τὴν δὲ Εἰλείθυιαν οἱ Τεγεᾶται---
καὶ γὰρ ταύτης ἔχουσιν ἐν τῇ ἀγορᾷ ναὸν
καὶ ἄγαλμα--- ἐπονομάζουσιν Αὔγην ἐν γόνασι, λέγοντες
ὡς Ναυπλίῳ παραδοίη τὴν θυγατέρα Ἄλεος ἐντειλάμενος ἐπαναγαγόντα αὐτὴν ἐς θάλασσαν καταποντῶσαι· τὴν δὲ
ὡς ἤγετο πεσεῖν τε ἐς γόνατα
καὶ οὕτω τεκεῖν τὸν παῖδα, ἔνθα
τῆς Εἰλειθυίας ἐστὶ τὸ ἱερόν. οὗτος ὁ
λόγος διάφορος μέν ἐστιν ἑτέρῳ
λόγῳ, λάθρᾳ τὴν Αὔγην τεκεῖν τοῦ πατρὸς
καὶ ἐκτεθῆναι τὸν Τήλεφον λέγοντι ἐς τὸ ὄρος τὸ Παρθένιον
καὶ τῷ παιδὶ ἐκκειμένῳ διδόναι γάλα ἔλαφον· λέγεται δὲ οὐδὲν ἧσσον
καὶ οὗτος ὑπὸ Τεγεατῶν ὁ
λόγος.
Αὔγη
Εἰλείθυια
Ναύπλιος
Παρθένιον
Τήλεφος
Τεγεᾶται
Τεγεᾶται
Ἄλεος
The Tegeans call Eileithyia—whose temple and statue also stand in their marketplace—Auge-on-her-knees. They explain this epithet by saying that Aleus entrusted his daughter to Nauplius, commanding him to take her to sea and drown her. However, they say that as she was being led away, she fell onto her knees, and there gave birth on the very spot now occupied by Eileithyia's sanctuary. This account differs from another one, according to which Auge secretly gave birth unbeknownst to her father, and Telephus was exposed on Mount Parthenion, where a deer fed milk to the abandoned child. Nonetheless, this story is no less current among the Tegeans.