Pausanias Analysis

Analysis of Skepticism in Pausanias

Legend:

Skeptical content (green)
Non-skeptical content (orange, bold)

Color intensity indicates the strength of the predictive word or phrase.

Chapter 2.22

Passage 2.22.1 Class: Non-skeptical
τῆς δὲ Ἥρας ὁ ναὸς τῆς Ἀνθείας ἐστὶ τοῦ ἱεροῦ τῆς Λητοῦς ἐν δεξιᾷ καὶ πρὸ αὐτοῦ γυναικῶν τάφος. ἀπέθανον δὲ αἱ γυναῖκες ἐν μάχῃ πρὸς Ἀργείους τε καὶ Περσέα, ἀπὸ νήσων τῶν ἐν Αἰγαίῳ Διονύσῳ συνεστρατευμέναι· καὶ διὰ τοῦτο Ἁλίας αὐτὰς ἐπονομάζουσιν. ἀντικρὺ δὲ τοῦ μνήματος τῶν γυναικῶν Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Πελασγίδος ἀπὸ τοῦ ἱδρυσαμένου Πελασγοῦ τοῦ Τριόπα, καὶ οὐ πόρρω τοῦ ἱεροῦ τάφος Πελασγοῦ.
Proper Nouns:
Αἰγαῖον Δήμητρα Διόνυσος Λητώ Πελασγίς Πελασγός Περσεύς Τρίοπας Ἀνθεία Ἀργεῖοι Ἁλίαι Ἥρα
The temple of Hera Antheia is to the right of the sanctuary of Leto, and in front of it is the tomb of certain women. These women died in battle against the Argives and Perseus, having come from the islands of the Aegean to fight alongside Dionysus. For this reason they are called "the women of the sea" (Haliai). Opposite the tomb of these women is a sanctuary of Demeter, surnamed Pelasgian after Pelasgus, son of Triopas, who founded it; and not far from the sanctuary is the tomb of Pelasgus himself.
Passage 2.22.2 Class: Skeptical
πέραν δὲ τοῦ τάφου χαλκεῖόν ἐστιν οὐ μέγα, ἀνέχει δὲ αὐτὸ ἀγάλματα ἀρχαῖα Ἀρτέμιδος καὶ Διὸς καὶ Ἀθηνᾶς. Λυκέας μὲν οὖν ἐν τοῖς ἔπεσιν ἐποίησε Μηχανέως τὸ ἄγαλμα εἶναι Διός, καὶ Ἀργείων ἔφη τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας ἐνταῦθα ὀμόσαι παραμενεῖν πολεμοῦντας, ἔστʼ ἂν ἢ τὸ Ἴλιον ἕλωσιν ἢ μαχομένους τελευτὴ σφᾶς ἐπιλάβῃ· ἑτέροις δέ ἐστιν εἰρημένον ὀστᾶ ἐν τῷ χαλκείῳ κεῖσθαι Ταντάλου.
Proper Nouns:
Ζεύς Λυκέας Μηχανεύς Τάνταλος Ἀθηνᾶ Ἀργεῖοι Ἄρτεμις Ἴλιον
Beyond the tomb there is a bronze structure, not large, which supports ancient images of Artemis, Zeus, and Athena. Lyceas, indeed, in his verses stated that the image of Zeus was the work of Mechanes, and said that at this place the Argives who marched against Ilium took an oath to persevere fighting until they either captured Ilium or death seized them in battle. Others have reported that the bones of Tantalus lie within this bronze structure.
Passage 2.22.3 Class: Skeptical
τὸν μὲν δὴ Θυέστου παῖδα ἢ Βροτέου---λέγεται γὰρ ἀμφότερα---, ὃς Κλυταιμνήστρᾳ πρότερον ἢ Ἀγαμέμνων συνῴκησε, τοῦτον μὲν τὸν Τάνταλον οὐ διοίσομαι ταφῆναι ταύτῃ· τοῦ δὲ λεγομένου Διός τε εἶναι καὶ Πλουτοῦς ἰδὼν οἶδα ἐν Σιπύλῳ τάφον θέας ἄξιον. πρὸς δὲ οὐδὲ ἀνάγκη συνέπεσεν ἐκ τῆς Σιπύλου φυγεῖν αὐτόν, ὡς Πέλοπα ἐπέλαβεν ὕστερον ἐλαύνοντος Ἴλου τοῦ Φρυγὸς ἐπʼ αὐτὸν στρατείᾳ. τάδε μὲν ἐς τοσοῦτον ἐξητάσθω· τὰ δὲ ἐς τὸν βόθρον τὸν πλησίον δρώμενα Νικόστρατον ἄνδρα ἐπιχώριον καταστήσασθαι λέγουσιν. ἀφιᾶσι δὲ καὶ νῦν ἔτι ἐς τὸν βόθρον καιομένας λαμπάδας Κόρῃ τῇ Δήμητρος.
Proper Nouns:
Βροτεύς Δήμητρα Ζεύς Θυέστης Κλυταιμνήστρα Κόρη Νικόστρατος Πέλοψ Πλοῦτος Σίπυλος Τάνταλος Φρύξ Ἀγαμέμνων Ἶλος
As to whether the Tantalus who was the son either of Thyestes or of Broteas—for both accounts are given—and who lived together with Clytemnestra before Agamemnon married her, was buried here, I will not argue the matter. But concerning the other Tantalus said to be a son of Zeus and Pluto, I myself have seen his tomb on Mount Sipylus—it is indeed worthy of viewing. Moreover, it was not even necessary for this Tantalus to flee from Sipylus, as it later befell Pelops to flee when Ilus the Phrygian drove against him in war. Let these inquiries suffice to this point. It is also related that Nicostratus, a local man, established the rites performed at the nearby pit; even now they continue to throw burning torches into this pit to Kore, the daughter of Demeter.
Passage 2.22.4 Class: Non-skeptical
ἐνταῦθα Ποσειδῶνός ἐστιν ἱερὸν ἐπίκλησιν Προσκλυστίου· τῆς γὰρ χώρας τὸν Ποσειδῶνά φασιν ἐπικλύσαι τὴν πολλήν, ὅτι Ἥρας εἶναι καὶ οὐκ αὐτοῦ τὴν γῆν Ἴναχος καὶ οἱ συνδικάσαντες ἔγνωσαν. Ἥρα μὲν δὴ παρὰ Ποσειδῶνος εὕρετο ἀπελθεῖν ὀπίσω τὴν θάλασσαν· Ἀργεῖοι δέ, ὅθεν τὸ κῦμα ἀνεχώρησεν, ἱερὸν Ποσειδῶνι ἐποίησαν Προσκλυστίῳ.
Proper Nouns:
Ποσειδών Ποσειδών Ποσειδῶν Προσκλυστίος Προσκλυστίος Ἀργεῖοι Ἥρα Ἥρα Ἴναχος
Here there is a sanctuary of Poseidon surnamed Prosklystios ("Flooder"), for they say Poseidon flooded the greater part of the land because Inachus and his fellow judges decided that the territory belonged to Hera rather than to him. Hera succeeded in obtaining from Poseidon the withdrawal of the sea; and the Argives built a sanctuary to Poseidon Prosklystios at the place from which the wave had withdrawn.
Passage 2.22.5 Class: Skeptical
προελθόντι δὲ οὐ πολὺ τάφος ἐστὶν Ἄργου Διὸς εἶναι δοκοῦντος καὶ τῆς Φορωνέως Νιόβης· μετὰ δὲ ταῦτα Διοσκούρων ναός. ἀγάλματα δὲ αὐτοί τε καὶ οἱ παῖδές εἰσιν Ἄναξις καὶ Μνασίνους, σὺν δέ σφισιν αἱ μητέρες Ἱλάειρα καὶ Φοίβη, τέχνη μὲν Διποίνου καὶ Σκύλλιδος , ξύλου δὲ ἐβένου· τοῖς δʼ ἵπποις τὰ μὲν πολλὰ ἐβένου καὶ τούτοις, ὀλίγα δὲ καὶ ἐλέφαντος πεποίηται.
Proper Nouns:
Διποῖνος Διόσκουροι Ζεύς Μνασίνους Νιόβη Σκύλλις Φοίβη Φορωνεύς Ἄναξις Ἄργος Ἱλάειρα
Proceeding a short distance further, there is a tomb said to belong to Argos, reputedly the son of Zeus, and also to Niobe, daughter of Phoroneus; beyond this lies a temple of the Dioscuri. The statues in it represent themselves and their sons, Anaxis and Mnasinous, along with their mothers, Hilaeira and Phoebe. These statues, carved from ebony, are the work of Dipoenus and Scyllis. The horses also are mostly made of ebony, but with certain parts having been fashioned from ivory.
Passage 2.22.6 Class: Non-skeptical
πλησίον δὲ τῶν Ἀνάκτων Εἰληθυίας ἐστὶν ἱερὸν ἀνάθημα Ἑλένης, ὅτε σὺν Πειρίθῳ Θησέως ἀπελθόντος ἐς Θεσπρωτοὺς Ἄφιδνά τε ὑπὸ Διοσκούρων ἑάλω καὶ ἤγετο ἐς Λακεδαίμονα Ἑλένη. ἔχειν μὲν γὰρ αὐτὴν λέγουσιν ἐν γαστρί, τεκοῦσαν δὲ ἐν Ἄργει καὶ τῆς Εἰληθυίας ἱδρυσαμένην τὸ ἱερὸν τὴν μὲν παῖδα ἣν ἔτεκε Κλυταιμνήστρᾳ δοῦναι---συνοικεῖν γὰρ ἤδη Κλυταιμνήστραν Ἀγαμέμνονι---, αὐτὴν δὲ ὕστερον τούτων Μενελάῳ γήμασθαι.
Proper Nouns:
Διόσκουροι Εἰλείθυια Θεσπρωτοί Θησεύς Κλυταιμνήστρα Κλυταιμνήστρα Λακεδαίμων Μενέλαος Πειρίθους Ἀγαμέμνων Ἄνακτες Ἄργος Ἄφιδνα Ἑλένη Ἑλένη
Near the shrine of the Anakes is a sanctuary of Eileithyia, dedicated by Helen. This occurred when Theseus had departed with Peirithous for the Thesprotians, and Aphidna was captured by the Dioskouroi, and Helen was taken back to Lacedaemon. For they say she was pregnant at the time, and that when she gave birth in Argos, she erected a sanctuary for Eileithyia. The child whom she bore she gave to Clytemnestra—since Clytemnestra was already married to Agamemnon—while Helen herself afterward married Menelaus.
Passage 2.22.7 Class: Skeptical
καὶ ἐπὶ τῷδε Εὐφορίων Χαλκιδεὺς καὶ Πλευρώνιος Ἀλέξανδρος ἔπη ποιήσαντες, πρότερον δὲ ἔτι Στησίχορος ὁ Ἱμεραῖος, κατὰ ταὐτά φασιν Ἀργείοις Θησέως εἶναι θυγατέρα Ἰφιγένειαν. τοῦ δὲ ἱεροῦ τῆς Εἰληθυίας πέραν ἐστὶν Ἑκάτης ναός, Σκόπα δὲ τὸ ἄγαλμα ἔργον. τοῦτο μὲν λίθου· τὰ δʼ ἀπαντικρὺ χαλκᾶ, Ἑκάτης καὶ ταῦτα ἀγάλματα, τὸ μὲν Πολύκλειτος ἐποίησε, τὸ δὲ ἀδελφὸς Πολυκλείτου Ναυκύδης †Μόθωνος.
Proper Nouns:
Εἰλείθυια Εὐφορίων Θησεύς Μόθων Ναυκύδης Πλευρώνιος Πολύκλειτος Σκόπας Στησίχορος Χαλκιδεύς Ἀλέξανδρος Ἀργεῖοι Ἑκάτη Ἰφιγένεια Ἱμεραῖος
On this matter Euphorion of Chalcis and Alexander of Pleuron, who composed poems, as well as Stesichorus of Himera even earlier, agree with the Argives, claiming similarly that Iphigenia was the daughter of Theseus. Beyond the sanctuary of Eileithyia stands a temple of Hecate, with a statue by Scopas; this one is of stone. Opposite it are bronze statues, also representations of Hecate; one made by Polycleitus, the other by Polycleitus' brother Naucydes of Argos.
Passage 2.22.8 Class: Non-skeptical
ἐρχομένῳ δὲ ὁδὸν εὐθεῖαν ἐς γυμνάσιον Κυλάραβιν, ἀπὸ τοῦ παιδὸς ὀνομαζόμενον τοῦ Σθενέλου, τέθαπται δὴ Λικύμνιος ὁ Ἠλεκτρύωνος· ἀποθανεῖν δʼ αὐτὸν Ὅμηρος ὑπὸ Τληπτολέμου φησὶ τοῦ Ἡρακλέους, καὶ διὰ τὸν φόνον τοῦτον ἔφυγεν ἐξ Ἄργους Τληπτόλεμος. ὀλίγον δὲ τῆς ἐπὶ Κυλάραβιν καὶ τὴν ταύτῃ πύλην ἀποτραπεῖσι Σακάδα μνῆμά ἐστιν, ὃς τὸ αὔλημα τὸ Πυθικὸν πρῶτος ηὔλησεν ἐν Δελφοῖς·
Proper Nouns:
Δελφοί Κυλάραβις Λικύμνιος Πύθια Σακάδας Σθένελος Τληπτόλεμος Τληπτόλεμος Ἄργος Ἠλεκτρύων Ἡρακλῆς Ὅμηρος
Going along the straight road toward the gymnasium called Cylarabis—named after the son of Sthenelus—you find the grave of Licymnius, son of Electryon. Homer says Licymnius was killed by Tlepolemus, the son of Heracles, and for this murder Tlepolemus fled from Argos. Not far from the gate on the road to Cylarabis, turning aside slightly from here, is the tomb of Sacadas, who was the first to perform the Pythian flute-melody at Delphi.
Passage 2.22.9 Class: Skeptical
καὶ τὸ ἔχθος τὸ Ἀπόλλωνι διαμένον ἐς τοὺς αὐλητὰς ἔτι ἀπὸ Μαρσύου καὶ τῆς ἁμίλλης τοῦ Σιληνοῦ παυθῆναι διὰ τοῦτον δοκεῖ τὸν Σακάδαν. ἐν δὲ τῷ γυμνασίῳ τῷ Κυλαράβου καὶ Πανία ἐστὶν Ἀθηνᾶ καλουμένη καὶ τάφον Σθενέλου δεικνύουσι, τὸν δὲ αὐτοῦ Κυλαράβου. πεποίηται δὲ οὐ πόρρω τοῦ γυμνασίου πολυάνδριον τοῖς μετὰ Ἀθηναίων πλεύσασιν Ἀργείοις ἐπὶ καταδουλώσει Συρακουσῶν τε καὶ Σικελίας.
Proper Nouns:
Κυλάραβος Μαρσύας Πανία Σακάδας Σειληνός Σθένελος Σικελία Συρακούσαι Ἀθηναῖοι Ἀθηνᾶ Ἀπόλλων Ἀργεῖοι
The longstanding hostility Apollo bore toward flute-players ever since Marsyas' contest, the silenus, is believed to have ceased because of this Sacadas. In the gymnasium of Cylarabus there is also an image of Athena called Pania, and the tomb of Sthenelus is shown there, as well as that of Cylarabus himself. Not far from the gymnasium stands a common tomb of those Argives who sailed with the Athenians against Sicily, aiming to reduce Syracuse and the whole island under their power.