πεποίηται δὲ
καὶ Εἰλειθυίας Μεσσηνίοις ναὸς
καὶ ἄγαλμα λίθου, πλησίον δὲ Κουρήτων μέγαρον, ἔνθα ζῷα τὰ πάντα ὁμοίως καθαγίζουσιν· ἀρξάμενοι γὰρ ἀπὸ βοῶν τε
καὶ αἰγῶν καταβαίνουσιν ἐς τοὺς ὄρνιθας ἀφιέντες ἐς τὴν φλόγα.
καὶ Δήμητρος ἱερὸν Μεσσηνίοις ἐστὶν ἅγιον
καὶ Διοσκούρων ἀγάλματα φέροντες τὰς Λευκίππου· καί
μοι καὶ ταῦτα ἐν τοῖς προτέροις ἐστὶν ἤδη δεδηλωμένα,
ὡς οἱ Μεσσήνιοι τοὺς Τυνδάρεω παῖδας ἀμφισβητοῦσιν αὑτοῖς
καὶ οὐ Λακεδαιμονίοις προσήκειν.
Δήμητρα
Διόσκουροι
Εἰλείθυια
Κουρῆτες
Λακεδαιμόνιοι
Λεύκιππος
Μεσσήνιοι
Μεσσήνιοι
Τυνδάρεως
The Messenians have also constructed a temple of Eileithyia and a stone statue of the goddess. Nearby stands the hall of the Curetes, where all kinds of animals alike are offered in sacrifice; indeed, beginning with cattle and goats, they proceed down to birds, casting them into the flames. The Messenians also possess a sacred sanctuary dedicated to Demeter, and statues of the Dioscuri, carrying away the daughters of Leucippus. Previously I have already recounted that the Messenians contest the claim of Sparta to the sons of Tyndareus, insisting instead that the Dioscuri belong rightly to them.