ἐσέχει δὲ μετὰ τὴν ἄκραν Βοιατικὸς καλούμενος κόλπος, καὶ Βοιαὶ πόλις πρὸς τῷ πέρατί
ἐστι τοῦ κόλπου. ταύτην ᾤκισε
μὲν Βοιὸς τῶν Ἡρακλειδῶν, συναγαγεῖν δὲ
ἄνδρας ἀπὸ τριῶν ἐς
αὐτὴν λέγεται πόλεων, Ἤτιδος καὶ Ἀφροδισιάδος καὶ Σίδης. τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς
μὲν δύο ἐς Ἰταλίαν φεύγοντα Αἰνείαν καὶ ὑπὸ πνευμάτων ἀπενεχθέντα ἐς τοῦτον τὸν κόλπον οἰκίσαι φασί, τὴν Ἠτιάδα Αἰνείου
θυγατέρα λέγοντες εἶναι· τὴν τρίτην δὲ κληθῆναι τῶν πόλεων
λέγουσιν ἀπὸ τῆς Δαναοῦ Σίδης.
Αἰνείας
Αἰνεύς
Βοιαί
Βοιατικός
Βοῖος
Δαναός
Σίδη
Ἀφροδισιάς
Ἠτιάς
Ἡρακλεῖδαι
Ἤτις
Ἰταλία
Beyond the headland lies the bay called the Boiatic Gulf, and at the farthest end of this bay stands the city of Boiai. This city was founded by Boios, one of the Herakleidai, who is said to have gathered inhabitants into it from three cities: Etis, Aphrodisias, and Side. Of these ancient cities, it is said that Aeneas, fleeing to Italy and driven by storms into this gulf, established two, naming Etis after his daughter Aineias. The third city, they claim, was named after Side, the daughter of Danaos.