ἔτεσι δὲ
οὐ πολλοῖς ὕστερον Μέδων καὶ Νειλεὺς πρεσβύτατοι τῶν Κόδρου
παίδων ἐστασίασαν ὑπὲρ τῆς ἀρχῆς, καὶ οὐκ ἔφασκεν ὁ Νειλεὺς ἀνέξεσθαι βασιλευόμενος ὑπὸ
τοῦ Μέδοντος, ὅτι ὁ Μέδων τὸν ἕτερον ἦν τῶν ποδῶν χωλός· δόξαν δέ σφισιν ἀνενεγκεῖν
ἐς τὸ χρηστήριον τὸ ἐν Δελφοῖς, δίδωσι Μέδοντι ἡ Πυθία βασιλείαν τὴν Ἀθηναίων. οὕτω δὴ ὁ Νειλεὺς καὶ οἱ λοιποὶ τῶν Κόδρου
παίδων ἐς ἀποικίαν ἀπεστάλησαν, ἀγαγόντες
μὲν καὶ αὐτῶν Ἀθηναίων τὸν βουλόμενον, τὸ δὲ πλεῖστόν σφισιν ἦσαν
τοῦ στρατεύματος οἱ Ἴωνες.
Δελφοί
Κόδρος
Μέδων
Νειλεύς
Πυθία
χρηστήριον
Ἀθῆναι
Ἴωνες
Not many years later, Medon and Neileus, the eldest of Codrus' sons, became involved in a dispute over rulership. Neileus declared he could not accept being ruled by Medon, since Medon was lame in one foot. Deciding to refer the matter to the oracle at Delphi, the Pythian priestess granted the sovereignty over Athens to Medon. Thus Neileus and the other sons of Codrus were sent out to found a colony, taking along whichever Athenians willingly wished to go with them; but the majority of their host consisted of Ionians.