Passage 8.25.1
ἐς δὲ Θέλπουσαν ἰόντι ἐκ Ψωφῖδος πρῶτα μὲν χωρίον Τρόπαιά ἐστιν ὀνομαζόμενον ἐν ἀριστερᾷ τοῦ Λάδωνος, Τροπαίων δὲ ἔχεται δρυμὸς Ἀφροδίσιον· τρίτα δέ ἐστιν ἀρχαῖα ἐν στήλῃ γράμματα, ὅροι Ψωφιδίοις πρὸς τὴν Θελπουσίαν χώραν. ἐν δὲ τῇ γῇ τῇ Θελπουσίᾳ ποταμός ἐστιν Ἄρσην καλούμενος· τοῦτον οὖν διαβήσῃ καὶ ὅσον πέντε ἀπʼ αὐτοῦ σταδίοις ἀφίξῃ καὶ εἴκοσι ἐπὶ ἐρείπια Καοῦντος κώμης ὃ καὶ ἱερὸν Ἀσκληπιοῦ Καουσίου πεποιημένον ἐν τῇ ὁδῷ.
On the way from Psophis to Thelpousa, the first place encountered is called Tropaea, situated on the left bank of the Ladon river. Next to Tropaea is the grove Aphrodision, and thirdly there are ancient inscriptions carved on a stele marking the boundaries of Psophidian territory toward the land of Thelpousa. In Thelpousian territory there is a river named Arsen; having crossed this river and proceeded about twenty-five stades beyond it, one reaches the ruins of the village Kaous, along the road to which is built a sanctuary dedicated to Asclepius Kaousios.