Σισύφῳ δὲ οὔτι Γλαῦκος μόνον ὁ Βελλεροφόντου πατὴρ ἀλλὰ
καὶ ἕτερος υἱὸς ἐγένετο Ὀρνυτίων, ἐπὶ δὲ αὐτῷ Θέρσανδρός τε
καὶ Ἄλμος. Ὀρνυτίωνος δὲ ἦν Φῶκος, Ποσειδῶνος δὲ ἐπίκλησιν.
καὶ ὁ μὲν ἀπῴκησεν ἐς Τιθορέαν
τῆς νῦν καλουμένης Φωκίδος, Θόας δὲ Ὀρνυτίωνος υἱὸς νεώτερος κατέμεινεν ἐν τῇ Κορίνθῳ. Θόαντος δὲ Δαμοφῶν, Δαμοφῶντος δὲ ἦν Προπόδας, Προπόδα δὲ Δωρίδας
καὶ Ὑανθίδας. τούτων βασιλευόντων Δωριεῖς στρατεύουσιν ἐπὶ Κόρινθον· ἡγεῖτο δὲ Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους. Δωρίδας μὲν οὖν
καὶ Ὑανθίδας παραδόντες τὴν βασιλείαν Ἀλήτῃ καταμένουσιν αὐτοῦ,
τῶν δὲ Κορινθίων ὁ δῆμος ἐξέπεσεν ὑπὸ Δωριέων κρατηθεὶς μάχῃ.
Βελλεροφόντης
Γλαῦκος
Δαμοφῶν
Δαμοφῶν
Δωρίδας
Δωριεύς
Δωριεύς
Θέρσανδρος
Θόας
Θόας
Κόρινθος
Κόρινθος
Κόρινθος
Ποσειδῶν
Προπόδας
Προπόδας
Σίσυφος
Τιθορέα
Φωκίς
Φύλαντος
Φῶκος
Ἀλήτης
Ἀλήτης
Ἀντίοχος
Ἄλμος
Ἡρακλῆς
Ἱππότης
Ὀρνυτίων
Ὑανθίδας
Sisyphus had as sons not only Glaucus, the father of Bellerophon, but another son as well, Ornytion; and Ornytion himself had sons, Thersandrus and Almus. Ornytion had a son, Phocus, surnamed after Poseidon, who migrated to Tithorea in the region now called Phocis, while Thoas, a younger son of Ornytion, remained in Corinth. Thoas was succeeded by Damophon, Damophon by Propodas, and Propodas had two sons, Doridas and Hyanthidas. These two were reigning when the Dorians marched against Corinth, led by Aletes, son of Hippotes, son of Phylas, son of Antiochus, son of Heracles. Doridas and Hyanthidas yielded their kingdom willingly to Aletes and remained in Corinth, but the people of Corinth were driven out after being defeated in battle by the Dorians.