ὄπισθεν δὲ τοῦ ναοῦ Πιτθέως μνῆμά ἐστι, τρεῖς δὲ ἐπʼ αὐτῷ θρόνοι κεῖνται λίθου λευκοῦ· δικάζειν δὲ Πιτθέα
καὶ ἄνδρας
δύο σὺν αὐτῷ
λέγουσιν ἐπὶ
τῶν θρόνων.
οὐ πόρρω δὲ ἱερὸν Μουσῶν ἐστι, ποιῆσαι δὲ ἔλεγον αὐτὸ Ἄρδαλον παῖδα Ἡφαίστου·
καὶ αὐλόν τε εὑρεῖν νομίζουσι τὸν Ἄρδαλον τοῦτον
καὶ τὰς Μούσας ἀπʼ αὐτοῦ καλοῦσιν Ἀρδαλίδας.
ἐνταῦθα Πιτθέα διδάξαι λόγων τέχνην φασί, καί τι βιβλίον Πιτθέως
δὴ σύγγραμμα ὑπὸ ἀνδρὸς ἐκδοθὲν Ἐπιδαυρίου
καὶ αὐτὸς ἐπελεξάμην. τοῦ Μουσείου δὲ
οὐ πόρρω βωμός ἐστιν ἀρχαῖος, Ἀρδάλου
καὶ τοῦτον ὥς
φασιν ἀναθέντος· ἐπὶ δὲ αὐτῷ Μούσαις
καὶ Ὕπνῳ θύουσι, λέγοντες τὸν Ὕπνον θεὸν
μάλιστα εἶναι φίλον ταῖς Μούσαις.
Μουσεῖον
Μοῦσαι
Μοῦσαι
Μοῦσαι
Πιτθεύς
Πιτθεύς
Ἀρδαλίδες
Ἄρδαλος
Ἄρδαλος
Ἐπίδαυρος
Ἥφαιστος
Ὕπνος
Ὕπνος
Behind the temple is the tomb of Pittheus, and upon it rest three chairs of white stone. They say that Pittheus used to sit upon these chairs, along with two others, to render judgment. Not far away there is a sanctuary of the Muses, which they relate was founded by Ardalus, son of Hephaestus. They also believe that this same Ardalus invented the flute, and from his name they call the Muses "Ardalides." Here, it is said, Pittheus taught the art of speaking. I myself have read a treatise written by Pittheus, published by a man from Epidaurus. Near the sanctuary of the Muses is an ancient altar, also said to have been dedicated by this same Ardalus; upon it they sacrifice to the Muses and to Sleep, claiming Sleep to be the deity most beloved by the Muses.