Λαμέδων δὲ βασιλεύσας ἔγημεν ἐξ Ἀθηνῶν γυναῖκα Φηνὼ Κλυτίου·
καὶ ὕστερον γενομένου οἱ πολέμου
πρὸς Ἄρχανδρον
καὶ Ἀρχιτέλην τοὺς Ἀχαιοῦ συμμαχήσοντα ἐπηγάγετο Σικυῶνα ἐκ
τῆς Ἀττικῆς,
καὶ θυγατέρα τε συνῴκισεν αὐτῷ Ζευξίππην
καὶ ἀπὸ τούτου βασιλεύσαντος ἡ γῆ Σικυωνία
καὶ Σικυὼν ἀντὶ Αἰγιάλης ἡ πόλις ὠνομάσθη. Σικυῶνα δὲ
οὐ Μαραθῶνος τοῦ Ἐπωπέως, Μητίονος δὲ
εἶναι τοῦ Ἐρεχθέως φασίν. ὁμολογεῖ δέ
σφισι καὶ Ἄσιος, ἐπεὶ Ἡσίοδός
γε καὶ Ἴβυκος, ὁ μὲν ἐποίησεν
ὡς Ἐρεχθέως εἴη Σικυών, Ἴβυκος δὲ
εἶναι Πέλοπός φησιν αὐτόν.
Αἰγιάλη
Ζευξίππη
Κλύτιος
Λαμέδων
Μήτιων
Μαραθών
Πέλοψ
Σικυωνία
Σικυών
Σικυών
Φηνώ
Ἀθῆναι
Ἀρχιτέλης
Ἀττική
Ἀχαιός
Ἄρχανδρος
Ἄσιος
Ἐπωπεύς
Ἐρεχθεύς
Ἡσίοδος
Ἴβυκος
Lamedon reigned as king, and took as his wife Pheno, daughter of Clytius from Athens. Later, war arose against Archander and Architeles, the sons of Achaeus. Lamedon brought from Attica Sicyon, who was to become his ally, gave him his daughter Zeuxippe to marry, and after this man succeeded to the throne, the land became known as Sicyonia, and the city that had until then been called Aegiale was renamed Sicyon. They say that this Sicyon was not the son of Marathon, who was descended from Epopeus, but rather the son of Metion, himself the son of Erechtheus. Asius agrees with them in this respect; while Hesiod composed verses making Sicyon the son of Erechtheus, Ibycus asserts he was the son of Pelops.