Ἡσίοδος δὲ ἐν Θεογονίᾳ---προσιέσθω δὲ ὅτῳ φίλον τὴν Θεογονίαν---, ἐν
δʼ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν
εἶναι Διός τε καὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν
εἶναι καὶ Θαλίαν. κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν
ἐστι τοῖς Ὀνομακρίτου. Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης
εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς. Ἑρμησιάνακτι δὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε
οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷ πεποιημένον,
ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία.
Αἴγλη
Εὐρυνόμη
Εὐφροσύνη
Ζεύς
Θάλεια
Θεογονία
Πειθώ
Χάριτες
Χάριτες
Ἀγλαΐα
Ἀντίμαχος
Ἑρμησιάναξ
Ἡσίοδος
Ἥλιος
Ὀνομακρίτος
Hesiod, however, in his Theogony—and let anyone who pleases accept the Theogony—within this poem he declares the Graces to be daughters of Zeus and Eurynome, naming them Euphrosyne, Aglaia, and Thaleia. Omacritus, in his poems, accords precisely with this view. Antimachus, on the other hand, neither stating the number nor the names of the Graces, says that they are daughters of Aegle and the Sun. Moreover, Hermesianax, who composed elegies, diverges so far from previous opinion that he maintains Peitho ("Persuasion") herself is also one of the Graces.