τὰ
μὲν οὖν Λυσιμάχου τοιαῦτα ἐγένετο· Ἀθηναίοις δὲ εἰκών
ἐστι καὶ Πύρρου. οὗτος ὁ Πύρρος Ἀλεξάνδρῳ προσῆκεν οὐδέν, εἰ
μὴ ὅσα κατὰ γένος· Αἰακίδου γὰρ
τοῦ Ἀρύββου Πύρρος ἦν, Ὀλυμπιάδος δὲ Ἀλέξανδρος τῆς Νεοπτολέμου, Νεοπτολέμῳ δὲ καὶ Ἀρύββᾳ πατὴρ ἦν Ἀλκέτας ὁ Θαρύπου. ἀπὸ δὲ Θαρύπου ἐς Πύρρον τὸν Ἀχιλλέως πέντε
ἀνδρῶν καὶ δέκα εἰσὶ γενεαί· πρῶτος γὰρ δὴ οὗτος ἁλούσης Ἰλίου τὴν
μὲν ἐς Θεσσαλίαν ὑπερεῖδεν ἀναχώρησιν, ἐς δὲ τὴν Ἤπειρον κατάρας ἐνταῦθα ἐκ τῶν Ἑλένου χρησμῶν ᾤκησε. καί οἱ παῖς ἐκ
μὲν Ἑρμιόνης ἐγένετο οὐδείς, ἐξ Ἀνδρομάχης δὲ Μολοσσὸς καὶ Πίελος καὶ νεώτατος ὁ Πέργαμος. ἐγένετο δὲ καὶ Ἑλένῳ Κεστρῖνος· τούτῳ γὰρ Ἀνδρομάχη συνῴκησεν ἀποθανόντος ἐν Δελφοῖς Πύρρου.
Αἰακίδης
Δελφοί
Θάρυπας
Θεσσαλία
Κεστρῖνος
Λυσίμαχος
Μολοσσός
Νεοπτόλεμος
Νεοπτόλεμος
Πέργαμος
Πίελος
Πύρρος
Πύρρος
Πύρρος
Ἀθηναῖοι
Ἀλέξανδρος
Ἀλέξανδρος
Ἀλκέτας
Ἀνδρομάχη
Ἀνδρομάχη
Ἀρύββας
Ἀρύββας
Ἀχιλλεύς
Ἑρμιόνη
Ἕλενος
Ἕλενος
Ἤπειρος
Ἴλιον
Ὀλυμπιάς
Such were the fortunes of Lysimachus. The Athenians also have a statue of Pyrrhus. This Pyrrhus was in no way related to Alexander, except by lineage; for Pyrrhus was the son of Aeacides, who was the son of Arybbas, while Alexander was the son of Olympias, who was the daughter of Neoptolemus. Both Neoptolemus and Arybbas were sons of Alcetas, who was the son of Tharypus. From Tharypus upward to Pyrrhus, son of Achilles, there are fifteen generations of men. Indeed, this Pyrrhus, the first one, after the fall of Troy, declined the return voyage to Thessaly and settled instead in Epirus due to curses disclosed there through the oracles of Helenus. He had no child by Hermione, but from Andromache he had Molossus and Pielus, and Pergamus, who was the youngest. Helenus also had a son named Cestrinus, for Andromache lived with him after Pyrrhus died at Delphi.