Κόρινθον δὲ οἰκοῦσι Κορινθίων μὲν οὐδεὶς ἔτι
τῶν ἀρχαίων, ἔποικοι δὲ ἀποσταλέντες ὑπὸ Ῥωμαίων. αἴτιον δὲ τὸ συνέδριον τὸ Ἀχαιῶν· συντελοῦντες γὰρ ἐς αὐτὸ
καὶ οἱ Κορίνθιοι μετέσχον τοῦ πολέμου τοῦ
πρὸς Ῥωμαίους, ὃν Κριτόλαος στρατηγεῖν Ἀχαιῶν ἀποδειχθεὶς παρεσκεύασε
γενέσθαι τούς τε Ἀχαιοὺς ἀναπείσας ἀποστῆναι
καὶ τῶν ἔξω Πελοποννήσου τοὺς πολλούς. Ῥωμαῖοι δὲ
ὡς ἐκράτησαν τῷ πολέμῳ, παρείλοντο μὲν
καὶ τῶν ἄλλων Ἑλλήνων τὰ
ὅπλα καὶ τείχη περιεῖλον ὅσαι τετειχισμέναι πόλεις ἦσαν· Κόρινθον δὲ ἀνάστατον Μομμίου ποιήσαντος τοῦ τότε ἡγουμένου
τῶν ἐπὶ στρατοπέδου Ῥωμαίων, ὕστερον
λέγουσιν ἀνοικίσαι Καίσαρα, ὃς πολιτείαν ἐν Ῥώμῃ πρῶτος τὴν ἐφʼ ἡμῶν κατεστήσατο· ἀνοικίσαι δὲ
καὶ Καρχηδόνα ἐπὶ
τῆς ἀρχῆς
τῆς αὐτοῦ.
Καρχηδών
Καῖσαρ
Κορίνθιος
Κορίνθιος
Κριτόλαος
Κόρινθος
Μόμμιος
Πελοπόννησος
Ἀχαιοί
Ἕλληνες
Ῥωμαῖοι
Ῥωμαῖοι
Ῥωμαῖοι
Ῥώμη
No one of the ancient Corinthians still dwells in Corinth, but settlers who were sent there by the Romans. The cause of this lies in the Achaean League. For the Corinthians, as they were members of this federation, took part in the war against the Romans, a conflict prepared and incited by the Achaean general Critolaus, who convinced the Achaeans to revolt, along with many others outside the Peloponnese. When the Romans prevailed in this war, they confiscated the weapons from the other Greeks as well and destroyed the fortifications of the formerly walled cities; Corinth, however, was razed to the ground by Mummius, who at that time was the commander of the Roman army. Later, it is said, Corinth was re-founded by Caesar, the first who established the government prevailing in my own day at Rome; and during his rule he also restored Carthage.