ἐπὶ δὲ τοῦ Ἀχέροντος τῇ ὄχθῃ μάλιστα θέας ἄξιον, ὅτι ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν ἀνὴρ οὐ δίκαιος ἐς πατέρα ἀγχόμενός ἐστιν ὑπὸ τοῦ πατρός. περὶ πλείστου γὰρ δὴ ἐποιοῦντο οἱ πάλαι γονέας, ὥσπερ ἔστιν ἄλλοις τε τεκμήρασθαι καὶ ἐν Κατάνῃ τοῖς καλουμένοις Εὐσεβέσιν, οἵ, ἡνίκα ἐπέρρει τῇ Κατάνῃ πῦρ τὸ ἐκ τῆς Αἴτνης, χρυσὸν μὲν καὶ ἄργυρον ἐν οὐδενὸς μερίδι ἐποιήσαντο, οἱ δὲ ἔφευγον ὁ μὲν ἀράμενος μητέρα, ὁ δὲ αὐτῶν τὸν πατέρα· προϊόντας δὲ οὐ σὺν ῥᾳστώνῃ καταλαμβάνει σφᾶς τὸ πῦρ ἐπειγόμενον τῇ φλογί· καὶ ---οὐ γὰρ κατετίθεντο οὐδʼ οὕτω τοὺς γονέας--- διχῇ σχισθῆναι λέγεται τὸν ῥύακα, καὶ αὐτούς τε τοὺς νεανίσκους, σὺν δὲ αὐτοῖς τοὺς γονέας τὸ πῦρ οὐδέν σφισι λυμηνάμενον παρεξῆλθεν.
On the banks of the Acheron there is a sight particularly worthy of notice, where a man who had been unjust toward his father is depicted being strangled by his father close beside Charon's ferry-boat. For indeed the ancients held parents in highest esteem, as can be proved by numerous examples, and especially by the men of Catana called the Pious. When fire once flowed down upon Catana from Mount Etna, they thought nothing at all of gold or silver, but fled, one carrying his mother, another his father. The flames, pursuing swiftly, overtook these youths while they were fleeing without ease. Yet—for not even then would they abandon their parents—the stream of lava is said to have split apart in two around them, passing by both the youths themselves and their parents alike, leaving them untouched and doing them no harm.