Pausanias Analysis

Analysis of Mythic vs. Historical Elements in Pausanias

Legend:

Mythic content (warmer colors, italics)
Historical content (cooler colors)

Color intensity indicates the strength of the predictive word or phrase.

Chapter 2.38

Passage 2.38.1 Class: Mythic
ἐκ Λέρνης δὲ ἰοῦσιν ἐς Τημένιον---τὸ δὲ Τημένιόν ἐστιν Ἀργείων, ὠνομάσθη δὲ ἀπὸ Τημένου τοῦ Ἀριστομάχου· καταλαβὼν γὰρ καὶ ἐχυρωσάμενος τὸ χωρίον ἐπολέμει σὺν τοῖς Δωριεῦσιν αὐτόθεν τὸν πρὸς Τισαμενὸν καὶ Ἀχαιοὺς πόλεμον---ἐς τοῦτο οὖν τὸ Τημένιον ἰοῦσιν ὅ τε Φρίξος ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν καὶ Ποσειδῶνος ἱερὸν ἐν Τημενίῳ πεποίηται καὶ Ἀφροδίτης ἕτερον καὶ μνῆμά ἐστι Τημένου τιμὰς ἔχον παρὰ Δωριέων τῶν ἐν Ἄργει.
Proper Nouns:
Δωριεῖς Δωριεῖς Λέρνη Ποσειδῶν Τήμενος Τημένιον Τημένιον Τισαμενός Φρίξος Ἀργεῖοι Ἀριστόμαχος Ἀφροδίτη Ἀχαιοί Ἄργος
Going from Lerna toward Temenion—Temenion belongs to the Argives and was named after Temenos, the son of Aristomachos; for Temenos, having seized and fortified the place, waged war from there together with the Dorians against Tisamenos and the Achaeans—in this very Temenion, as one journeys there, the river Phrixos empties into the sea. In Temenion there is a sanctuary of Poseidon and another sanctuary of Aphrodite, as well as the tomb of Temenos, which receives honors from the Dorians who dwell in Argos.
Passage 2.38.2 Class: Mythic
Τημενίου δὲ ἀπέχει Ναυπλία πεντήκοντα ἐμοὶ δοκεῖν σταδίους, τὰ μὲν ἐφʼ ἡμῶν ἔρημος, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Ναύπλιος Ποσειδῶνος λεγόμενος καὶ Ἀμυμώνης εἶναι. λείπεται δὲ καὶ τειχῶν ἔτι ἐρείπια, καὶ Ποσειδῶνος ἱερὸν καὶ λιμένες εἰσὶν ἐν Ναυπλίᾳ καὶ πηγὴ Κάναθος καλουμένη· ἐνταῦθα τὴν Ἥραν φασὶν Ἀργεῖοι κατὰ ἔτος λουμένην παρθένον γίνεσθαι.
Proper Nouns:
Κάναθος Ναυπλία Ναυπλία Ναύπλιος Ποσειδῶν Τήμενιος Ἀμυμώνη Ἀργεῖοι Ἥρα
Nauplia lies, as it seems to me, fifty stadia distant from Temenium. In our time it is deserted, but its founder is said to have been Nauplius, who was born from Poseidon and Amymone. Remains of walls still survive, and at Nauplia there is a sanctuary of Poseidon, as well as harbors and a spring called Canathus. Here, according to Argive tradition, Hera bathes each year and thus renews her virginity.
Passage 2.38.3 Class: Historical
οὗτος μὲν δή σφισιν ἐκ τελετῆς, ἣν ἄγουσι τῇ Ἥρᾳ, λόγος τῶν ἀπορρήτων ἐστίν· τὰ δὲ ὑπὸ τῶν ἐν Ναυπλίᾳ λεγόμενα ἐς τὸν ὄνον, ὡς ἐπιφαγὼν ἀμπέλου κλῆμα ἀφθονώτερον ἐς τὸ μέλλον ἀπέφηνε τὸν καρπόν---καὶ ὄνος σφίσιν ἐν πέτρᾳ πεποιημένος διὰ τοῦτό ἐστιν ἅτε ἀμπέλων διδάξας τομήν---, παρίημι οὐκ ἀξιόλογα ἡγούμενος.
Proper Nouns:
Ναυπλία Ἥρα
This indeed is the account of secret matters from the ritual they perform in honor of Hera. But the story told by the people of Nauplia concerning the donkey—that by nibbling excessively on a vine-shoot it revealed for future times a more abundant crop (and for this reason they have a donkey made of stone, commemorating how it taught them vine-pruning)—this story I pass over, considering it not worthy of mention.
Passage 2.38.4 Class: Mythic
ἔστι δὲ ἐκ Λέρνης καὶ ἑτέρα παρʼ αὐτὴν ὁδὸς τὴν θάλασσαν ἐπὶ χωρίον ὃ Γενέσιον ὀνομάζουσι· πρὸς θαλάσσῃ δὲ τοῦ Γενεσίου Ποσειδῶνος ἱερόν ἐστιν οὐ μέγα. τούτου δʼ ἔχεται χωρίον ἄλλο Ἀπόβαθμοι· γῆς δὲ ἐνταῦθα πρῶτον τῆς Ἀργολίδος Δαναὸν σὺν ταῖς παισὶν ἀποβῆναι λέγουσιν. ἐντεῦθεν διελθοῦσιν Ἀνιγραῖα καλούμενα ὁδὸν καὶ στενὴν καὶ ἄλλως δύσβατον, ἔστιν ἐν ἀριστερᾷ μὲν καθήκουσα ἐπὶ θάλασσαν καὶ δένδρα---ἐλαίας μάλιστα---ἀγαθὴ τρέφειν γῆ, ἰόντι
Proper Nouns:
Γενέσιον Γενέσιον Δαναός Λέρνη Ποσειδῶν Ἀνιγραῖα Ἀπόβαθμοι Ἀργολίς
From Lerna there is another road along the sea leading to a place they call Genesium. By the seaside at Genesium is a sanctuary of Poseidon, small in size. Next to this lies another place called Apobathmoi ("the Landing"), where they say Danaus and his daughters first landed on the soil of Argolis. Continuing from there, the route crosses an area named Anigraia, both narrow and otherwise difficult to pass. On one's left, the land slopes downward toward the sea and produces good trees—especially olive trees.
Passage 2.38.5 Class: Historical
δὲ ἄνω πρὸς τὴν ἤπειρον ἀπʼ αὐτῆς χωρίον ἐστίν, ἔνθα δὴ ἐμαχέσαντο ὑπὲρ τῆς γῆς ταύτης λογάδες Ἀργείων τριακόσιοι πρὸς ἄνδρας Λακεδαιμονίων ἀριθμόν τε ἴσους καὶ ἐπιλέκτους ὁμοίως. ἀποθανόντων δὲ ἁπάντων πλὴν ἑνὸς Σπαρτιάτου καὶ δυοῖν Ἀργείων, τοῖς μὲν ἀποθανοῦσιν ἐχώσθησαν ἐνταῦθα οἱ τάφοι, τὴν χώραν δὲ οἱ Λακεδαιμόνιοι γενομένου πανδημεί σφισιν ἀγῶνος πρὸς Ἀργείους κρατήσαντες βεβαίως αὐτοί τε παραυτίκα ἐκαρποῦντο καὶ ὕστερον Αἰγινήταις ἔδοσαν ἐκπεσοῦσιν ὑπὸ Ἀθηναίων ἐκ τῆς νήσου. τὰ δὲ ἐπʼ ἐμοῦ τὴν Θυρεᾶτιν ἐνέμοντο Ἀργεῖοι· φασὶ δὲ ἀνασώσασθαι δίκῃ νικήσαντες.
Proper Nouns:
Αἰγινῆται Θυρεᾶτις Λακεδαιμόνιοι Λακεδαιμόνιοι Σπαρτιάτης Ἀθηναῖοι Ἀργεῖοι Ἀργεῖοι
Inland above the city there is a region where once three hundred chosen Argives fought for possession of the land against an equal number of Spartans, likewise selected men. After they had all fallen except one Spartan and two Argives, tombs were raised there for those who had died. Later, the Lacedaemonians, when they had defeated the Argives in a full-scale engagement, firmly secured possession of this territory. They themselves cultivated it for a time, and subsequently gave it to the Aeginetans, who had been driven out of their island by the Athenians. But in my own time the Argives once again inhabited the Thyreatis, claiming that they had rightfully recovered it by prevailing in a judicial dispute.
Passage 2.38.6 Class: Mythic
ἀπὸ δὲ τῶν πολυανδρίων ἰόντι Ἀ ν θήνη τέ ἐστιν, ἐς ἣν Αἰγινῆταί ποτε ᾤκησαν, καὶ ἑτέρα κώμη Νηρίς, τρίτη δὲ Εὔα μεγίστη τῶν κωμῶν· καὶ ἱερὸν τοῦ Πολεμοκράτους ἐστὶν ἐν ταύτῃ. ὁ δὲ Πολεμοκράτης ἐστὶ καὶ οὗτος Μαχάονος υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος, καὶ ἰᾶται τοὺς ταύτῃ καὶ τιμὰς παρὰ τῶν προσοίκων ἔχει.
Proper Nouns:
Αἰγινῆται Εὔα Μαχάων Νηρίς Πολεμοκράτης Πολεμοκράτης Ἀλέξανδρος Ἀνθήνη
As one proceeds from the burial-places, there is Anthene, where once the Aeginetans settled, and another village called Neris; then a third, Eva, the largest of these villages. In Eva is a sanctuary of Polemocrates. This Polemocrates is himself a son of Machaon and a brother of Alexanor; he heals the people of that district, and receives honors from the neighboring inhabitants.
Passage 2.38.7 Class: Historical
ἀνατείνει δὲ ὑπὲρ τὰς κώμας ὄρος Πάρνων, καὶ Λακεδαιμονίων ἐπʼ αὐτοῦ πρὸς Ἀργείους ὅροι καὶ Τεγεάτας εἰσίν· ἑστήκασι δὲ ἐπὶ τοῖς ὅροις Ἑρμαῖ λίθου, καὶ τοῦ χωρίου τὸ ὄνομά ἐστιν ἀπʼ αὐτῶν. ποταμὸς δὲ καλούμενος Τάναος---εἷς γὰρ δὴ οὗτος ἐκ τοῦ Πάρνωνος κάτεισι---ῥέων διὰ τῆς Ἀργείας καὶ ἐκδίδωσιν ἐς τὸν Θυρεάτην κόλπον.
Proper Nouns:
Θυρεᾶτης κόλπος Λακεδαιμόνιοι Πάρνων Πάρνων Τάναος Τεγεᾶται Ἀργεία Ἀργεῖοι Ἑρμαῖ
Mount Parnon rises above the villages, and upon it lie boundaries which separate the Lacedaemonians from both the Argives and the Tegeans. At these boundaries stand stone images of Hermes, from which the place takes its name. A river called Tanaus—the only one indeed that descends from Mount Parnon—flows through the Argive land and empties into the Thyreatic Gulf.