they say that Poseidon followed after her, desiring to unite with her. πλανάομαι γάρ ὁ Δημήτηρ ἡνίκα ὁ παῖς ζητέω λέγω ἕπομαι ὁ ὁ Ποσειδῶν ἐπιθυμέω αὐτός μίγνυμι 0
8.25.5 2 καὶ τὴν μὲν ἐς ἵππον μεταβαλοῦσαν ὁμοῦ ταῖς ἵπποις νέμεσθαι ταῖς Ὀγκίου, Ποσειδῶν δὲ συνίησεν ἀπατώμενος καὶ συγγίνεται τῇ Δήμητρι ἄρσενι ἵππῳ καὶ αὐτὸς εἰκασθείς. She changed herself into a mare and grazed together with the horses of Onkios; but Poseidon, realizing her deception, assumed the form of a stallion and thus united with Demeter. καί ὁ μέν εἰς ἵππος μεταβάλλω ὁμοῦ ὁ ἵππος νέμομαι ὁ ὄγκιον Ποσειδῶν δέ συνίημι ἀπατάω καί συγγίγνομαι ὁ Δημήτηρ ἄρσην ἵππος καί αὐτός εἰκάζω 0
8.25.6 1 τὸ μὲν δὴ παραυτίκα τὴν Δήμητρα ἐπὶ τῷ συμβάντι ἔχειν ὀργίλως, χρόνῳ δὲ ὕστερον τοῦ τε θυμοῦ παύσασθαι καὶ τῷ Λάδωνι ἐθελῆσαί φασιν αὐτὴν λούσασθαι· At first, indeed, Demeter became angry at what had happened, but later, they say, her anger abated, and she chose willingly to bathe herself in the Ladon river. ὁ μέν δή παραυτίκα ὁ Δήμητρα ἐπί ὁ συμβαίνω ἔχω ὀργίλος χρόνος δέ ὕστερον ὁ τε θυμός παύω καί ὁ Λάδων ἐθέλω φημί αὐτός λούω 0
8.25.6 2 ἐπὶ τούτῳ καὶ ἐπικλήσεις τῇ θεῷ γεγόνασι, τοῦ μηνίματος μὲν ἕνεκα Ἐρινύς, ὅτι τὸ θυμῷ χρῆσθαι καλοῦσιν ἐρινύειν οἱ Ἀρκάδες, Λουσία δὲ ἐπὶ τῷ λούσασθαι τῷ Λάδωνι. For this reason, the goddess gained additional surnames: "Erinys," because among the Arcadians anger is called "erinuein," and "Lousia" due to her bathing in the Ladon. ἐπί οὗτος καί ἐπίκλησις ὁ θεός γίγνομαι ὁ μνήμων μέν ἕνεκα ἐρινύς ὅτι ὁ θυμός χράομαι καλέω ἐρινύω ὁ Ἀρκάς λούσια δέ ἐπί ὁ λούω ὁ Λάδων 0
8.25.6 3 τὰ δὲ ἀγάλματά ἐστι τὰ ἐν τῷ ναῷ ξύλου, πρόσωπα δέ σφισι καὶ χεῖρες ἄκραι καὶ πόδες εἰσὶ Παρίου λίθου· The images within the temple are made of wood, but their faces, and the ends of their hands and feet, are made of Parian marble. ὁ δέ ἄγαλμα εἰμί ὁ ἐν ὁ ναός ξύλον πρόσωπον δέ σφεῖς καί χείρ ἄκρα καί πούς εἰμί Πάριος λίθος 0
8.25.7 1 τὸ μὲν δὴ τῆς Ἐρινύος τήν τε κίστην καλουμένην ἔχει καὶ ἐν τῇ δεξιᾷ δᾷδα, μέγεθος δὲ εἰκάζομεν ἐννέα εἶναι ποδῶν αὐτήν· The statue of the Erinys holds what is called a cista, and in her right hand a torch; we estimate the figure to be about nine feet tall. ὁ μέν δή ὁ Ἐρινύς ὁ τε κίστη καλέω ἔχω καί ἐν ὁ δεξιός δᾷς μέγεθος δέ εἰκάζω ἐννέα εἰμί πούς αὐτός 0
8.25.7 2 ἡ Λουσία δὲ ποδῶν ἓξ ἐφαίνετο εἶναι. The statue of Lousia appeared to be six feet in height. ὁ λούσια δέ πούς ἕξ φαίνω εἰμί 0
8.25.7 3 ὅσοι δὲ Θέμιδος καὶ οὐ Δήμητρος τῆς Λουσίας τὸ ἄγαλμα εἶναι νομίζουσι, μάταια ἴστωσαν ὑπειληφότες. Those who think that this statue of Lousia represents Themis rather than Demeter should know they are holding a mistaken opinion. ὅσος δέ Θέμις καί οὐ Δημήτηρ ὁ λουσία ὁ ἄγαλμα εἰμί νομίζω μάταιος ἵστημι ὑπειλήφως 0
8.25.7 4 τὴν δὲ Δήμητρα τεκεῖν φασιν ἐκ τοῦ Ποσειδῶνος θυγατέρα, ἧς τὸ ὄνομα ἐς ἀτελέστους λέγειν οὐ νομίζουσι, καὶ ἵππον τὸν Ἀρείονα· It is said that Demeter gave birth, by Poseidon, to a daughter whose name they do not consider proper to reveal to the uninitiated, and also to the horse Areion. ὁ δέ Δήμητρα τίκτω φημί ἐκ ὁ Ποσειδῶν θυγάτηρ ὅς ὁ ὄνομα εἰς ἀτελής λέγω οὐ νομίζω καί ἵππος ὁ ἀρείων 0
8.25.7 5 ἐπὶ τούτῳ δὲ παρὰ σφίσιν Ἀρκάδων πρώτοις Ἵππιον Ποσειδῶνα ὀνομασθῆναι. For this reason, they say, the Arcadians first named Poseidon Hippios ("Horse-god"). ἐπί οὗτος δέ παρά σφεῖς Ἀρκάς πρῶτος ἵππιον Ποσειδῶν ὀνομάζω 0
8.25.8 1 ἐπάγονται δὲ ἐξ Ἰλιάδος ἔπη καὶ ἐκ Θηβαΐδος μαρτύριά σφισιν εἶναι τῷ λόγῳ, They bring in quotations from the Iliad as well as from the Thebaid as evidence to support their account. ἐπάγομαι δέ ἐκ Ἰλιάς ἔπος καί ἐκ θηβαΐς μαρτύριον σφεῖς εἰμί ὁ λόγος 0
8.25.8 2 ἐν μὲν Ἰλιάδι ἐς αὐτὸν Ἀρείονα πεποιῆσθαι, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι, Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν· In the Iliad, Arion himself is mentioned: "Nor even if he drove behind noble Arion, Adrastus' swift horse, that was of divine descent." ἐν μέν Ἰλιάς εἰς αὐτός ἀρείων ποιέω οὐδέ εἰ κεν μετόπισθεν ἀρείων δῖος ἐλαύνω Ἄδραστος ταχύς ἵππος ὅς ἐκ θεόφιλος γένος εἰμί 0
8.25.8 3 Hom. Il. 23.346 (Hom. Il. 23.346) 0
8.25.8 4 ἐν δὲ τῇ Θηβαΐδι ὡς Ἄδραστος ἔφευγεν ἐκ Θηβῶν εἵματα λυγρὰ φέρων σὺν Ἀρείονι κυανοχαίτῃ. And in the Thebaid, how Adrastus fled from Thebes: "Wearing mournful garments, together with dark-maned Arion." ἐν δέ ὁ θηβαΐς ὡς Ἄδραστος φεύγω ἐκ Θῆβαι εἷμα λυγρός φέρω σύν Ἀρεών κυανοχαίτης 0
8.25.8 5 Thebaid, unknown location. (Thebaid, unknown location) 0
8.25.8 6 αἰνίσσεσθαι οὖν ἐθέλουσι τὰ ἔπη Ποσειδῶνα Ἀρείονι εἶναι πατέρα, Ἀντίμαχος δὲ παῖδα εἶναι Γῆς φησιν· Thus, by these verses they wish to intimate that Poseidon was Arion's father, although Antimachus asserts that Arion was the offspring of Earth. αἰνίσσομαι οὖν ἐθέλω ὁ ἔπος Ποσειδῶν Ἀρεών εἰμί πατήρ Ἄντιμαχος δέ παῖς εἰμί γῆ φημί 0
8.25.9 1 Ἄδρηστος Ταλαὼ υἱὸς Κρηθηιάδαο πρώτιστος Δαναῶν ἑὼ αἰνέτω ἤλασεν ἵππω, Καιρόν τε κραιπνὸν καὶ Ἀρείονα Θελπουσαῖον, τόν ῥά τʼ Ἀπόλλωνος σχεδὸν ἄλσεος Ὀγκαίοιο αὐτὴ Γαῖʼ ἀνέδωκε, σέβας θνητοῖσιν ἰδέσθαι. Adrastus, son of Talaus and descendant of Cretheus, was the very first of the Danaans who drove his famous horses: swift Caerus, and Arion from Thelpusa, whom Earth herself brought forth near the grove of Apollo Ogygius, a marvel for mortals to behold. Ἄδρηστος ταλαώ υἱός κρηθηιάδας πρῶτος Δαναός ἑώ αἰνέω ἐλαύνω ἵππος καιρός τε κραιπνός καί ἀρείων θελπουσαῖος ὁ ῥά τε Ἀπόλλων σχεδόν ἄλσος ὀγκαῖος αὐτός γαῖα ἀναδίδωμι σέβας θνητός ὁράω 0
8.25.9 2 Antimachus, unknown location. Antimachus, unknown location. 0
8.25.10 1 δύναιτο δʼ ἂν καὶ ἀναφύντι ἐκ γῆς τῷ ἵππῳ ἐκ θεοῦ τε εἶναι τὸ γένος καὶ αἱ τρίχες οἱ τὴν χρόαν ἐοικέναι κυανῷ. One could believe also from the horse's having sprung forth from the earth that its lineage was divine, and also from its hairs, whose color resembled dark blue. δύναμαι δέ ἄν καί ἀναφύω ἐκ γῆ ὁ ἵππος ἐκ θεός τε εἰμί ὁ γένος καί ὁ θρίξ ὁ ὁ χρώα ἔοικα κυανός 0
8.25.10 2 λέγεται δὲ καὶ τοιάδε, Ἡρακλέα πολεμοῦντα Ἠλείοις αἰτῆσαι παρʼ Ὄγκου τὸν ἵππον καὶ ἑλεῖν τὴν Ἦλιν ἐπὶ τῷ Ἀρείονι ὀχούμενον ἐς τὰς μάχας, δοθῆναι δὲ ὑπὸ Ἡρακλέους ὕστερον Ἀδράστῳ τὸν ἵππον. This story too is told: that when Heracles was waging war against the Eleans, he requested the horse from Oncus, and having received Arion mounted him into battle and so captured Elis; and that afterward, Heracles gave this horse to Adrastus. λέγω δέ καί τοιόσδε Ἡρακλῆς πολεμέω Ἠλεῖος αἰτέω παρά ὄγκος ὁ ἵππος καί αἱρέω ὁ Ἦλις ἐπί ὁ Ἀρεών ὀχέομαι εἰς ὁ μάχη δίδωμι δέ ὑπό Ἡρακλῆς ὕστερον Ἄδραστος ὁ ἵππος 0
8.25.10 3 ἐπὶ τούτῳ δὲ ἐς τὸν Ἀρείονα ἐποίησεν Ἀντίμαχος ὅς ῥά ποτʼ Ἀδρήστῳ τριτάτῳ δέδμηθʼ ὑπʼ ἄνακτι. It is about this very Arion that Antimachus composed the following lines: "Who once was mastered by lord Adrastus as the third possessor." ἐπί οὗτος δέ εἰς ὁ ἀρείων ποιέω Ἄντιμαχος ὅς ῥά ποτέ Ἄδραστος τριτάτος δέδμηκα ὑπό ἄναξ 0
8.25.11 1 ὁ δὲ Λάδων τῆς Ἐρινύος τὸ ἱερὸν ἀπολιπὼν ἐν ἀριστερᾷ, παρέξεισιν ἐν ἀριστερᾷ μὲν τοῦ Ἀπόλλωνος τοῦ Ὀγκαιάτου τὸν ναόν, τὰ δὲ ἐν δεξιᾷ παρὰ Ἀσκληπιοῦ Παιδὸς ἱερόν, ἔνθα Τρυγόνος μνῆμά ἐστι τροφοῦ · The Ladon, after leaving the sanctuary of Erinys on the left, next passes on the left the temple of Apollo Ongaeates, and on the right a sanctuary of Asclepius Païs, where lies the tomb of Trygone, his nurse. ὁ δέ Λάδων ὁ Ἐρινύς ὁ ἱερός ἀπολείπω ἐν ἀριστερός παρέξειμι ἐν ἀριστερός μέν ὁ Ἀπόλλων ὁ ὀγκαίτος ὁ ναός ὁ δέ ἐν δεξιός παρά Ἀσκληπιός παῖς ἱερόν ἔνθα τρυγών μνῆμα εἰμί τροφός 0
8.25.11 2 τροφὸν δὲ Ἀσκληπιοῦ τὴν Τρυγόνα εἶναι λέγουσιν· They say that Trygone was nurse to Asclepius. τροφός δέ Ἀσκληπιός ὁ τρυγών εἰμί λέγω 0
8.25.11 3 ἐν γὰρ τῇ Θελπούσῃ τῷ Ἀσκληπιῷ παιδὶ ἐκκειμένῳ φασὶν ἐπιτυχόντα Αὐτόλαον Ἀρκάδος υἱὸν νόθον ἀνελέσθαι τὸ παιδίον, καὶ ἐπὶ τούτῳ παῖδα Ἀσκληπιὸν εἰκότα εἶναι μᾶλλον ἡγούμην, ὃ καὶ ἐδήλωσα ἐν τοῖς Ἐπιδαυρίων. For when the child Asclepius had been exposed at Thelpousa, Autolaus, an illegitimate son of Arcas, chanced upon him, picked up the infant, and thereupon I considered it more likely that Asclepius was indeed a child, a matter I have already explained in my discussion of the Epidaurians. ἐν γάρ ὁ θελπούσα ὁ Ἀσκληπιός παῖς ἔγκειμαι φημί ἐπιτυγχάνω αὐτόλαος Ἀρκάς υἱός νόθος ἀναιρέω ὁ παιδίον καί ἐπί οὗτος παῖς Ἀσκληπιός εἰκός εἰμί μᾶλλον ἡγέομαι ὅς καί δηλόω ἐν ὁ Ἐπιδαύριος 0
8.25.12 1 ἔστι δὲ Τουθόα ποταμός· There is a river called Tuthoa. εἰμί δέ τουθόα ποταμός 0
8.25.12 2 ἐμβάλλει δὲ ἐς τὸν Λάδωνα καὶ ἡ Τουθόα κατὰ τὸν Θελπουσίων ὅρον πρὸς Ἡραιεῖς, καλούμενον δὲ ὑπὸ Ἀρκάδων Πεδίον. It also flows into the Ladon, and Tuthoa lies along the boundary between Thelpusa and Heraea, an area Arcadians call "Pedion" (Plain). ἐμβάλλω δέ εἰς ὁ Λάδων καί ὁ τουθόα κατά ὁ θελπουσίων ὅρος πρός Ἡραιεύς καλέω δέ ὑπό Ἀρκάς πεδίον 0
8.25.12 3 καθότι δὲ αὐτὸς ὁ Λάδων ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Κοράκων ὠνόμασται νᾶσος. At the point where the Ladon itself empties into the Alpheios, there is an island known as Korakon ("of the crows"). καθότι δέ αὐτός ὁ Λάδων ἐκδίδωμι εἰς ὁ Ἀλφειός κόραξ ὀνομάζω νᾶσος 0
8.25.12 4 οἱ δὲ ἥγηνται τὴν Ἐνίσπην καὶ Στρατίην τε καὶ Ῥίπην τὰς ὑπὸ Ὁμήρου κατειλεγμένας γενέσθαι νήσους ποτὲ ἐν τῷ Λάδωνι ὑπὸ ἀνθρώπων οἰκουμένας, ἃ οἱ πεπιστευκότες μάταια ἴστωσαν· Some believe that Enispe, Stratie, and Rhipe—mentioned by Homer in his verses—were once islands located within the Ladon river and inhabited by men; but those who trust in such accounts should know that their beliefs are in vain. ὁ δέ ἥγημαι ὁ ἐνίσπην καί στρατιή τε καί ῥίπη ὁ ὑπό Ὅμηρος καταλέγω γίγνομαι νῆσος ποτέ ἐν ὁ Λάδων ὑπό ἀνήρ οἰκουμένη ὅς ὁ πιστεύω μάταιος ἵστημι 0
8.25.13 1 οὐ γὰρ ἄν ποτε οὐδὲ νηὶ παρισουμένας πορθμίδι παράσχοιτο ὁ Λάδων νήσους. For the Ladon would never offer islands that could rival even a ferry-boat in size. οὐ γάρ ἄν ποτε οὐδέ ναῦς παρισόω πορθμίς παρασχέω ὁ Λάδων νῆσος 0
8.25.13 2 κάλλους μὲν γὰρ ἕνεκα οὐδενὸς ποταμῶν δεύτερος οὔτε τῶν βαρβαρικῶν ἐστιν οὔτε Ἕλληνος, μέγεθος δὲ οὐ τοσοῦτος ὡς ἐν αὐτῷ καὶ νήσους ἀναφαίνεσθαι καθάπερ ἐν Ἴστρῳ τε καὶ Ἠριδανῷ. Indeed, in beauty it is second to none of the rivers, neither among the barbarian nor among the Greek; yet it is not large enough for islands to appear in it, as they do in both the Ister and the Eridanus. κάλλος μέν γάρ ἕνεκα οὐδείς ποταμός δεύτερος οὔτε ὁ βαρβαρικός εἰμί οὔτε Ἕλλην μέγεθος δέ οὐ τοσοῦτος ὡς ἐν αὐτός καί νῆσος ἀναφαίνω καθάπερ ἐν Ἴστρος τε καί Ἠριδανός 0