Ἀντίοχον δὲ ἀπόγονον Σελεύκου
τοῦ ὀνομασθέντος Νικάτορος καὶ Σύρων τὴν σὺν αὐτῷ στρατιὰν Μανίου καὶ Ῥωμαίων ἐν Θερμοπύλαις νικησάντων καὶ Ἀρισταίνου τοῖς Ἀχαιοῖς
τοῦ Μεγαλοπολίτου παραινοῦντος ἐπαινεῖν τὰ Ῥωμαίοις ἀρέσκοντα ἐπὶ παντὶ μηδὲ ἀνθίστασθαί σφισιν ὑπὲρ μηδενός, ὁ Φιλοποίμην ἀπεῖδεν ἐς τὸν Ἀρίσταινον σὺν ὀργῇ καὶ αὐτὸν τῇ Ἑλλάδι ἔφη τὴν πεπρωμένην ἐπιταχύνειν· Λακεδαιμονίων δὲ τοὺς φεύγοντας Μανίου καταδέξασθαι θέλοντος τῷ
μὲν ἀντέπραξεν ἐς τὸ βούλευμα, ἐκείνου δὲ ἀπελθόντος τότε ἤδη κατελθεῖν τοὺς φυγάδας ἐφίησιν ἐς Σπάρτην.
Θερμοπύλαι
Λακεδαιμόνιοι
Μάνιος
Μεγαλοπολίτης
Νικάτωρ
Σέλευκος
Σπάρτη
Σύρος
Φιλοποίμην
Ἀντίοχος
Ἀρίσταινος
Ἀρίσταινος
Ἀχαιοὶ
Ἑλλάς
Ῥωμαῖοι
Ῥωμαῖοι
When Manius and the Romans defeated Antiochus, descendant of Seleucus surnamed Nicator, and the Syrian army with him at Thermopylae, and when Aristaenus of Megalopolis urged the Achaeans to approve whatever pleased the Romans, and never to oppose them on any matter, Philopoemen looked angrily at Aristaenus and declared him to be hastening the fate appointed for Greece. Later, when Manius wished the Spartans to receive back their exiles, Philopoemen opposed his proposal; but after Manius departed, Philopoemen himself permitted the exiles to return to Sparta.