ἐν δὲ τῷ γυμνασίῳ τὸ ἄγαλμα τοῦ Ἑρμοῦ ἀμπεχομένῳ μὲν ἔοικεν ἱμάτιον, καταλήγει δὲ
οὐκ ἐς πόδας, ἀλλὰ ἐς τὸ τετράγωνον σχῆμα. πεποίηται δὲ
καὶ Διονύσου ναός· ἐπίκλησις μέν ἐστιν αὐτῷ παρὰ
τῶν ἐπιχωρίων Ἀκρατοφόρος, τὰ κάτω δὲ
οὐκ ἔστι σύνοπτα τοῦ ἀγάλματος ὑπὸ δάφνης τε φύλλων
καὶ κισσῶν. ὁπόσον δὲ αὐτοῦ καθορᾶν ἔστιν, ἐπαλήλιπται κιννάβαρι ἐκλάμπειν· εὑρίσκεσθαι δὲ ὑπὸ
τῶν Ἰβήρων ὁμοῦ τῷ χρυσῷ λέγεται.
Διόνυσος
Ἀκρατοφόρος
Ἑρμῆς
Ἰβῆρες
In the gymnasium there is a statue of Hermes; although it seems to wear a cloak, it does not end in feet, but instead terminates in a square form. There is also a temple of Dionysus. The local people call him by the surname Akratophoros ("Giver of Unmixed Wine"), and the lower parts of his statue are hidden from view beneath leaves of laurel and ivy. All that can be clearly seen of the statue is painted with cinnabar to make it gleam; this cinnabar is said to be discovered by Iberians together with gold.