ὡς δὲ ἐγεγόνει τὰ πάντα ἐν ἑτοίμῳ, τὸ ἐντεῦθεν---ἱερεῖα γὰρ παρεῖχον οἱ Ἀρκάδες---αὐτὸς μὲν Ἐπαμινώνδας
καὶ οἱ Θηβαῖοι Διονύσῳ
καὶ Ἀπόλλωνι ἔθυον Ἰσμηνίῳ τὸν νομιζόμενον τρόπον, Ἀργεῖοι δὲ τῇ τε Ἥρᾳ τῇ Ἀργείᾳ
καὶ Νεμείῳ Διί, Μεσσήνιοι δὲ Διί τε Ἰθωμάτᾳ
καὶ Διοσκούροις, οἱ δέ σφισιν ἱερεῖς θεαῖς ταῖς Μεγάλαις
καὶ Καύκωνι. ἐπεκαλοῦντο δὲ ἐν κοινῷ
καὶ ἥρωάς σφισιν ἐπανήκειν συνοίκους, Μεσσήνην μὲν τὴν Τριόπα
μάλιστα, ἐπὶ ταύτῃ δὲ Εὔρυτον
καὶ Ἀφαρέα τε
καὶ τοὺς παῖδας, παρὰ δὲ Ἡρακλειδῶν Κρεσφόντην τε
καὶ Αἴπυτον· πλείστη δὲ
καὶ παρὰ πάντων ἀνάκλησις ἐγίνετο Ἀριστομένους.
Αἴπυτος
Διόνυσος
Διόσκουροι
Εὔρυτος
Ζεύς Νεμείος
Ζεύς Ἰθωμάτας
Θηβαῖοι
Καύκων
Κρεσφόντης
Μεγάλαι θεαί
Μεσσήνη Τριόπος
Μεσσήνιοι
Ἀπόλλων
Ἀργεῖοι
Ἀριστομένης
Ἀρκάδες
Ἀφαρεύς
Ἐπαμινώνδας
Ἡρακλεῖδαι
Ἥρα Ἀργεία
Ἰσμήνιος
When everything had been arranged and was ready—for the Arcadians provided the sacrificial animals—Epaminondas himself and the Thebans offered sacrifice to Dionysus and to Apollo Ismenios according to their customary rite, the Argives to Hera of Argos and Zeus of Nemea, and the Messenians to Zeus Ithomatas and the Dioscuri, while their priests sacrificed to the Great Goddesses and to Caucon. They also collectively invoked heroes to return and inhabit the land with them, particularly Messene, daughter of Triopas, and after her, Eurytos and Aphareus and Aphareus' sons, along with Cresphontes and Aepytos of the Heracleidae; above all, their petition was most fervently directed toward Aristomenes.